← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§101.10-102.33

谓词全称量化之不可能与十六种命题

围绕亚里士多德在《解释篇》第7章(17b12)中否定将全称限定辞加于谓词之上(如“每一个人是每一种动物”)的命题,阿摩尼奥斯阐明了此类命题何以始终为假,并引用《分析篇》的相关论述,预告了通过限定辞组合衍生出十六种命题体系的推演。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20#1

" Ἐπὶ δὲ τοῦ κατηγορουμένου καθόλου τὸ καθόλου κατηγορεῖν οὐκ ἔστιν ἀληθές· οὐδεμία γὰρ κατάφασις ἔσται, ἐν ᾗ τοῦ κατηγορουμένου καθόλου κατηγορεῖται τὸ καθόλου, οἷον ὅτι ἐστὶ πᾶς ἄνθρωπος πᾶν ζῷον." Ζητεῖ μὲν διὰ τούτων ὁ Ἀριστοτέλης εἰ ὥσπερ τῷ ὑποκειμένῳ προστεθεὶς ὁ καταφατικὸς προσδιορισμὸς ἕτερον εἶδος ἀπειργάσατο προτάσεων, οὕτω καὶ τῷ κατηγορουμένῳ δύναται προστεθεὶς ἑτέραν ἀπεργάσασθαι πρότασιν. ἀποφαίνεται δὲ μηδὲ τὴν ἀρχὴν ὑφίστασθαι τοιαύτην κατάφασιν, οἷον τὴν λέγουσαν ‘πᾶς ἄνθρωπος πᾶν ζῷόν ἐστι’, διότι ὁ τοῦτο λέγων ἕκαστον τῶν κατὰ μέρος ἀνθρώπων ἅπαν εἶναι ζῷόν φησι, καὶ ἵππον καὶ βοῦν καὶ τὰ ἄλλα πάντα· ὥστε ἀδύνατον ἀληθεύειν τὸν οὕτως ἀποφηνάμενον· εἰκότως οὖν φησι μηδὲ γενέσθαι ἂν τοιαύτην κατάφασιν, κατ’ ἔλλειψιν τοῦτο λέγων τοῦ ἀληθῆ·1 οὐδεμία γὰρ κατάφασις ἀληθὴς ἔσται, ἐν ᾗ τοῦ κατηγορουμένου καθόλου κατηγορεῖται τὸ καθόλου, τοῦτ’ ἔστιν ἐν ᾗ συντάττεσθαι δυνατὸν τῷ καθόλου κατηγορουμένῳ τὸν καθόλου προσδιορισμὸν καὶ λέγειν ὅτι ἄνθρωπος, καθ’ οὗ παντός, ὅ φησι καθόλου, κατηγορεῖται τὸ ζῷον, οὐχ ἁπλῶς ἐστι ζῷον, ἀλλὰ πᾶν ζῷον. διὰ ταῦτα μὲν οὖν ἀποφαίνεται μηδὲ ὑφίστασθαι τοιαύτην κατάφασιν ὡς οὐδέποτε τυγχάνουσαν ἀληθείας, ἐπεὶ καὶ αὕτη κατάφασίς ἐστιν, ἀλλ’ ἀεὶ ψευδὴς καὶ διὰ τοῦτο κίβδηλος καὶ παντάπασιν ἄχρηστος πρὸς τὴν συλλογιστικὴν μέθοδον, εἴπερ ἀεὶ παρὰ φύσιν ἔχει καὶ πρὸς εὕρεσιν ἀληθείας οὐκ ἂν γένοιτο χρήσιμος, ὅπερ ἐστὶ τέλος τῆς λογικῆς πραγματείας. πολλῶν δὲ δυναμένων γενέσθαι προτάσεων ἐκ τῆς διαφόρου συμπλοκῆς τῶν προσδιορισμῶν πρός τε τὸν ὑποκείμενον ὅρον ἐν τῇ προτάσει καὶ τὸν κατηγορούμενον, εἰκότως ταύτην προεχειρίσατο μόνην καὶ διέγραψε τῶν ὑγιῶς λεγομένων προτάσεων τὴν ἑκατέρῳ τῶν ὅρων τὸν πᾶς προσδιορισμὸν συντάττουσαν, ὃ καὶ ἐν τῷ πρώτῳ βιβλίῳ τῶν Ἀναλυτικῶν κατ’ ἀρχὰς τοῦ περὶ εὐπορίας προτάσεων κεφαλαίου διορίζεται· περὶ γὰρ ἐκλογῆς τῶν καθόλου προτάσεων διαλεγόμενος, ἐν αἷς τὸ κατηγορούμενον παντὶ ἕπεται τῷ ὑποκειμένῳ, ἐπήγαγεν ‘‘αὐτὸ δὲ τὸ ἑπόμενον οὐ ληπτέον ὅλον ἕπεσθαι, λέγω δὲ οἷον ἀνθρώπῳ πᾶν ζῷον ἢ μουσικῇ πᾶσαν ἐπιστήμην, ἀλλὰ μόνον ἁπλῶς ἀκολουθεῖν, καθάπερ καὶ προτεινόμεθα· καὶ γὰρ ἄχρηστον θάτερον καὶ ἀδύνατον, οἷον πάντα ἄνθρωπον εἶναι πᾶν ζῷον ἢ δικαιοσύνην πᾶν ἀγαθόν’’. καὶ ἐν τῷ προτέρῳ μέντοι τῶν Ἀποδεικτικῶν εἰπὼν ὡς ἐπὶ τῶν τὰ καθόλου καταφατικὰ συμπεράσματα συναγόντων συλλογισμῶν τό τε μεῖζον ἄκρον κατὰ τοῦ μέσου λέγεται παντὸς καὶ τοῦτο πάλιν κατὰ τοῦ ἐλάσσονος παντός, τοῦτ’ ἔστιν ὅτι ἐν ἑκατέρᾳ τῶν συμπληρουσῶν τὸν συλλογισμὸν προτάσεων τὸ κατηγορούμενον κατὰ παντὸς λέγεται τοῦ οἰκείου ὑποκειμένου, προσέθηκε ‘‘τὸ δὲ κατηγορούμενον οὐ λέγεται πᾶν’’. ‘Ὅτι μὲν οὖν εἰκότως ταύτης μόνης ὡς ἀχρήστου πανταχοῦ καταψηφίζεται, μάθοιμεν ἂν ἐννοήσαντες ὅτι τεττάρων οὐσῶν, ὡς ἑξῆς ἐπιδείξομεν, τῶν ἀεὶ ψευδομένων προτάσεων, δύο μὲν καταφάσεων δύο δὲ ἀποφάσεων, τῶν μὲν καθόλου τῶν δὲ κατὰ μέρος, διὰ μιᾶς τῆς κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιὸν τῶν ἄλλων σεμνοτέρας καὶ ταῖς λοιπαῖς τρισὶ τὴν πρόφασιν τοῦ ἀεὶ ψεύδεσθαι, ὡς εἰσόμεθα, παρεχούσης ἠβουλήθη καὶ τὰς ἄλλας τὰς ταύτῃ ὁμοίως ἡμαρτημένας τοῦ καταλόγου τῶν ὑγιῶς προφερομένων προτάσεων διαγράψαι·2 εἰ γὰρ δεῖ καὶ τὴν περὶ τούτων τεχνολογίαν ἀκριβῶς διερευνήσασθαι καὶ τὸ φαινόμενον περὶ αὐτῶν λέγειν, ἓξ καὶ δέκα γινομένας εὑρήσομεν προτάσεις ἐκ τῆς διανομῆς τῶν προσδιορισμῶν καθ’ ἑκάτερον τῶν τῆς προτάσεως ὅρων, εἴπερ τεττάρων αὐτῶν ὄντων, ἑνὸς δὲ αὐτῶν ὁποιουοῦν συντεταγμένου τῷ ὑποκειμένῳ τὸν κατηγορούμενον ἑκάστῳ τῶν τεττάρων προσδιορισμῶν συμπλεκόμενον τέτταρα προτάσεων συμβαίνει ποιεῖν εἴδη, ὥστε διὰ τούτων τετράκις τέτταρας — δέκα καὶ ἓξ γίνεσθαι τὰς πάσας προτάσεις.

“但在被谓述的全称上谓述全称并不是真的;因为绝不会有任何肯定命题在其中将全称谓述于被谓述的全称之上,例如‘每一个人是每一种动物’。” 亚里士多德通过这些话探讨,是否正如附加于主词的肯定限定辞产生出另一种命题一样,附加于谓词的肯定限定辞也能够产生出另一种命题。他断言,此类肯定命题根本就不成立,例如说“每一个人是每一种动物”的命题,因为这样说的人是在说个别的每一个人都是每一种动物,既是马也是牛以及所有其他动物;因此,做出如此断言的人不可能言说真理。因而他合情合理地说,此类肯定命题甚至绝不会产生,他说这话是省略了“真的”;因为绝不会有任何真的肯定命题,在其中将全称谓述于被谓述的全称之上,也就是说,在其中能够将全称限定辞与全称谓词结合起来,并说人——对所有的人(这便是他所谓的全称)动物都被谓述——不仅单纯是动物,而且是每一种动物。因此,出于这些原因,他断言此类肯定命题根本不成立,理由是它绝不可能获得真理;因为这虽确实也是一个肯定命题,却总是假的,因而也是伪劣的,对于三段论方法而言完全无用,因为它始终反乎自然,不可能有用于发现真理,而发现真理正是逻辑探讨的目的。虽然由于限定辞与命题中的主词项和谓词项的不同结合能够产生许多命题,但他合情合理地唯独挑选出这一个,并将把限定辞“每一个”与两个项都结合起来的命题从合理表达的命题中划去,他在《前分析篇》第一卷论命题丰富性的章节开头也对此作出了规定;因为在讨论选择全称命题——其中谓词跟随全部的主词——时,他接着说:“但跟随的项本身不可取作作为整体而跟随——我的意思是,例如每一种动物跟随人,或每一种知识跟随音乐——而只能单纯地跟随,正如我们所提出的那样;因为另一种做法既无用又不可能,例如每一个人是每一种动物,或者正义是每一种善。”而且在《后分析篇》前一卷中,当他谈到在得出全称肯定结论的三段论中,大词就全部中词而被言说,而中词又就全部小词而被言说,也就是说在构成三段论的每一个命题中,谓词都就其自身主词的全部而被言说之后,他又补充道:“但谓词不说成是每一个。”因此,他何以合情合理地在所有地方唯独将这一命题判定为无用而加以否定,我们只要考虑以下一点就能明白:正如我们在下文中所要展示的,始终为假的命题有四个,两个肯定,两个否定,有的是全称,有的是特称,但他希望通过这单独一个在量和质上都比其余命题更具尊严、且正如我们将要知道的那样为其余三个提供了始终为假的借口的命题,将其他同样具有这一错误的命题也从合理表述的命题目录中划去;因为如果必须精确探讨关于这些命题的技术性规则并陈述关于它们显而易见的事实,我们将会发现,从限定辞在命题的每个项上的分配中会产生十六个命题,因为限定辞既然有四个,当其中任意一个与主词结合时,谓词与四个限定辞中的每一个相结合,便会产生四种命题,因此通过这些产生出四乘以四——总共十六个命题。

语法注2 条
  1. 1.20κατ’ ἔλλειψιν τοῦτο λέγων τοῦ ἀληθῆ

    属格 τοῦ ἀληθῆ 从属于名词 ἔλλειψιν,表示省略的对象(即“省略了‘真的’这一词”)。阿摩尼奥斯指出,亚里士多德的原话 οὐδεμία γὰρ κατάφασις ἔσται(绝不会有任何肯定命题)在句法上省略了表语形容词 ἀληθής(真的)。

  2. 1.20διὰ μιᾶς τῆς κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιὸν τῶν ἄλλων σεμνοτέρας καὶ ταῖς λοιπαῖς τρισὶ τὴν πρόφασιν τοῦ ἀεὶ ψεύδεσθαι, ὡς εἰσόμεθα, παρεχούσης ἠβουλήθη καὶ τὰς ἄλλας τὰς ταύτῃ ὁμοίως ἡμαρτημένας τοῦ καταλόγου τῶν ὑγιῶς προφερομένων προτάσεων διαγράψαι

    主干结构为 ἠβουλήθη 接不定式 διαγράψαι。介词短语 διὰ μιᾶς(通过一个[命题])被形容词与分词修饰语 τῆς ... σεμνοτέρας 和 παρεχούσης 极大延展,而 διαγράψαι 的直接宾语则是 καὶ τὰς ἄλλας τὰς ταύτῃ ὁμοίως ἡμαρτημένας(其他同样犯有此错的[命题])。这是一个主谓宾之间插入多重修饰语的长句离隔结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:101.10-102.33