- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:97.8-98.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
总结限定辞的讨论(包括定冠词与全称限定辞的对比及否定词的连结方式)后,阿摩尼奥斯转向亚里士多德原文(17a38),探讨依本性述说于多数的普遍之定义、从事物而非语言出发进行划分的原因,以及命题的分类与对立关系。
καὶ ἔχει ταύτην τὸ ἕν πρὸς τὸ τί τὴν διαφορὰν ἐπὶ τῶν μερικῶν, ἥνπερ καὶ τὸ ἑνικὸν ἄρθρον πρὸς τὸ πᾶς ἐπὶ τῶν καθόλου· καὶ γὰρ ‘ὁ ἄνθρωπος ζῷον’ εἴποις ἂν καὶ ‘πᾶς ἄνθρωπος ζῷον’· τὸ γὰρ ἄρθρον τὴν δύναμιν ἔχει τοῦ καθόλου προσδιορισμοῦ, ὡς μαθησόμεθα πρὸς τῷ πέρατι τοῦ βιβλίου. ἀλλὰ τὸ μὲν ἄρθρον τῇ ἑνώσει προσήκει τοῦ καθόλου ὑποκειμένου (διὸ καὶ τῶν μοναδικῶν ἑκάστῳ καὶ τῶν ἀτόμων συντάττεται· καὶ γὰρ ‘ὁ ἥλιος’ λέγομεν καὶ ‘ὁ Σωκράτης’· ἐνίοτε δὲ καὶ ἐπὶ τοῦ ὑπερέχοντος λέγεται τῶν ὁμοστοίχων, ὡς ὅταν ‘ὁ ποιητής’ εἴπωμεν ἢ ‘ὁ ῥήτωρ’), τὸ δὲ πᾶς τῷ πλήθει τῶν ὑπ’ αὐτὸ ἀναφερομένων. ὅταν μὲν οὖν ὡς κατηγορούμενον τὸ εἷς ἀναιρῶμεν, τότε τὴν ἄρνησιν οὐκ αὐτῷ συμπλέκομεν, ἀλλὰ τῷ ἐστί τῷ κατ’ ἐνέργειάν τε πάντως ἐν τῇ τοιαύτῃ προτάσει λεγομένῳ καὶ συνδεῖν τὸ κατηγορούμενον πρὸς τὸ ὑποκείμενον πεφυκότι· τῆς γὰρ καταφάσεως εἰπούσης λόγου χάριν ‘ὅδε ὁ λίθος εἷς ἐστιν’ ἡ ἀπόφασις ἐρεῖ ‘ὅδε ὁ λίθος εἷς οὐκ ἔστιν’. ὅταν δὲ ὡς συμπλεκόμενον τῷ ὑποκειμένῳ τὸ εἷς ἢ τὸ τίς ἀναιρῶμεν τὴν ἀντιφάσκουσαν ἀπόφασιν τῇ μερικῇ καταφάσει ποιοῦντες, τὸ οὐδείς ἢ οὔτις λέγομεν, ἀλλ’ ὅταν μὲν τὸ οὐδείς λέγωμεν, οὐχ ὡς πρὸς τὸ τίς ἀλλ’ ὡς πρὸς τὸ εἷς ἀπαντῶμεν καὶ τὸ μὲν οὐχ εἷς ὡς ἀμφίβολον παραιτησάμενοι τὸ δὲ οὐ εἷς ὡς πρὸς τῷ ἀμφιβόλῳ καὶ κακόφωνον τὸ οὐδείς ἢ οὐθείς λέγομεν. πρὸς δέ γε τὸ τίς ἐοίκαμεν τότε κυρίως ἀπαντᾶν, ὅταν τὸ οὔτις λέγωμεν, οὐκ ἐπὶ τοῦ ‘τις’ τιθεμένης τῆς ὀξείας (οὐ γὰρ οἶδε τὴν τοιαύτην προφορὰν ἡ Ἑλληνικὴ χρῆσις) ἀλλ’ ἐπὶ τοῦ οὔ, καθάπερ ἔχει τὸ οὔτις ἐμεῦ ζῶντος καὶ μήτις νῦν ἐνάρων. ἀλλὰ τοῦτο μὲν τῇ ποιητικῇ τὸ δὲ οὐδείς τῇ κοινῇ χρήσει μᾶλλον σύνηθες. Τοσαῦτα μὲν περὶ τῶν προσδιωρισμένων προτάσεων εἴχομεν λέγειν· αἱ δὲ ἀπροσδιόριστοι πῶς ἔχουσι πρὸς τὸ ἀντιφάσκειν ἢ μή, τοῦτο δέ ἐστιν εἴ τισι τῶν προσδιωρισμένων τὸ αὐτὸ δύνανται, διὰ τῶν ἑξῆς τῷ Ἀριστοτέλει συνοδεύοντες ζητήσωμεν. Ἐπὶ τούτοις οὖν τὴν ῥῆσιν αὐτὴν ἐπισκεψώμεθα, δι’ ἧς παραδιδοὺς ἡμῖν τὴν εἰρημένην ἀπὸ τοῦ ὑποκειμένου τῶν προτάσεων διαίρεσιν καὶ διακρίνας τὰ καθ’ ἕκαστα τῶν καθόλου τοῦτό φησιν εἶναι καθόλου ὃ ἐπὶ πλειόνων πέφυκε κατηγορεῖσθαι, τῶν ὁμωνύμως κατὰ πλειόνων κατηγορουμένων τὰ καθόλου διακρίνων τῷ πεφυκέναι κατὰ πολλῶν κατηγορεῖσθαι,1 τοῦτο δέ ἐστι μὴ νόμῳ τινὶ καὶ θέσει, καθάπερ τὸ Αἴας καὶ τὸ Ἀλέξανδρος, ἀλλὰ τῷ φύσιν μίαν δηλοῦν, ἥτις ἑκάστῳ τῶν πλειόνων ὑπάρχουσα ποιεῖ καὶ τὸ σημαῖνον αὐτὴν ὄνομα κατ’ αὐτῶν κατηγορεῖσθαι. ὅλως δὲ περὶ φωνῶν διαλεγόμενος τῶν πραγμάτων ποιεῖται τὴν διαίρεσιν,2 διότι περὶ φωνῶν τοῖς φιλοσόφοις ὁ λόγος οὐ προηγουμένως, καθάπερ ῥήτορσί τε καὶ γραμματικοῖς, ὡς καὶ πρότερον ἐλέγομεν, ἀλλὰ τῆς τῶν πραγμάτων καταλήψεως ἕνεκεν. διελόμενος οὖν τὰ εἴδη τῶν προτάσεων εἴς τε τὰς καθόλου καὶ τὰς καθ’ ἕκαστα, προστίθησι τὴν τῶν καθόλου διαίρεσιν εἴς τε τὰς καθόλου ὡς καθόλου λεγομένας καὶ τὰς ἀπροσδιορίστους· τῶν γὰρ μερικῶν ἐφεξῆς ποιήσεται μνείαν. ἐν δέ γε τούτοις τὰς μὲν καθόλου ἐπὶ τῶν καθόλου ἀποφάνσεις ἐναντίας εἶναί φησι, δι’ ἃς ἐλέγομεν αἰτίας, τὰς δὲ ἐπὶ τῶν καθόλου μὴ καθόλου δέ, τοῦτ’ ἔστι τὰς ἀπροσδιορίστους, αὐτὰς μὲν μὴ εἶναι ἐναντίας, τὰ μέντοι δηλούμενα ὑπ’ αὐτῶν δύνασθαί ποτε εἶναι ἐναντία.
而且“一”在特称上相对于“某个”所具有的差异,正如单数冠词在全称上相对于“每个”所具有的差异一样;因为你既可以说“人是动物”,也可以说“每个人是动物”;因为冠词具有全称限定辞的效力,正如我们将在本书末尾所学到的那样。但是,冠词属于全称主词的统一性(因此它也与每一个独一之物和个体结合;因为我们既说“太阳”,也说“苏格拉底”;有时它也用于同类事物中卓越者,正如当我们说“诗人”或“演说家”时那样),而“每个”则属于归于其下的事物的多数性。因此,当我们否定作为谓词的“一”时,我们并不把否定虚词与它连结,而是与“是”连结,后者在这样的命题中无论如何都在现实上被言说,并且依其本性将谓词与主词结合起来;因为例如当肯定命题说“这块石头是一”时,否定命题将说“这块石头不是一”。但当我们否定作为与主词连结的“一”或“某个”,形成与特称肯定命题矛盾对立的否定命题时,我们说“没有人”或“没有谁”;但是当我们说“没有人”时,我们不是相对于“某个”而是相对于“一”作答,并且把“非一”作为有歧义的予以摒弃,把“不一”作为除歧义之外还刺耳而予以摒弃,我们说“没有人”或另一种形式的“没有人”。另一方面,当我们说“没有谁”时,我们似乎才真正是相对于“某个”作答,此时锐音符不是放在“谁”上(因为希腊语习惯不知道这样的发音),而是放在“不”上,正如“我生之时绝无人”和“如今切莫有人[贪图]战利品”中所表现的那样。但这在诗的用法中更为习见,而“没有人”在日常用法中更为常见。 关于有限定的命题,我们所要说的就是这些;至于无限定的命题在矛盾对立与否方面处于何种状况——这就是说,它们是否与某种有限定的命题具有相同的效力——让我们在接下来的内容中跟随亚里士多德一同探讨。因此,在这之后让我们考察文本本身;通过这段文本,他向我们传授了上述基于主词的命题划分,并将个别事物与普遍事物区分开来,说普遍事物是依其本性被述说于多数事物之上的东西;他通过依其本性被述说于多数事物之上,将普遍事物与同名异义地被述说于多数事物之上的东西区分开来;而这并非出于某种约定和设定(如“埃阿斯”和“亚历山大”那样),而是通过揭示单一的本性,这种本性属于多数事物中的每一个,使得表示它的名称也被述说于它们之上。然而,他总的来说是在讨论声音表达,却对事物作出了划分,这是因为对于哲学家来说,关于声音表达的讨论并不是首要的(正如对于演说家和文法学家那样,正如我们之前所说的),而是为了把握事物。因此,他在将命题的种类划分为全称命题和单称命题之后,又加上了全称命题划分为全称地就全称事物而言说的命题和无限定命题;因为关于特称命题,他随后将会提及。而在这些之中,他说全称地就全称事物而作出的陈述是反对的(由于我们所说明的那些原因),而就全称事物而非全称地作出的陈述,即无限定命题,其自身并非反对的,然而由它们所表明的事态有时可以是反对的。
- 1.19τῶν ὁμωνύμως κατὰ πλειόνων κατηγορουμένων τὰ καθόλου διακρίνων τῷ πεφυκέναι κατὰ πολλῶν κατηγορεῖσθαι
分词 διακρίνων 的直接宾语为宾格的 τὰ καθόλου(普遍),而属格短语 τῶν ὁμωνύμως κατὰ πλειόνων κατηγορουμένων 作为分离属格依附于动词 διακρίνω(“将普遍与……区分开来”)。与格冠词不定词短语 τῷ πεφυκέναι κατὰ πολλῶν κατηγορεῖσθαι 则充当手段或依据与格(“通过依其本性被述说于多数事物之上”)。
- 1.19ὅλως δὲ περὶ φωνῶν διαλεγόμενος τῶν πραγμάτων ποιεῖται τὴν διαίρεσιν
分词 διαλεγόμενος 带有一种让步意味(“尽管总的来说在讨论声音表达”),与主句 τῶν πραγμάτων ποιεῖται τὴν διαίρεσιν(“对事物作出了划分”)形成语义上的对照。属格 τῶν πραγμάτων 则是修饰名词 τὴν διαίρεσιν 的宾格性属格。
