- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:92.10-93.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯从两方面解释了全称命题被称为“反对命题”的缘由,界定了下反对命题与从属命题,论证了逻辑对立方形中处于对角线位置的命题构成矛盾对立,并澄清和解决了关于不可能质料中特称否定(“并非每个”)的朴素误解。
ἢ ἐπεὶ τὸ εἶναι ἄμεσά τινα τῶν ἐναντίων ἀμφισβητήσιμον, ὅπερ ὡς ὁμολογούμενον ἀξιοῦσι λαμβάνειν οἱ κατὰ τὸν προειρημένον τρόπον ἀποδιδόντες τὴν αἰτίαν τῆς προσηγορίας τῶν ἐναντίων καλουμένων προτάσεων, μᾶλλον ῥητέον ὅτι τὰ ἐναντία συνυπάρχειν μὲν ἀλλήλοις κατ’ ἐνέργειαν ἐπὶ τοῦ αὐτοῦ ὑποκειμένου ἀδύνατον, ἅμα δὲ αὐτοῦ ἀπεῖναι δυνατόν· αἱ οὖν προτάσεις αὗται οὐδέποτε μὲν συναληθεύουσαι ποτὲ δὲ καὶ συμψευδόμεναι καὶ ταύτῃ τὰ ἐναντία μιμούμεναι λέγοιντο ἂν εἰκότως ἐναντίαι. δυνατὸν δὲ λέγειν ὅτι καὶ ὡς τὴν πλείστην ἀλλήλων ἀφεστῶσαι διάστασιν ἐναντίαι προσαγορεύονται· τὰ γὰρ ἐναντία πλεῖστον ἀλλήλων διέστηκε τῶν ὑπὸ τὸ αὐτὸ γένος· οὕτω δὲ καὶ αὗται πρὸς ἀλλήλας ἔχουσιν, εἴπερ ἡ μὲν ἅπασί φησι τοῖς ὑπὸ τὸ ὑποκείμενον ἀτόμοις τὸ κατηγορούμενον ὑπάρχειν, ἡ δὲ οὐδενί. τὰς δέ γε μερικὰς καλοῦσιν ὑπεναντίας, ὡς ὑπὸ ταῖς ἐναντίαις τεταγμένας κἀκείναις ἀκολουθούσας· ὅταν γὰρ ἡ ἑτέρα τῶν καθόλου ἀληθεύῃ, τότε καὶ ἡ ὑπ’ αὐτὴν τεταγμένη μερικὴ πρότασις ἀληθεύσει, ὡς οἷον μέρος αὐτῆς οὖσα καὶ περιεχομένη ὑπ’ αὐτῆς· διὸ καὶ ὑπαλλήλους καλοῦσι τάς τε καταφάσεις, τὴν μερικὴν καὶ τὴν καθόλου, καὶ τὰς ἀποφάσεις ὁμοίως. αἱ μὲν οὖν κατὰ μέρος οὐδ’ ἂν ἀντικεῖσθαι πρὸς ἀλλήλας κυρίως λέγοιντο· ποῖον γὰρ αὐταῖς εἶδος ἁρμόσει τῶν ἀντικειμένων; εἰ δὲ τὰς ἀντιφατικῶς ταύταις ἀντικειμένας ζητοίης, εὑρήσεις ἀντιφασκούσας ταῖς καθόλου τὰς κατὰ μέρος μετὰ τῆς κατὰ τὸ ποιὸν ἀντιθέσεως,1 τοῦτ’ ἔστι τῇ μὲν καθόλου καταφάσει τὴν μερικὴν ἀπόφασιν, τῇ δὲ καθόλου ἀποφάσει τὴν μερικὴν κατάφασιν· ὥστε κατὰ τὸ ὑποκείμενον διάγραμμα τὰς διαγώνιον θέσιν πρὸς ἀλλήλας ἐχούσας τῶν προσδιωρισμένων προτάσεων ταύτας ἀντιφάσκειν ἀλλήλαις· ἀεὶ γὰρ αὗται διαιροῦσι τό τε ἀληθὲς καὶ τὸ ψεῦδος. καὶ τοῦτο εἰκότως· αἱ μὲν γὰρ ἐναντίαι καὶ ὑπεναντίαι κατὰ τὸ ποιὸν διαφέρουσαι τὸ ποσὸν τὸ αὐτὸ ἔχουσιν, αἱ δὲ ὑπάλληλοι κατὰ τὸ ποσὸν διαφέρουσαι τὸ ποιὸν τὸ αὐτὸ ἔχουσιν, αὗται δὲ κατ’ ἄμφω μαχόμεναι τελείαν ἔχουσι τὴν πρὸς ἀλλήλας διαφοράν. διὸ καὶ ἀδύνατον αὐτὰς ἢ συμψεύδεσθαι ἢ συναληθεύειν· ὅτι μὲν γὰρ ἐπὶ τῆς ἀναγκαίας ὕλης ἀληθευουσῶν τῶν καταφάσεων ψευδεῖς εἰσιν αἱ ἀποφάσεις, ἐπὶ δὲ τῆς ἀδυνάτου τοὐναντίον, προφανὲς ἐκ τῶν πρότερον εἰρημένων. ἐπὶ δὲ τῆς ἐνδεχομένης ψευδομένης τῆς καθόλου καταφάσεως ἡ μερικὴ ἀπόφασις ὡς ἀντιφάσκουσα πρὸς αὐτὴν ἀληθής, καὶ ψευδομένης τῆς καθόλου ἀποφάσεως ἡ μερικὴ κατάφασις ὡς ἀντιφάσκουσα πρὸς αὐτὴν ἀληθής· διὸ ἐκείνων ἅμα ψευδομένων αὗται ἀληθεύουσιν. Ἐπεὶ δὲ θορυβεῖν εἴωθε τοὺς ἁπλουστέρους ἡ μερικὴ ἀπόφασις ἐπὶ τῆς ἀδυνάτου ὕλης συμψεύδεσθαι δοκοῦσα τῇ καθόλου καταφάσει, ὡς ὅταν εἴπωμεν ‘οὐ πᾶς ἄνθρωπος πτερωτός’, διὰ τὸ δοκεῖν τῷ οὐ πᾶς συνεισάγεσθαι τὸ ἀλλὰ τὶς μὲν τὶς δὲ οὔ,2 ὅπερ ἐστὶν ἐναργῶς ἐπὶ τῶν ἀδυνάτων ψεῦδος, ῥητέον τι καὶ περὶ τούτων. ἔξεστι μὲν οὖν ἐκ τῶν πρότερον εἰρημένων περὶ τοῦ οὐ πᾶς προσδιορισμοῦ προχείρως ἀποδοῦναι τῆς ἀπορίας τὴν λύσιν· ἐλέγομεν γὰρ ὅτι τὸ οὐ πᾶς αὐτὸ μόνον καθ’ αὑτὸ ληπτέον ὡς ἰδίαν ἔχον δύναμιν, καθ’ ἣν τὸν πᾶς προσδιορισμὸν ἀναιρεῖ, μηδὲν ἕτερον ἐπισυρόμενον. ἐφ’ ὧν οὖν πραγμάτων τὸ πᾶς φαίνεται ψευδόμενον, ἐπὶ τούτων τὸ οὐ πᾶς ἀληθές· ὥστε καὶ ἐπὶ τῶν προκειμένων ἐπειδὴ ὁ λέγων ‘πᾶς ἄνθρωπος πτερωτός’ ψεύδεται, ἀληθεύσει ὁ λέγων ‘οὐ πᾶς πτερωτός’· ἢ γὰρ πᾶς ἢ οὐ πᾶς, ἀλλὰ τὸ πᾶς ψεῦδος, τὸ ἄρα οὐ πᾶς ἀληθές.
或者,既然相反者中是否存在某些无中介者是成问题的——而那些按前述方式对被称为反对命题的称谓给出原因的人,却要求将这一点作为公认的事实来接受——更应当说:相反者在同一主词中按现实性彼此共存是不可能的,但同时离开主词却是可能的;因此,这些命题决不一同为真,但有时也一同为假,并以此方式摹仿相反者,理所当然会被称为反对命题。而且也可以说,它们被称为反对命题,是因为它们彼此处于最大的距离;因为相反者就是同一属下彼此相距最远的事物;而这些命题相互之间也是如此,如果确实一者声称谓词属于主词下的所有个别事物,而另一者声称属于无一物的话。 至于特称命题,人们则称之为下反对命题,因为它们被置于反对命题之下并随顺着它们;因为每当全称命题中的一者为真时,排列在它之下的特称命题也将为真,因为它犹如它的一部分并被它所包含;因此,他们也把肯定命题(特称与全称)以及同样地把否定命题称为从属命题。 那么,特称命题本身甚至不能严格地被说成彼此对立;因为对立者的哪一种形式适合于它们呢?但如果你寻找与这些命题矛盾对立的命题,你将发现伴随着质的对立而与全称命题相矛盾的正是特称命题,即与全称肯定相对的是特称否定,与全称否定相对的是特称肯定;以致根据下列图表,限定命题中彼此处于对角线位置的那些命题相互矛盾;因为它们始终划分真与假。而这也是理所当然的:因为反对命题与下反对命题在质上不同而具有相同的量,从属命题在量上不同而具有相同的质,但这些命题在两方面皆交战,彼此具有完全的差异。因此,它们既不可能一同为假,也不可能一同为真;因为在必然质料中肯定命题为真时否定命题为假,在不可能质料中则相反,这从前面所说的话中已显而易见。而在可能质料中,当全称肯定为假时,特称否定作为与其相矛盾者为真,当全称否定为假时,特称肯定作为与其相矛盾者为真;因此,在前者一同为假时,后者为真。 然而,既然特称否定在不可能质料中似乎与全称肯定一同为假(正如当我们说“并非每个人都是有翼的”时),往往会困扰较单纯的人,因为“并非每个”似乎连带引入了“而某人是,某人不是”,这在不可能的事物上显然是假的,所以关于这些也必须说上几句。那么,根据此前关于“并非每个”这一限定辞所说的话,便可轻易给出疑难的解答;因为我们曾说,“并非每个”必须单独就其自身来理解,因为它具有自身固有的效力,依据这效力它取消了“每个”这一限定辞,而不拖带任何别的东西。因此,在“每个”显得为假的那些事物上,“并非每个”为真;所以在眼下的情况中,既然说“每个人都是有翼的”的人在说假话,那么说“并非每个[人]都是有翼的”的人将说真话;因为要么是每个,要么并非每个,但“每个”为假,所以“并非每个”为真。
- 1.19εὑρήσεις ἀντιφασκούσας ταῖς καθόλου τὰς κατὰ μέρος μετὰ τῆς κατὰ τὸ ποιὸν ἀντιθέσεως
此句包含倒装结构(hyperbaton):动词 εὑρήσεις(第二人称单数直陈式将来时)支配宾补分词 ἀντιφασκούσας 及其宾格逻辑主语 τὰς κατὰ μέρος,而与格补足语 ταῖς καθόλου 紧随分词之后。句式骨架为:εὑρήσεις [τὰς κατὰ μέρος] ἀντιφασκούσας [ταῖς καθόλου](“你将发现特称命题与全称命题相矛盾”),介词短语 μετὰ τῆς κατὰ τὸ ποιὸν ἀντιθέσεως(“伴随着质的对立”)用以修饰特称命题这一对立条件。
- 1.19διὰ τὸ δοκεῖν τῷ οὐ πᾶς συνεισάγεσθαι τὸ ἀλλὰ τὶς μὲν τὶς δὲ οὔ
这是一个嵌套句式:介词 διά 支配冠词化不定式 τὸ δοκεῖν,后者再支配被动不定式 συνεισάγεσθαι。其中 τῷ οὐ πᾶς 是 συνεισάγεσθαι 的与格补足语(“与‘并非每个’一道被连带引入”),而带有标称冠词的名词化短语 τὸ ἀλλὰ τὶς μὲν τὶς δὲ οὔ 则是 συνεισάγεσθαι 的主语。
