- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:90.30-92.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在计算出通过将确定主词和不定主词与时态及三种质料相结合共产生七十二种命题对立之后,阿摩尼乌指出全称命题在可能质料中一同为假,因而并非矛盾对立而是“反对”关系。
ἐπεὶ δὲ ἑκάστην τῶν δώδεκα τούτων ἀντιθέσεων τριχῶς λαμβάνεσθαι δυνατὸν κατὰ τὰς τρεῖς ὕλας, ἓξ καὶ τριάκοντα γίνεσθαι συμβαίνει τὰς πάσας αὐτῶν ἀντιθέσεις ὡρισμένου ὄντος τοῦ ὑποκειμένου. ταύταις δὲ ἴσας ἀνάγκη γίνεσθαι τὰς ἐξ ἀορίστου τοῦ ὑποκειμένου1 (καθ’ ἑκάστην γὰρ τῶν ὁρισμένῳ χρωμένων τῷ ὑποκειμένῳ τὸ ἀρνητικὸν μόριον τῷ ὑποκειμένῳ προσθεὶς τὴν ἐξ ἀορίστου ποιήσεις), ὥστε δύο καὶ ἑβδομήκοντα γίνεσθαι τὰς πάσας ἀντιθέσεις τε καὶ ἀντιφάσεις τῶν προκειμένων ἡμῖν εἰς ἐπίσκεψιν προτάσεων. Ἀλλ’ ἐπεὶ τὸν ἀριθμὸν αὐτῶν παραδεδώκαμεν, ἀκόλουθόν ἐστιν ἐφεξῆς ἐπισκέψασθαι τίνες ἐν ταῖς ἀπηριθμημέναις ἀντιθέσεσιν αἱ ἀντιφατικῶς ἀλλήλαις ἀντικείμεναι προτάσεις, τίνες δὲ οὔ, καὶ τίνες μὲν αἱ πρὸς ἀλλήλας σχέσεις τῶν μὴ ἀντικειμένων ἀντιφατικῶς, τίς δὲ ἡ πρὸς ἑκατέραν τῶν ἐν αὐταῖς προτάσεων ἀντιφατικῶς μαχομένη· προείληπται γὰρ ὡς πάσῃ καταφάσει ἐστὶν ἀπόφασις ἀντιφατικῶς ἀντικειμένη καὶ πάσῃ ἀποφάσει κατάφασις. ὅτι μὲν οὖν αἱ καθ’ ἕκαστα μάχονται ἀντιφατικῶς, παρὰ πᾶσιν ὡμολόγηται (παρέχει δέ τινα ἀπορίαν ἡ κατὰ τὸν μέλλοντα χρόνον αὐτῶν λῆψις, ἣν ἐν τοῖς ἑξῆς καὶ ἐκθήσεται καὶ ἐπιλύσεται ὁ Ἀριστοτέλης), τὰ δὲ περὶ τῶν ἀπροσδιορίστων διαφωνεῖται μὲν παρὰ τῶν ἀποφηναμένων τι περὶ τούτου τοῦ θεωρήματος, ὅπῃ δὲ τὸ ἀληθὲς ἔχει μαθεῖν ἀμήχανον, πρὶν ὅπως ἔχει τὰ περὶ τῶν προσδιωρισμένων ἐπισκεψώμεθα, περὶ ὧν οὐδεμία ἢ γέγονεν ἢ γένοιτο ἂν ἀμφισβήτησις· ὥστε πρότερον περὶ τούτων ῥητέον. Ἐπεὶ τοίνυν ὡριζόμεθα τὴν ἀντίφασιν μάχην καταφάσεως καὶ ἀποφάσεως ἀεὶ διαιρουσῶν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, δῆλον ὅτι ἃς ἂν εὕρωμεν προτάσεις ἢ συμψευδομένας ποτὲ ἢ συναληθευούσας, ταύτας οὐκ ἂν εἴποιμεν ἀντιφατικῶς ἀντικεῖσθαι πρὸς ἀλλήλας. αἱ μὲν οὖν καθόλου ὡς καθόλου λεγόμεναι ὡς συμψευδόμεναι κατὰ τὴν ἐνδεχομένην ὕλην οὐκ ἂν λέγοιντο ποιεῖν ἀντίφασιν. οὐ μὴν ἀλλ’ οὐδὲ τὰς μερικὰς ἀντιφάσκειν ἐροῦμεν ὡς ἐπὶ τῆς αὐτῆς ὕλης συναληθευούσας. καίτοι καθ’ ἑκατέραν τῶν λοιπῶν ὑλῶν διαιροῦσιν ἄμφω τό τε ἀληθὲς καὶ τὸ ψεῦδος·2 ἐπὶ μὲν γὰρ τῆς ἀναγκαίας ὕλης αἱ μὲν καταφάσεις ἄμφω λέγουσαι εἶναι τὸ ἐξ ἀνάγκης ὑπάρχον ἀληθεῖς, αἱ δὲ ἀποφάσεις ἀναιρεῖν αὐτὸ πειρώμεναι ψευδεῖς, ἐπὶ δὲ τῆς ἀδυνάτου λεγομένης ἔμπαλιν εἰκότως ἔχουσιν· αἱ μὲν γὰρ ἀποφάσεις τὸ ἀδύνατον καὶ διὰ τοῦτο μηδέποτε ὑπάρχον λέγουσαι μὴ ὑπάρχειν ἀληθεῖς, αἱ δὲ καταφάσεις ὑπάρχειν αὐτὸ ἀποφαινόμεναι ψευδεῖς. ἐπὶ δὲ τῆς ἐνδεχομένης ἄμφω μὲν αἱ καθόλου ψευδεῖς, ἄμφω δὲ αἱ κατὰ μέρος ἀληθεῖς, διότι τὰ κατὰ ταύτην τὴν ὕλην κατηγορούμενα ποτὲ μὲν ὑπάρχειν τοῖς ὑποκειμένοις πεφύκασι ποτὲ δὲ μὴ ὑπάρχειν, καὶ τισὶ μὲν αὐτῶν ὑπάρχειν τισὶ δὲ μὴ ὑπάρχειν, οἷον ‘πᾶς ἄνθρωπος λευκός — οὐδεὶς ἄνθρωπος λευκός’ (αὗται ψευδεῖς ἄμφω, ἡ μὲν κατάφασις διὰ τοὺς Αἰθίοπας, ἡ δὲ ἀπόφασις, εἰ τύχοι, διὰ τοὺς Σκύθας), ‘τὶς ἄνθρωπος λευκός — οὐ πᾶς ἄνθρωπος λευκός’· αὗται δῆλον ὅτι συναληθεύουσι. Τὰς μὲν οὖν καθόλου ὡς καθόλου δείξαντες μὴ ἀντιφασκούσας ὀνομάζουσιν ἐναντίας, ὅτι τῶν ἐναντίων εἰς ἄμεσα διαιρουμένων καὶ ἔμμεσα αἱ προτάσεις αὗται κατὰ μὲν τὴν ἀναγκαίαν καὶ τὴν ἀδύνατον ὕλην τοῖς ἀμέσοις ἐναντίοις ἐοίκασιν, ὧν τό τε ἕτερον ἐξ ἀνάγκης πάρεστι τῷ ὑποκειμένῳ καὶ αὗται τὴν ἑτέραν τῶν προτάσεων ἔχουσιν ἀληθῆ3 καὶ διὰ τοῦτο μιμουμένην τὴν τοῦ πράγματος ὕπαρξιν, ὥσπερ τὸ ψεῦδος εἰκών ἐστι τῆς ἀνυπαρξίας, κατὰ δὲ τὴν ἐνδεχομένην τοῖς ἐμμέσοις, ὧν δυνατὸν μηδέτερον παρεῖναι τῷ ὑποκειμένῳ.
既然这十二种对立中的每一种都可以根据三种质料按三种方式来理解,因而在主词确定的情况下,它们所有的对立结果为三十六种。而由不定主词构成的对立必然与这些在数量上相等(因为在每一个使用确定主词的命题中,只要将否定虚词加于主词,你就会构成由不定主词出发的命题),以致摆在我们面前供考察的命题的所有对立和矛盾总共有七十二种。 然而,既然我们已经交待了它们的数目,接下来就应当依序考察,在所列举的对立中,哪些命题是彼此矛盾对立的,哪些不是,以及那些非矛盾对立的命题之间的相互关系是什么,还有与其中每一个命题发生矛盾冲突的又是哪一个;因为我们预先设定,对每一个肯定都有一个矛盾对立的否定,对每一个否定也都有一个肯定。单称命题发生矛盾冲突,这是众所公认的(尽管按照未来时间对它们的理解会带来某种疑难,亚里士多德在后文中既会提出也会解决这一疑难);但关于不定命题的事情,在对此定理发表过意见的人们中间存在分歧,而在我们考察限定命题的情况之前,不可能得知真理究竟如何,而关于限定命题既未曾产生过、也不可能产生任何争议;因此必须首先讨论这些限定命题。 那么,既然我们曾把矛盾定义为肯定与否定始终划分真与假的交战,显而易见,凡是我们发现有时一同为假或一同为真的命题,我们都不会说它们彼此矛盾对立。因此,被称为“作为全称的全称命题”的那些命题,作为在可能质料中一同为假的命题,不会被说成构成矛盾。不仅如此,我们也不会说特称命题相互矛盾,因为它们在相同的质料中一同为真。尽管在其余两种质料中的每一种之下,二者都划分真与假;因为在必然质料中,声称出于必然属于者“存在”的肯定命题两者皆真,而试图取消它的否定命题则为假;但在被称为不可能的质料中,情况自然相反,因为声称不可能因而决不属于者“不属于”的否定命题为真,而断言其“属于”的肯定命题则为假。但在可能质料中,全称命题两者皆假,特称命题两者皆真,因为根据这种质料的谓词天生有时属于主词,有时不属于,且属于其中的某些而不属于另一些;例如“凡人皆白——没有人是白的”(这两个命题皆假,肯定命题因埃塞俄比亚人而假,否定命题若碰巧的话因斯基泰人而假),“某人是白的——并非每个人都是白的”;显而易见,这两个命题一同为真。 于是,在证明了作为全称的全称命题并不矛盾之后,人们称它们为“反对命题”,因为在反对者被划分为无中介的和有中介的两者时,这些命题在必然和不可能质料中类似于无中介的反对者,其中之一必然存在于主词之中,而这些命题也具有其中之一为真,并由此摹仿了事实的实存,正如虚假是非实存的像一样;而在可能质料中,它们类似于有中介的反对者,其中有可能两者都不存在于主词之中。
- 1.19τὰς ἐξ ἀορίστου τοῦ ὑποκειμένου
阴性宾格冠词 τὰς 承前省略了 ἀντιθέσεις,意为“由不定主词构成的对立”。正如后文括号中的说明(τὸ ἀρνητικὸν μόριον τῷ ὑποκειμένῳ προσθείς)所示,这是指通过在主词上添加否定虚词使其成为不定名词(如“非人”)而构成的命题对立。
- 1.19διαιροῦσιν ἄμφω τό τε ἀληθὲς καὶ τὸ ψεῦδος
主语 ἄμφω(两者)指前文论述的全称命题对和特称命题对这两组对立。正如紧随其后的解释所表明的(在必然质料中两个肯定命题皆真、两个否定命题皆假;在不可能质料中相反),无论是全称对立还是特称对立,在必然和不可能质料中都具有一真一假而“划分真与假”的共同性质。
- 1.19ὧν τό τε ἕτερον ἐξ ἀνάγκης πάρεστι τῷ ὑποκειμένῳ καὶ αὗται τὴν ἑτέραν τῶν προτάσεων ἔχουσιν ἀληθῆ
关系代词 ὧν 的先行词是 τοῖς ἀμέσοις ἐναντίοις(无中介的反对者)。在关系从句内部,反对性质本身的表现(τό τε ἕτερον ἐξ ἀνάγκης πάρεστι)与命题相应的表现(καὶ αὗται τὴν ἑτέραν τῶν προτάσεων ἔχουσιν ἀληθῆ)通过 τε... καί 构成了平行的并列对应结构。
