- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:93.31-95.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯借由与肯定的类比说明了特称否定在可能质料与不可能质料中为真的机制,并探讨了在限定命题中否定虚词为何不加于谓词而是加于限定辞本身(因为限定辞是命题中最主要的部分)。
ἵνα δὲ μᾶλλον αὐτῶν τὴν ἀπορίαν ἀποπληρώσωμεν, ῥητέον ὅτι ἡ μερικὴ ἀπόφασις παραπλησίαν ἔχει δύναμιν τῇ μερικῇ καταφάσει, κατ’ αὐτό γε τὸ μερικόν· ὅπως ἂν οὖν ἔχῃ ἀληθείας1 ἡ μερικὴ κατάφασις, εἴτε ὡς ἀεὶ τῇ μερικῇ ἀποφάσει συντρέχουσα εἴτε μή, τὸν αὐτὸν ἕξει δῆλον ὅτι τρόπον καὶ ἡ μερικὴ ἀπόφασις· ἐπεὶ οὖν αἱ μὲν καταφάσεις ἕξεσί τισιν ἀνάλογοί εἰσιν αἱ δὲ ἀποφάσεις στερήσεσι, γνωριμώτεραι δὲ τῶν στερήσεων αἱ ἕξεις, ἀπὸ τῆς καταφάσεως ὡς γνωριμωτέρας τὸ κατὰ τὴν ἀπόφασιν θεωρητέον. τῆς οὖν καθόλου καταφάσεως κατὰ μόνην τὴν ἀναγκαίαν ὕλην ἀληθευούσης τὴν μερικὴν κατάφασιν ἐπὶ δύο μὲν ὑλῶν ἀληθεύουσαν ὁρῶμεν, ταύτης τε καὶ τῆς ἐνδεχομένης, οὐ μὴν ἐπ’ ἀμφοτέρων κατὰ τὸν αὐτὸν τρόπον, ἀλλ’ ἐπὶ μὲν τῆς ἐνδεχομένης δι’ ἑαυτήν, ὥστε τὸ κατηγορούμενον τινὶ μὲν ὑπάρχειν τῷ ὑποκειμένῳ τινὶ δὲ μὴ ὑπάρχειν, (ὅτε καὶ συντρέχει ἡ μερικὴ κατάφασις τῇ μερικῇ ἀποφάσει, πρὸς δὲ τὴν καθόλου κατάφασιν διαφωνεῖ), ἐπὶ δὲ τῆς ἀναγκαίας οὐκέτι δι’ ἑαυτὴν ἀλλὰ διὰ τὴν καθόλου· διὸ καὶ οὐ συντρέχει τότε τῇ μερικῇ ἀποφάσει· τὸ γὰρ ‘τὶς ἄνθρωπος ζῷον’ διὰ τὸ πᾶς ἀληθές, οὐκέτι μέντοι τὸ οὐ πᾶς ἀληθές, ὥσπερ ἐπὶ τῆς ἀδυνάτου διὰ τὴν καθόλου κατάφασιν ψευδομένην καθ’ ὅλην ἑαυτὴν καὶ ἡ μερικὴ κατάφασις ψευδής, ὡς ὅταν εἴπωμεν ‘τὶς ἄνθρωπος πτερωτός’· οὐδὲ γὰρ αὕτη δι’ ἑαυτὴν ψευδής. τὸν αὐτὸν οὖν τρόπον καὶ τῆς καθόλου ἀποφάσεως κατὰ μόνην τὴν ἀδύνατον ὕλην ἀληθευούσης τὴν μερικὴν ἀπόφασιν ἐπὶ δύο ὑλῶν ἀληθεύειν ἀνάγκη, τῆς τε ἐνδεχομένης καὶ μήτε συμφυοῦς μήτε παντελῶς ἀλλοτρίας (ὥστε καὶ δι’ ἑαυτὴν ἔσται ἀληθὴς καὶ συντρέχει τῇ μερικῇ καταφάσει, διαφωνήσει δὲ πρὸς τὴν καθόλου ἀπόφασιν) καὶ ἔτι τῆς ἀδυνάτου, καθ’ ἣν συνέσεται μὲν τῇ καθόλου ἀποφάσει ἅτε δι’ ἐκείνην ἔχουσα τὸ ἀληθεύειν, διαφωνήσει δὲ πρὸς τὴν μερικὴν κατάφασιν. περὶ μὲν οὖν τούτων πλείω τῆς ἀξίας ἐνδιατέτριφεν ὁ λόγος, ὅλως δὲ περὶ αὐτῶν τῶν ἀποφατικῶν προσδιορισμῶν, ὅσα γλαφυρωτέραν ἔχοντα θεωρίαν ὁ φιλόσοφος παραδίδωσι Πορφύριος, πειραθῶμεν εἰπεῖν, προσεπινοοῦντες εἴ τι δυνάμεθα καὶ αὐτοὶ πρὸς τὴν σαφεστέραν περὶ αὐτῶν διδασκαλίαν. Ἀπορήσειε γὰρ ἄν τις πῶς ἐκ τῶν προσδιωρισμένων καταφάσεων τὰς ἀποφάσεις ποιοῦντες οὐ τοῖς κατηγορουμένοις, ὥσπερ ἔμπροσθεν ἠξιοῦμεν, συντάττομεν τὰς ἀρνήσεις ἀλλ’ αὐτοῖς τοῖς προσδιορισμοῖς, οἳ γίνονται μέρη τῶν ὑποκειμένων, οὐ τῶν καθ’ αὑτοὺς λεγομένων ἀλλὰ τῶν ὥσπερ εἰδοποιηθέντων ὑπ’ αὐτῶν,2 κατηγοροῦνται δὲ οὐδαμῶς, εἴ γε ὑποκείμενον μέν ἐστι περὶ οὗ ὁ λόγος, κατηγορούμενον δὲ τὸ περὶ ἐκείνου λεγόμενον· ἀποφαινόμεθα γὰρ περὶ παντὸς ἀνθρώπου ὅτι ζῷόν ἐστιν, οὐ μὴν ὅτι ἄνθρωπος πᾶν ζῷόν ἐστι (τοῦτο γοῦν καὶ ψεῦδος καὶ ἀδύνατον ὀλίγον ὕστερον ἀποδειχθήσεται), καὶ περὶ τοῦ τινὸς ἀνθρώπου ὅτι λευκός ἐστιν, οὐ μὴν ὅτι τὸ λευκὸν τὶς ἄνθρωπός ἐστι. πῶς οὖν οὐ φαμεν ἀπόφασιν τῆς ‘πᾶς ἄνθρωπος περιπατεῖ’ τὴν ‘πᾶς οὐ περιπατεῖ’ ἀλλὰ τὴν ‘οὐ πᾶς περιπατεῖ’, καὶ τῆς ‘τὶς περιπατεῖ’ τὴν ‘τὶς οὐ περιπατεῖ’ ἀλλὰ τὴν ‘οὐδεὶς περιπατεῖ’, καὶ τοῦτο τὸ οὐδεὶς ποίαν ποτὲ δύναμιν ἔχει, λεκτέον. ἄνωθεν οὖν πρὸς τὴν ἀπορίαν ἀπαντῶντες ἐροῦμεν κατὰ τοὺς πρότερον παραδεδομένους κανόνας τῷ κυριωτέρῳ πανταχοῦ τῆς προτάσεως μέρει δεῖν προσάγεσθαι τὰς ἀρνήσεις, ἵνα τὰς ἀποφάσεις ποιήσωμεν· ἐπὶ μὲν οὖν τῶν καθ’ ἕκαστα προτάσεων καὶ τῶν ἀπροσδιορίστων κυριώτερον ὁρῶντες τὸ κατηγορούμενον τοῦ ὑποκειμένου καὶ τούτου κυριώτερον οὐδὲν εὑρίσκοντες ἐν ταῖς τοιαύταις προτάσεσιν, εἰκότως αὐτῷ προσήγομεν τὸ ἀποφατικὸν μόριον, ἐπὶ δέ γε τῶν προσδιωρισμένων τὸ κυριώτατόν ἐστιν ὁ προσδιορισμός· διὸ καὶ ἐντεῦθεν ἡ πρότασις ὀνομάζεται προσδιωρισμένη· καὶ γὰρ εἰ συντάττονται τοῖς ὑποκειμένοις οἱ προσδιορισμοὶ καὶ γίνονται αὐτῶν, ὡς εἴρηται, μέρη, ἀλλ’ ἐφάπτονταί πως καὶ τῶν κατηγορουμένων δηλοῦντες εἴτε ἑνὶ τῶν ὑπὸ τὸ ὑποκείμενον εἴτε πᾶσιν ὑπάρχει τὸ κατηγορούμενον, ἐπειδὴ τὸ πλείοσι μὲν μὴ πᾶσι δὲ περιορίσαι δίχα τοῦ τὸν ἀριθμὸν προσθεῖναι οὐκ ἔστι.3
为了更彻底地解决他们的疑难,应当说特称否定在特称性本身上具有与特称肯定相近的效力;因此,无论特称肯定在真实性方面处于何种状况——无论是作为始终与特称否定相随,还是并非如此——显而易见,特称否定也将具有同样的方式。既然肯定类似于某种具有,而否定类似于缺失,且具有比缺失更为可知,那么就必须从作为更为可知的肯定出发来考察关于否定的情况。 那么,在全称肯定仅在必然质料中为真时,我们看到特称肯定在两种质料中为真,即这一必然质料与可能质料,但这并非在两种质料中以同样的方式,而是在可能质料中是由于其自身,以致谓词属于主词的某些事物而不属于某些事物(此时特称肯定也与特称否定相随,而与全称肯定不一致),但在必然质料中不再是由于其自身,而是由于全称命题;因此此时它并不与特称否定相随;因为“某个人是动物”之所以为真,是由于“每个”,然而“并非每个”不再为真,正如同在不可能质料中由于全称肯定在其自身全体上为假,特称肯定也为假一样,正如当我们说“某个人是有翼的”时;因为这也不是由于其自身为假。那么以同样的方式,在全称否定仅在不可能质料中为真时,特称否定必然在两种质料中为真:既在既非同生又非完全相异的可能质料中为真(以致它既由于其自身而为真,又与特称肯定相随,而与全称否定不一致),又在不可能质料中为真,在不可能质料中它将伴随全称否定,因为它由于全称否定而获得其真实性,但与特称肯定不一致。 关于这些事,我们的讨论停留的时间已经超过了它们应得的限度;但对于否定限定辞本身,凡哲学家波菲利所传授的包含更为精妙理论的内容,让我们试着予以陈述,并加上我们自己所能想出的任何有助于对它们作出更清晰阐释的内容。 因为有人可能会感到疑难:我们在从带限定辞的肯定命题构造否定命题时,为何不像我们此前要求的那样将否定连接于谓词,而是连接于限定辞本身——这些限定辞成为了主词的部分,不是就其自身而言被言说的主词的部分,而是犹如被它们所种化了的主词的部分,并且它们决不是谓词,如果主词确实是陈述所围绕的对象,而谓词是关于那个对象所言说的事物的话;因为我们关于每一个人断言他是动物,但绝不断言人是每一种动物(这无论如何既是假的又是不可能的,不久之后将得到证明),并且关于某个人断言他是白的,但绝不断言白物是某个人。那么,为什么我们不说“每个人都在散步”的否定是“每个人都不在散步”,而是“并非每个人都在散步”,不说“某人在散步”的[否定]是“某人不在散步”,而是“没有人散步”,以及这“没有人”究竟具有何种效力,这都必须予以说明。 那么,从根本上回答这一疑难,我们将说:根据先前传授的规则,为了构造否定命题,必须在命题中无例外地将否定加于更为主要的部分。在个别命题和无限定命题中,鉴于谓词比主词更主要,且在这些命题中找不到比谓词更主要的东西,我们理所当然地把否定虚词加于谓词;然而在带限定辞的命题中,最主要的东西则是限定辞;因此命题也正是由此被称为带限定辞的。因为即使限定辞与主词连结并如前所述成为它们的部分,但它们也以某种方式触及谓词,表明谓词属于主词下的单一事物还是全部事物,因为若不加上具体的数,就不可能限定其属于较多数却不属于全部事物。
- 1.19ὅπως ἂν οὖν ἔχῃ ἀληθείας
动词 ἔχω 与表示状态/相关方面的属格 ἀληθείας 连用,意为“无论在真实性方面处于何种状况”。
- 1.19τῶν καθ’ αὑτοὺς λεγομένων ἀλλὰ τῶν ὥσπερ εἰδοποιηθέντων ὑπ’ αὐτῶν
此处修饰中性复数名词 ὑποκειμένων,却使用了阳性宾格代词 αὑτούς,这或是受前文阳性词 προσδιορισμοί(限定辞)的牵引,或是按意义指代具体主词。在句法上它与后文对举,表示“不是就其自身(不带限定辞)被言说的主词的部分,而是犹如被它们所种化了的主词的部分”。
- 1.19τὸ πλείοσι μὲν μὴ πᾶσι δὲ περιορίσαι δίχα τοῦ τὸν ἀριθμὸν προσθεῖναι οὐκ ἔστι
主语是带冠词不定词短语 τὸ ... περιορίσαι,谓语是 οὐκ ἔστι(是不可能的)。与格 πλείοσι 和 πᾶσι 作为限制或指涉与格,隐含谓词之属于:“若不加上具体的数,要把[属于]限定为较多数却非全部是不可能的”。
