- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:89.12-90.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
安莫尼乌阐明了特称量词的肯定与否定形式及其对物种与个体的适用关系,提出了依主词划分的四种命题形式(单称、不定、全称、特称),并通过谓词动词的三种时态将其扩充为十二种命题对立形式。
καὶ τῶν μερικῶν πάλιν ὁ μὲν καταφατικὸς ὁ δὲ ἀποφατικός· καταφατικὸς μὲν ὁ τίς, οἷον ‘τὶς ἄνθρωπος λευκός,’ σημαίνων ὅτι τὸ κατηγορούμενον ἑνί γέ τινι τῶν ὑπὸ τὸ ὑποκείμενον ἀτόμων ὑπάρχει, ἀποφατικὸς δὲ ὁ οὐ πᾶς, οἷον ‘οὐ πᾶς ἄνθρωπος δίκαιος,’ ἀναιρετικὸς ὢν τοῦ πᾶς καὶ σημαίνων ὡς οὐκ ἀληθὲς τὸ πᾶσι τοῖς ὑπὸ τὸ ὑποκείμενον ἀτόμοις τὸ κατηγορούμενον ὑπάρχειν. οὐ μόνον μέντοι ἐπὶ ἀτόμων ποιοῦνται τοὺς εἰρημένους ἀφορισμοὺς οἱ προσδιορισμοί, ἀλλ’ εἴπερ τύχοι γένος ὂν τὸ ἐν τῇ προτάσει ὑποκείμενον, προηγουμένως μὲν ἁρμόσουσιν ἐπὶ τῶν ὑπὸ τὸ γένος ἐκεῖνο ἀναφερομένων εἰδῶν, ὅταν οὐσιῶδές τι ᾖ τὸ κατ’ αὐτοῦ κατηγορούμενον, κατὰ δεύτερον δὲ λόγον καὶ τῶν ὑπὸ τὰ εἴδη ἐκεῖνα ἀτόμων, ἐπεὶ οὐδὲ ἄλλως μετέχειν τὰ ἄτομα τοῦ γένους δυνατόν, εἰ μὴ διὰ μέσων τῶν οἰκείων εἰδῶν. ὅταν οὖν εἴπωμεν ‘πᾶν ζῷον οὐσία’ ἢ ‘τὶ ζῷον πτηνόν’, ἐπεὶ κατ’ οὐσίαν τοῖς ὑποκειμένοις τὰ κατηγορούμενα ὑπάρχει, τὴν μὲν οὐσίαν προηγουμένως κατηγορεῖσθαι φήσεις πάντων ἁπλῶς τῶν εἰδῶν τοῦ ζῴου, τὸ δὲ πτηνὸν τῶν μετέχειν αὐτοῦ πεφυκότων,1 καὶ δι’ ἐκεῖνα τῶν ὑπὸ τὰ εἴδη ἀτόμων. ἐνίοτε δὲ περὶ μόνων εἰδῶν ποιούμεθα τὴν ἀπόφανσιν, ὡς ὅταν εἴπωμεν πᾶν εἶδος τοῦ ποσοῦ τοῦ συνεστῶτος ἐκ θέσιν ἐχόντων τῶν μορίων καὶ τοῦ συνεχοῦς ἐστιν εἶδος’ ἢ ‘πᾶν φυσικὸν εἶδος ἐν τῷ κόσμῳ ἔχει τὴν οἰκείαν ὑπόστασιν.’ δῆλον δὲ ὅτι τὰ συμβεβηκότα ἐπεισοδιώδη τε ὄντα καὶ πεφυκότα τῷ αὐτῷ ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν τῶν μὲν ἀτόμων προηγουμένως ἐροῦμεν κατηγορεῖσθαι παντοδαπῶς κατά τε ταῦτα καὶ κατὰ τὴν οὐσίαν μεταβάλλεσθαι πεφυκότων, οὐ μέντοι κυρίως τῶν εἰδῶν τῶν οὐδὲ τὴν ἀρχὴν διὰ τὴν ἀσώματον καὶ ἄτρεπτον ἑαυτῶν φύσιν μετέχειν αὐτῶν δυναμένων. Εἰ μὲν οὖν μηδεὶς τῶν προσδιορισμῶν προσκέοιτο τῷ ὑποκειμένῳ, λέγεται ἡ πρότασις ἀπροσδιόριστος, οἷον ‘ἄνθρωπος ὑγιαίνει,’ εἰ δὲ προσδιορισμόν τινα ἔχει, λέγεται ἡ πρότασις προσδιωρισμένη. ἀλλ’ εἰ μὲν τῶν καθόλου εἴη ὁ προσδιορισμός, λέγεται καθόλου, εἰ δὲ τῶν μερικῶν, μερική. ἀναφαίνονται οὖν ἡμῖν ἐκ τῆς διαιρέσεως τοῦ ὑποκειμένου τέτταρα εἴδη τῶν ἐν προτάσεσιν ἀντιθέσεων, τῶν καθ’ ἕκαστα, τῶν ἀπροσδιορίστων, τῶν καθόλου ἤτοι καθόλου ὡς καθόλου (καλοῦσι γὰρ αὐτὰς καὶ οὕτως διακρίνοντες τῶν ἄλλων τῶν ὁμοίως ταύταις ὑποκειμένῳ καθόλου χρωμένων τῷ ἐπὶ τούτων συντετάχθαι τοὺς καθόλου προσδιορισμοὺς τοῖς καθόλου ὑποκειμένοις),2 καὶ ἐπὶ ταύταις τῶν μερικῶν ἤτοι καθόλου ὡς μερικῶν (ἔχουσι γὰρ αὗται τοὺς μερικοὺς προσδιορισμοὺς συντεταγμένους τοῖς καθόλου ὑποκειμένοις, διὸ καὶ οὕτω προσαγορεύονται· διαφέρουσι δὲ τῶν καθ’ ἕκαστα αἱ μερικαὶ τῷ τὰς μὲν καθ’ ἕκαστα ἐπί τινος ἑνὸς ὡρισμένου ποιεῖσθαι τὴν ἀπόφανσιν, οἷον Σωκράτους, τὰς δὲ μερικάς, εἰ καὶ πρὸς ἕν τι βλέπουσαι ἀποφαίνοιντο, μηδὲν ὡρισμένον σημαίνειν ἀλλ’ ἐπί τινος τοῦ τυχόντος δύνασθαι ἀληθεύειν,3 ὡς ὅταν εἴπωμεν ‘τὶς ἄνθρωπος δίκαιός ἐστιν’· οὐδὲν γὰρ μᾶλλον Σωκράτους χάριν ἀληθεύει ἡ πρότασις ἢ Πλάτωνος ἢ Ἀριστείδου· διόπερ ὀρθῶς ὁ Θεόφραστος τὴν μὲν καθ’ ἕκαστα ὡρισμένην καλεῖ τὴν δὲ μερικὴν ἀόριστον), καὶ ἀντιδιαιρεῖται πρὸς μὲν τὴν ἁπλῶς καθόλου ἡ καθ’ ἕκαστα, πρὸς δὲ τὴν καθόλου ὡς καθόλου ἡ μερική. Τοιαύτη μὲν οὖν ἡ ἀπὸ τοῦ ὑποκειμένου τῶν προτάσεων διαίρεσις· ἀπὸ δέ γε τοῦ κατηγορουμένου ταῦτα πάντα τὰ τέτταρα εἴδη τριπλασιάζεσθαι ῥητέον· ἐπεὶ γὰρ ἀνάγκη τὸν κατηγορούμενον ῥῆμα εἶναι, τὸ δὲ ῥῆμα προσσημαίνειν ἐλέγομεν χρόνον, ὁ δὲ χρόνος λαμβάνεται τριχῶς, κατὰ τὸ παρεληλυθὸς τὸ ἐνεστὸς τὸ μέλλον, δῆλον ὅτι τῶν τεττάρων εἰδῶν τῶν προτάσεων ἕκαστον τριχῶς ποικίλλειν ἀπὸ τοῦ κατηγορουμένου δυνατόν, οἷον ἐπὶ τῶν καθ’ ἕκαστα λέγοντας ‘Σωκράτης ὑγίανε’ ‘Σωκράτης ὑγιαίνει’ ‘Σωκράτης ὑγιανεῖ’, ὥστε διὰ τοῦτο δώδεκα γίνεσθαι τὰ τῶν ἐν προτάσεσιν ἀντιθέσεων εἴδη· ὅτι γάρ ποτε καὶ παρὰ τοὺς χρόνους γίνεταί τις τῶν προτάσεων διαφορά, διδάσκοντος ἀκουσόμεθα τοῦ Ἀριστοτέλους.
而在特称量词中,同样是一个为肯定,另一个为否定:肯定的是“某一个”,例如“某个人是白的”,表示该谓词至少属于该主词之下的某一个个体分子;否定的是“并非每一个”,例如“并非每个人都是公正的”,它取消了“每一个”,并表示“该谓词属于该主词之下所有的个体分子”这一说法不是真实的。然而,量词不仅对个体分子作出上述限定,而且如果命题中的主词恰好是一个属,当关于它所述说的内容是某种本质性的东西时,量词将首要地适用于归属于该属之下的各物种,其次在次要意义上也适用于处于那些物种之下的各个个体分子,因为若不通过各自物种的中介,个体分子绝不可能以别的方式分有该属。因此,当我们说“凡动物皆实体”或“某种动物有翅膀”时,既然谓词依本质属于主词,你就会说,实体首要地无条件述说于动物的一切物种,而有翅膀则述说于天生能分有它的物种,并经由那些物种而述说于物种之下的个体分子。但有时我们仅对物种本身作出断言,例如当我们说“由具有位置的部分所构成的量的每一物种,也是连续量的物种”,或者“每一个自然的物种在宇宙中都拥有其固有的存立”。显然,那些附随的、天生能属于同一事物也能不属于同一事物的偶性,我们将说它们首要地述说于个体分子,因为个体分子天生在这些方面以及在实体方面以各种方式发生变化,但决非严格述说于物种,因为物种由于其自身非物体性且不可变异的本性,从一开始就根本不能分有它们。 因此,如果没有任何量词附加于主词,该命题就被称为不定命题,例如“人是健康的”;如果它带有某种量词,该命题就被称为限定命题。但如果该量词属于全称量词,就被称为全称命题;如果属于特称量词,就被称为特称命题。于是,从主词的划分中向我们显现出命题中对立的四种形式:单称命题的对立、不定命题的对立、全称命题亦即“作为全称的全称命题”的对立(因为人们也将它们这样称呼,以区别于同样使用全称主词的其他命题,其原因在于全称量词在这些命题中与全称主词相结合),此外还有特称命题亦即“作为特称的全称命题”的对立(因为这些命题带有与全称主词相结合的特称量词,故而也如此得名;而特称命题与单称命题的区别在于,单称命题是针对某一个确定的事物作出断言,例如苏格拉底,而特称命题即使是在着眼于某一个事物作出断言时,也不表示任何确定的事物,而是能够对任何任意的事物为真,正如当我们说“某个人是公正的”时;因为该命题并不因苏格拉底而比因柏拉图或阿里斯提德更为真;因此泰奥弗拉斯托斯把单称命题称为‘确定的’,而把特称命题称为‘不定的’,是十分正确的),并且单称命题与单纯的全称命题相对立划分,特称命题则与作为全称的全称命题相对立划分。 命题从主词而来的划分便是如此;然而从谓词来看,必须说所有这四种形式都被增加为三倍;因为既然谓词必然是动词,而我们说过动词附带表示时间,且时间按过去、现在、未来三种方式被理解,那么显然命题的四种形式中的每一种都可以从谓词出发按三种方式进行变奏,例如在单称命题上说“苏格拉底曾健康”、“苏格拉底正健康”、“苏格拉底将健康”,以致由此命题中对立的形式变成了十二种;因为有时随着时间的不同,命题也会产生某种差异,我们将在听闻亚里士多德的讲授时明白这一点。
- 1.19τὸ δὲ πτηνὸν τῶν μετέχειν αὐτοῦ πεφυκότων
此处省略了前句的主动词与不定词 κατηγορεῖσθαι φήσεις,构成 τὸ δὲ πτηνὸν [κατηγορεῖσθαι φήσεις] τῶν μετέχειν αὐτοῦ πεφυκότων [εἰδῶν] 的省略结构。属格 τῶν ... πεφυκότων 作为 κατηγορεῖσθαι 的宾格性属格,表示述说的对象(关于……而述说)。
- 1.19τῷ ἐπὶ τούτων συντετάχθαι τοὺς καθόλου προσδιορισμοὺς τοῖς καθόλου ὑποκειμένοις
带定冠词的完成时不定词与格 τῷ συντετάχθαι 是修饰分词 διακρίνοντες(区分)的表示原因或依据的与格短语,意为“因在这些命题中全称量词与全称主词相结合[而将它们区别开来]”。
- 1.19τῷ τὰς μὲν καθ’ ἕκαστα ἐπί τινος ἑνὸς ὡρισμένου ποιεῖσθαι τὴν ἀπόφανσιν, τὰς δὲ μερικάς, εἰ καὶ πρὸς ἕν τι βλέπουσαι ἀποφαίνοιντο, μηδὲν ὡρισμένον σημαίνειν ἀλλ’ ἐπί τινος τοῦ τυχόντος δύνασθαι ἀληθεύειν
这一长句接在 διαφέρουσι δὲ τῶν καθ’ ἕκαστα αἱ μερικαὶ(特称命题与单称命题的区别在于)之后,表明区分的依据。与格冠词 τῷ 统辖着由 μέν 和 δέ 相对立的两个带宾格主语的不定词从句(τὰς μὲν ... ποιεῖσθαι 与 τὰς δὲ μερικάς ... σημαίνειν / δύνασθαι)。
