← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§88.1-89.12

基于主词与关系划分命题的原则

阿摩尼奥斯阐述了基于命题的三大要素(主词、谓词以及二者之间的关系)划分命题的原则。在解释了基于关系的模态(“质料”)三分法(必然、不可能、偶然)之后,他详细讨论了基于主词的划分(个称与全称,以及四个量词)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19#2

ὥστε περὶ τὸ αὐτὸ ὑποκείμενον δύο γίνονται ἀντιφάσεις, μία μὲν ὡς ὡρισμένῳ αὐτῷ χρωμένη, ἑτέρα δὲ ὡς ἀορίστῳ. Τούτων οὖν οὕτως ἐχόντων ἑξῆς ἐπισκεψώμεθα τὰς διαιρέσεις, ἀφ’ ὧν οἷόν τε τὸν ἀριθμὸν τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων ἑλεῖν, καὶ πρότερον τὰς γινομένας ἐν αὐταῖς ἀντιφάσεις ἀριθμήσωμεν· φανερὸν γὰρ ὅτι αἱ προτάσεις διπλασίους ἔσονται τῶν ἀντιφάσεων. ἐπεὶ οὖν αἱ προτάσεις αὗται δύο τε μόνον ὅρους ἔχουσι, τὸν ὑποκείμενον καὶ τὸν κατηγορούμενον, καὶ ἔτι τὴν σχέσιν τοῦ κατηγορουμένου πρὸς τὸν ὑποκείμενον καὶ οὐδὲν ἄλλο παρὰ ταῦτα, πᾶσα ἀνάγκη καὶ τὰς διαιρέσεις αὐτῶν ἢ ἀπὸ μόνου γίνεσθαι τοῦ ὑποκειμένου ἢ ἀπὸ μόνου τοῦ κατηγορουμένου ἢ ἀπὸ τῆς σχέσεως τοῦ κατηγορουμένου πρὸς τὸν ὑποκείμενον. λέγω δὲ σχέσιν καθ’ ἣν ὁ κατηγορούμενος ἢ ἀεὶ ὑπάρχει τῷ ὑποκειμένῳ, ὡς ὅταν εἴπωμεν τὸν ἥλιον κινεῖσθαι ἢ τὸν ἄνθρωπον ζῷον εἶναι, ἢ οὐδέποτε ὑπάρχει, ὡς ὅταν εἴπωμεν τὸν ἥλιον ἑστάναι ἢ τὸν ἄνθρωπον πτερωτὸν εἶναι, ἢ ποτὲ μὲν ὑπάρχει ποτὲ δὲ οὐχ ὑπάρχει, ὡς ὅταν εἴπωμεν τὸν Σωκράτην βαδίζειν ἢ ἀναγινώσκειν. ταύτας δὲ τὰς σχέσεις καλοῦσιν, οἷς ἐμέλησε τῆς τούτων τεχνολογίας, τῶν προτάσεων ὕλας, καὶ εἶναι αὐτῶν φασι τὴν μὲν ἀναγκαίαν τὴν δὲ ἀδύνατον τὴν δὲ ἐνδεχομένην.1 καὶ τούτων μὲν τῶν ὀνομάτων ἡ αἰτία προφανής, ὅλως δὲ καλέσαι τὰς σχέσεις ταύτας ὕλας ἠξίωσαν, ὅτι τοῖς ὑποκειμένοις ταῖς προτάσεσι πράγμασι συναναφαίνονται καὶ οὐκ ἀπὸ τῆς ἡμετέρας οἰήσεως ἢ κατηγορίας ἀλλ’ ἀπ’ αὐτῆς τῆς τῶν πραγμάτων λαμβάνονται φύσεως· τὸ γὰρ οὕτως ἔχον ὡς ἀεὶ ὑπάρχειν φαμὲν τὴν ἀναγκαίαν ὕλην ποιεῖν, καὶ τὸ ἀεὶ μὴ ὑπάρχον τὴν ἀδύνατον, καὶ τὸ ἐπαμφοτερίζον κατὰ τὸ ὑπάρχειν ἢ μὴ ὑπάρχειν τὴν ἐνδεχομένην. ἐπεὶ οὖν τὰ πράγματα ταῖς προτάσεσιν ὑπόκεινται, τὸ δὲ ὑποκείμενον πανταχοῦ ἢ ὕλην εἶναί φαμεν ἢ ὕλης λόγον ἔχειν πρὸς ἐκεῖνο ᾧ ὑπόκειται, διὰ τοῦτο ὕλας αὐτὰς προσαγορεύειν ἠξίωσαν. Ἡ μὲν οὖν ἀπὸ τοῦ ὑποκειμένου διαίρεσις τοῦτον γίνεται τὸν τρόπον· ὁ ὑποκείμενος ἐν τῇ προτάσει ἤτοι καθ’ ἕκαστά ἐστιν ἢ καθόλου. καὶ ἔστιν ἄμεσος ἡ διαίρεσις· μίαν μὲν γάρ, ὡς ἐλέγομεν, εἶναι χρὴ φύσιν τὴν ὑπὸ τοῦ ὑποκειμένου σημαινομένην, καθάπερ καὶ τὴν ὑπὸ τοῦ κατηγορουμένου, εἴπερ μέλλοι μία ὄντως εἶναι ἡ πρότασις. ταύτην δὲ τὴν μίαν φύσιν ἀναγκαῖον ἤτοι κατά τινων πλειόνων κατηγορεῖσθαι ἢ καθ’ ἑνὸς μόνου. καὶ εἰ μὲν εἴη τῶν καθ’ ἑνὸς μόνου κατηγορουμένων τὸ ὡς ὑποκείμενον παραληφθὲν οἷον Σωκράτης ἢ Πλάτων, δῆλον ὅτι καθ’ ἕκαστα ἔσται ἡ πρότασις, εἰ δὲ τῶν κατὰ πλειόνων οἷον ἄνθρωπος ἢ ζῷον, καθόλου· καὶ παρὰ ταῦτα οὐκ ἔστιν. εἰ δὲ καθόλου εἴη, ἀναγκαῖον αὐτὸν ἤτοι δίχα προσδιορισμοῦ λέγεσθαι ἢ μετὰ προσδιορισμοῦ. προσδιορισμοὶ δὲ λέγονται προσρήματά τινα τὰ συνταττόμενα τοῖς ὑποκειμένοις2 καὶ δηλοῦντα ὅπως ἔχει τὸ κατηγορούμενον πρὸς τὸ πλῆθος τῶν ἀτόμων τῶν ὑπὸ τὸ ὑποκείμενον, εἴτε ὡς ὑπάρχον εἴτε ὡς μὴ ὑπάρχον λαμβάνοιτο· διὸ καὶ τέτταρές εἰσι τὸν ἀριθμόν, πᾶς καὶ οὐδείς, τίς καὶ οὐ πᾶς, δύο μὲν καθόλου ὁ πᾶς καὶ ὁ οὐδείς, δύο δὲ μερικοὶ ὁ τίς καὶ ὁ οὐ πᾶς. καὶ τῶν καθόλου ὁ μὲν καταφατικὸς ὁ πᾶς, οἷον ‘πᾶς ἄνθρωπος ζῷον,’ σημαίνων ὡς πᾶσι τοῖς ἀτόμοις τοῖς ὑπὸ τὸν ἄνθρωπον ὑπάρχει τὸ ζῷον, ὁ δὲ ἀποφατικὸς ὁ οὐδείς, οἷον ‘οὐδεὶς ἄνθρωπος πτερωτός,’ σημαίνων ὡς οὐδενὶ τῶν καθ’ ἕκαστα ἀνθρώπων τὸ κατηγορούμενον ὑπάρχει.

因此,围绕同一主词会产生两个矛盾对立,一个将其用作确定的,另一个则用作不定的。既然这些情况如此,接下来让我们考察划分,通过这些划分便能够把握由主词和谓词构成的命题的数量;且让我们先计算在它们之中产生的矛盾对立,因为显然命题的数量将是矛盾对立的两倍。既然这些命题仅有两个项,即主词和谓词,此外还有谓词对主词的关系,而除这些之外别无他物,那么它们的划分完全必然地要么仅依主词进行,要么仅依谓词进行,要么依谓词对主词的关系进行。我所谓关系,是指谓词依其要么始终属于主词(如当我们说太阳在运动或人是动物时),要么绝不属于主词(如当我们说太阳静止或人长有翅膀时),要么有时属于有时不属于(如当我们说苏格拉底在散步或在阅读时)。而那些关心这些事项的专门学问的人,将这些关系称为命题的质料,并称它们中一种是必然的,一种是不可能的,一种是偶然的。这些名称的理由是显而易见的;但他们之所以认为应当将这些关系通称为质料,是因为它们与处于命题之下的事物一同显现,且不是取自我们的意见或谓述,而是取自事物的本性本身;因为我们说,处于始终属于状态的构成必然质料,始终不属于的构成不可能质料,而在属于与不属于之间摇摆不定的则构成偶然质料。既然事物作为底层处于命题之下,而我们说在任何地方,底层要么是质料,要么相对于它所处于其下的对象具有质料的意义,因此他们认为应当将它们称作质料。 依主词进行的划分是这样产生的:命题中的主词要么是个称的,要么是全称的。并且这一划分是没有中间项的;因为正如我们所说,命题若真要是单一的,由主词所表示的本性就必须是单一的,正如由谓词所表示的本性也是单一的那样。而这一单一本性必然要么述说于较多的事物,要么仅述说于单一的事物。如果作为主词被采用的是属于仅述说于单一事物的事物,例如苏格拉底或柏拉图,显然该命题将是个称的;如果是属于述说于较多事物的事物,例如人或动物,则是全称的;此外再无别的可能。但如果〔主词〕是全称的,它就必然要么不带量词[限定词]而被陈述,要么带有量词而被陈述。所谓的量词,是指那些与主词连用、并表示无论谓词被理解为属于还是不属于,它相对于主词之下的个体分子的多数具有何种关系的附加词;因此它们在数目上也是四个:“每一个”、“没有一个”、“某一个”以及“并非每一个”;其中两个是全称的,即“每一个”和“没有一个”,两个是特称的,即“某一个”和“并非每一个”。在全称的量词中,肯定的是“每一个”,例如“每一个人是动物”,表示动物属于人之下所有的个体分子;而否定的是“没有一个”,例如“没有一个人长有翅膀”,表示该谓词不属于任何个别的人。

语法注3 条
  1. 1.19καὶ εἶναι αὐτῶν φασι τὴν μὲν ἀναγκαίαν τὴν δὲ ἀδύνατον τὴν δὲ ἐνδεχομένην

    由 φασί 支配的宾格不定式结构。αὐτῶν 为部分属格,意为“在它们(即诸关系)之中”;不定式 εἶναι 的主语宾格为主词分述项 τὴν μέν、τὴν δέ 与 τὴν δέ(指代阴性名词 σχέσεις)。

  2. 1.19προσδιορισμοὶ δὲ λέγονται προσρήματά τινα τὰ συνταττόμενα τοῖς ὑποκειμένοις

    被动语态动词 λέγονται 带有的双主格结构。προσδιορισμοί 为句法主语,带有不定代词的 προσρήματά τινα 作表语主格,定冠词分词短语 τὰ συνταττόμενα... 则作为同格定语对其进行限定修饰。

  3. 1.19πρὸς τὸν ὑποκειμένων

    文本中的 ὑποκειμένων 系抄写讹误;在句法上,受介词 πρός 支配且与前文的 τὸν ὑποκείμενον 平行,应按单数阳性宾格 τὸν ὑποκείμενον 理解。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:88.1-89.12