- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:86.11-88.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节引出亚里士多德《解释篇》第7章(17a38)关于全称与个称之区分以及全称断言之相反对立的引文,开启对由主词和谓词构成的命题之考察,并论证了在由肯定命题构成否定命题时,否定小词为何必须加在谓词而非主词上。
" Ἐπεὶ δέ ἐστι τὰ μὲν καθόλου τῶν πραγμάτων τὰ δὲ καθ’ ἕκαστον (λέγω δὲ καθόλου μὲν ὃ ἐπὶ πλειόνων πέφυκε κατηγορεῖσθαι, καθ’ ἕκαστον δὲ ὃ μή, οἷον ἄνθρωπος μὲν τῶν καθόλου, Καλλίας δὲ τῶν καθ’ ἕκαστον), ἀνάγκη δὲ ἀποφαίνεσθαι1 ὡς ὑπάρχει τι ἢ μὴ ὁτὲ μὲν τῶν καθόλου τινὶ ὁτὲ δὲ τῶν καθ’ ἕκαστον, ἐὰν μὲν καθόλου ἀποφαίνηται ἐπὶ τοῦ καθόλου ὅτι ὑπάρχει τι ἢ μή, ἔσονται ἐναντίαι αἱ ἀποφάνσεις (λέγω δὲ ἐπὶ τοῦ καθόλου ἀποφαίνεσθαι καθόλου οἷον ‘πᾶς ἄνθρωπος λευκός — οὐδεὶς ἄνθρωπος λευκός’), ὅταν δὲ ἐπὶ τῶν καθόλου μέν, μὴ καθόλου δέ, αὗται μὲν οὐκ εἰσὶν ἐναντίαι, τὰ μέντοι δηλούμενα ἔστιν εἶναί ποτε ἐναντία. λέγω δὲ τὸ μὴ καθόλου ἀποφαίνεσθαι ἐπὶ τῶν καθόλου οἷον ‘ἔστι λευκὸς ἄνθρωπος — οὐκ ἔστι λευκὸς ἄνθρωπος’· καθόλου γὰρ ὄντος τοῦ ἄνθρωπος οὐχ ὡς καθόλου κέχρηται τῇ ἀποφάνσει· τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνει, ἀλλ’ ὅτι καθόλου." Ἄρχεται μὲν ἐντεῦθεν τὸ δεύτερον τοῦ βιβλίου κεφάλαιον, ὅπερ ἐλέγομεν εἶναι περὶ τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων ἢ ἀποφάνσεων· δεῖ δέ γε ἡμᾶς πρὸ τῆς ἐξηγήσεως τῶν διὰ τοῦ ῥητοῦ λεγομένων θεωρῆσαι τὰ πρὸς κατανόησιν τοῦ κεφαλαίου παντὸς ἀναγκαῖα· ταῦτα δέ ἐστι πρῶτον μὲν τίνα τρόπον ἐκ τῶν καταφάσεων τούτων ποιούμεν τὰς ἀποφάσεις, ἔπειτα πῶς ἂν λάβοιμεν ἐκ διαιρέσεως ἁπάσας τὰς ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεις, ἵνα θαρροῦντες ἀποφαινώμεθα ὡς οὐκ ἂν εἴη κατὰ τοῦτο τῶν προτάσεων τὸ εἶδος ἄλλη παρὰ ταύτας πρότασις, καὶ ἐπὶ τούτοις τίνες μέν εἰσιν ἐν αὐταῖς αἱ ἀντιφατικῶς ἀλλήλαις ἀντικείμεναι, τίνες δὲ αἱ δοκοῦσαι μὲν ἀντιφάσκειν, κατὰ ἀλήθειαν δὲ οὐκ ἀντιφάσκουσαι, καὶ πῶς τὰς ἐκείνων πρὸς ἀλλήλας ἀντιθέσεις προσαγορευτέον. Ὅτι μὲν οὖν ἡ κατάφασις τὸ ἀρνητικὸν προσλαβοῦσα μόριον ἀπόφασις γίνεται, φανερόν. ποῦ δὲ τῆς καταφάσεως αὐτὸ θετέον, ἵνα τὴν ἀπόφασιν ποιήσωμεν, καὶ διὰ τί τοῦτο, διορίσασθαι χρή. φημὶ τοίνυν ὡς οὐ τῷ ὑποκειμένῳ αὐτὸ συντακτέον, ἀλλὰ τῷ κατηγορουμένῳ, πρῶτον μὲν διότι κυριώτερόν ἐστι τὸ κατηγορούμενον, ὡς εἴρηται, καὶ πρότερον τοῦ ὑποκειμένου, ὅθεν καὶ ὅλος ὁ λόγος καλεῖται κατηγορικός (βουλομένους οὖν ἡμᾶς ἀνελεῖν τὴν κατάφασιν καὶ ποιῆσαι ἀπόφασιν οὐ χρὴ τὸ ἀρνητικὸν μόριον τὸ τῆς ἀναιρέσεως αἴτιον τῷ ἀκυροτέρῳ τῶν μορίων ἐπιφέρειν ἀλλὰ τῷ κυριωτέρῳ, ἐπεὶ καὶ τῶν ζῴων μᾶλλον δὲ πάντων τῶν ἐμψύχων οὐ τὸ τυχὸν τῶν μορίων ἀναιρεθὲν ἔφθειρε τὸ ὅλον2 ἀλλά τι τῶν κυριωτέρων), ἔπειτα ὅτι τὴν κατάφασιν κατὰ τὸ λέγειν τι ὑπάρχειν ἔφαμεν χαρακτηρίζεσθαι, τοῦτο δὲ ἔτι λέγει ἡ πρότασις ἡ συντάξασα τὸ ἀρνητικὸν μόριον τῷ ὑποκειμένῳ· ὁ γὰρ εἰπὼν ‘οὐ Σωκράτης περιπατεῖ’ οὐ τὸ περιπατεῖν ἀνεῖλεν ἀπὸ τοῦ Σωκράτους, ὅπερ ἔδει ποιεῖν τὸν ἀπόφασιν εἰπεῖν προθέμενον, ἀλλ’ ἄλλον τινὰ παρὰ τὸν Σωκράτην φησὶ περιπατεῖν· πῶς οὖν ἂν εἴη ἀπόφασις τῆς ‘Σωκράτης περιπατεῖ’ ἡ μήτε περὶ τοῦ αὐτοῦ ὑποκειμένου διαλεγομένη καὶ ἄλλῳ τὸ περιπατεῖν λέγουσα ὑπάρχειν; ἀνάγκη ἄρα πρὸς τῷ κατηγορουμένῳ μόνως τιθεμένην τὴν ἄρνησιν ἀπόφασιν ποιεῖν, ὡς ἔχει ἡ λέγουσα πρότασις ‘Σωκράτης οὐ περιπατεῖ’. ἡ ἄρα ‘οὐ Σωκράτης περιπατεῖ’ ἐπειδὴ δέδεικται μὴ οὖσα ἀπόφασις, πᾶσα δὲ πρότασις ἢ ἀπόφασίς ἐστιν ἢ κατάφασις, κατάφασις ἔσται ἀόριστον ἔχουσα τὸ ὑποκείμενον (τὸ γὰρ ὄνομα τὸ ἀρνητικὸν μόριον προσλαβὸν ἀόριστον προσαγορεύομεν ὄνομα), καὶ ταύτης ἀπόφασιν κατὰ τὸν αὐτὸν λόγον εὑρήσομεν οὖσαν τὴν ‘οὐ Σωκράτης οὐ περιπατεῖ’, πρὸς τῷ κατηγορουμένῳ ἐν τῇ καταφάσει τὸ ἀρνητικὸν τιθεῖσαν μόριον.
“既然在诸事物中,有些是全称的,有些是个称的(我所谓全称,是指按其本性能够述说于较多事物的,而个称则是不能如此的,例如‘人’属于全称事物,而‘卡利亚斯’属于个称事物),而且既然断言某事物属于或不属于,有时是对于某个全称事物,有时是对于某个个称事物,这是必然的;那么,如果对于全称事物全称地断言某事物属于或不属于,这些断言便将是相反对立的(我所谓对全称事物全称地断言,例如‘所有人是白的——没有人是白的’);但当对于全称事物、却并非全称地断言时,这些断言本身并不是相反对立的,尽管所表示的事项有时可能相反。我所谓对全称事物并非全称地断言,例如‘人是白的——人不是白的’;因为尽管‘人’是全称的,但他并未把这一断言当作全称的来使用;因为‘每一个’指的并不是全称本身,而是指全称地[属于]。” 本书的第二章由此开始,我们曾说过这一章是关于由主词和谓词组成的命题或断言的;而在解释文本字句所说的事项之前,我们必须考察理解整章所必需的事项:首先是我们以何种方式由这些肯定命题作出否定命题;其次是我们如何能通过划分而获得所有由主词和谓词构成的命题,以便我们能满怀把握地断言在这一类命题中除了这些之外不可能有别的命题;在此之外,还有在它们之中哪些是相互矛盾对立的,哪些是看起来相互矛盾但按实情并不矛盾的,以及应当如何称呼它们相互之间的对立。肯定命题加上否定小词便成为否定命题,这固然是显而易见的。但是为了作出否定命题,应当把它置于肯定命题的何处,以及为何如此,则必须予以规定。因此我说,不应当将它与主词连用,而应当与谓词连用:第一,因为正如已经说过的,谓词比主词更具支配性,且先于主词(整句话也因此被称为谓述性的[直言的]);所以,我们既然希望取消肯定命题并作出否定命题,就不应当将作为取消之原因的否定小词加在各部分中较不具支配性的部分上,而应当加在更具支配性的部分上(因为在动物、或者说在一切有灵魂的事物中,也不是随便哪一个部分被取消就会毁坏整体,而是更具支配性的某个部分被取消才会导致毁坏);其次,因为我们说过,肯定命题的特征在于说某事物属于,而将否定小词连于主词的命题依然在这样说;因为说了“非苏格拉底在散步”的人,并没有从苏格拉底身上取消散步(而这本是打算说出否定命题的人应当做的),而是说苏格拉底之外的某个人在散步。既然如此,一个既非谈论同一主词、又说散步属于另一人的命题,怎么可能是“苏格拉底在散步”的否定命题呢?由此可见,否定唯有置于谓词旁才能构成否定命题,正如说“苏格拉底不在散步”的命题那样。因此,“非苏格拉底在散步”既然已被证明不是否定命题,而每一个命题非否定即肯定,它就将是一个具有不定名词作为主词的肯定命题(因为加上否定小词的名词我们称之为不定名词);而按照同样的道理,我们将发现它的否定命题是“非苏格拉底不在散步”,它在肯定命题中将否定小词置于谓词旁。
- 1.19ἀνάγκη δὲ ἀποφαίνεσθαι
此处的连词 δέ 在前面的 Ἐπεί 原因从句内部,将第二个前提(ἀνάγκη [ἐστὶ] ἀποφαίνεσθαι...)与第一个前提(ἐστι τὰ μὲν καθόλου...)并列连接;作为结句的主句位于随后的 ἐὰν μὲν... ἔσονται ἐναντίαι αἱ ἀποφάνσεις。
- 1.19οὐ τὸ τυχὸν τῶν μορίων ἀναιρεθὲν ἔφθειρε τὸ ὅλον
分词 ἀναιρεθέν 为表条件的副词性分词(“即使被取消”),主要动词 ἔφθειρε 并非指过去发生的特定具体事件,而是表达恒常、普遍真理的格言不定过去时(gnomic aorist),在含义上相当于现在时。
