- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:84.25-86.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯阐释了构成真正矛盾所必需的诸项条件(排除同名异义,以及关联、方面、时间、方式的同一性),并说明了亚里士多德何以仅从《辨谬篇》所详述的十三种谬误中列举同名异义作为代表,以此总结了关于断言性言语原理的讨论。
Ἵνα δὲ μὴ νομίσωμεν αὔταρκες εἶναι τὸ κατὰ μόνην τὴν λέξιν τὸν αὐτὸν εἶναι ὑποκείμενον ὅρον καὶ τὸν αὐτὸν κατηγορούμενον, τοὺς ἀκριβοῦντας ταῦτα διορισμοὺς προχείρους ἡμᾶς ἔχειν βουλόμενος προσέθηκε μὴ ὁμωνύμως δέ, καὶ ὅσα ἄλλα τῶν τοιούτων προσδιοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις· οὐ γὰρ ἀντιφάσκει πρὸς τὸν εἰπόντα ‘Αἴας ἐμονομάχησεν Ἕκτορι’ ὁ λέγων ‘Αἴας οὐκ ἐμονομάχησεν Ἕκτορι’· καὶ γὰρ ἀληθεύειν ἄμφω καὶ ψεύδεσθαι ὁμοίως δυνατόν, καίτοι δοκοῦσιν ἐκ τῶν αὐτῶν ὑπάρχειν ὅρων αἱ προτάσεις· ἀλλ’ ἡ ταυτότης αὐταῖς κατὰ τὴν λέξιν μόνην, οὐ μὴν κατὰ τὸ σημαινόμενον, ὅταν συναληθευούσας αὐτὰς ἢ συμψευδομένας λάβωμεν. εἰ μέντοι διορισάμενοι περὶ ποτέρου τῶν Αἰάντων ὁ λόγος κατηγοροῖμεν αὐτοῦ τὸ μονομαχῆσαι ἢ ἄλλ’ ὁτιοῦν καταφατικῶς τε καὶ ἀποφατικῶς, ἅμα καὶ τοὺς ἄλλους διορισμοὺς οὓς ἑξῆς προσθήσομεν παραφυλάττοντες, ἀνάγκη τὴν μὲν ἀληθῆ τῶν προτάσεων εἶναι τὴν δὲ ψευδῆ. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τοῦ κατηγορουμένου συμβαίνει πολλάκις διὰ τὸ καὶ ἐν ῥήμασιν εἶναι τὴν ὁμωνυμίαν· τὸ γοῦν ἐρῶ ῥῆμα σημαίνει μὲν καὶ τὸ ἐρωτικῶς διάκειμαι, σημαίνει δὲ καὶ τὸ λέξω, καὶ διὰ τοῦτο οὐκ ἀντίφασις τὸ ‘ἐγὼ ἐρῶ — ἐγὼ οὐκ ἐρῶ’, εἴπερ ἐπ’ ἄλλου καὶ ἄλλου λαμβάνοιτο σημαινομένου. τοῦτό τε οὖν παραφυλακτέον τὸ μηδέτερον τῶν ὅρων ὁμώνυμον παραλαμβάνεσθαι, καὶ ἔτι τὸ μὴ πρὸς ἄλλο καὶ ἄλλο παραλαμβανόμενον καὶ διὰ τοῦτο δυνάμενον καταφάσκεσθαί τε ἀληθῶς καὶ ἀποφάσκεσθαι1 (οἷον εἰ λέγοιμεν ‘τὰ δέκα πλείονα — τὰ δέκα οὐ πλείονα’· δῆλον γὰρ ὡς ἡ μὲν κατάφασις ἐπὶ τῶν ἐλαττόνων αὐτῶν ἀληθεύσει, ἡ δὲ ἀπόφασις ἐπί τε τῶν ἴσων αὐτοῖς καὶ τῶν πλειόνων), μήτε κατ’ ἄλλο καὶ ἄλλο τῷ αὐτῷ ὑπάρχον τε καὶ μὴ ὑπάρχον (οἷον εἰ λέγοιμεν ‘ὁ Αἰθίοψ μέλας’ καὶ ‘οὐ μέλας’· μέλας μὲν γὰρ κατὰ τὴν τοῦ δέρματος ἐπιφάνειαν, οὐ μέλας δὲ κατὰ τοὺς ὀδόντας), μήτε ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ τῷ αὐτῷ ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν δυνάμενον, ἀλλ’ εἶναι διωρισμένον καὶ τὸν χρόνον, καθ’ ὃν ὑπάρχειν τι ἢ μὴ ὑπάρχειν ἀποφαινόμεθα· τὸ γὰρ ‘ὑγίανε Σωκράτης’ καὶ τὸ ‘οὐχ ὑγίανεν’ ἐνδέχεται συναληθεύειν, εἰ τὸ μὲν κατὰ τὸν πέρυσιν, εἰ τύχοι, χρόνον λαμβάνοιτο, τὸ δὲ κατὰ τὴν χθὲς ἡμέραν. δεῖ δὲ πρὸς τούτοις καὶ ὡσαύτως λαμβάνεσθαι τὸν κατηγορούμενον καταφασκόμενόν τε καὶ ἀποφασκόμενον. λέγω δὲ τὸ ὡσαύτως ἢ καθ’ ἑκατέραν τῶν προτάσεων ἐνεργείᾳ ἢ καθ’ ἑκατέραν δυνάμει, ἐπεὶ ἡ λέγουσα κατάφασις περὶ τοῦ καθεύδοντος ὅτι ὁρᾷ συναληθεύει τῇ ἀποφάσει τῇ μὴ ὁρᾶν αὐτὸν ἀποφαινομένῃ, τῆς μὲν λαμβανομένης ἐπὶ τοῦ πεφυκέναι κατὰ τὴν ὀπτικὴν δύναμιν ἐνεργεῖν, ἂν μή τι κωλύσῃ, πρὸς διάκρισιν τοῦ τε μήπω ἀπειληφότος τὴν δύναμιν καὶ τοῦ ἀποβεβληκότος, τῆς δὲ ἐπὶ τοῦ μὴ ἐνεργεῖν τότε κατ’ αὐτήν.2 Περὶ τούτων οὖν ὁ Ἀριστοτέλης τελειότατα μὲν ἐν τῇ 〈Περὶ〉 τῶν σοφιστικῶν ἐλέγχων ἐπιγραφομένῃ πραγματείᾳ διείλεκται, τούς τε τρόπους ἅπαντας ἐκτιθέμενος τρισκαίδεκα ὄντας, καθ’ οὓς οἱ σοφισταὶ τοὺς ἀνεπιστάτως αὐτοῖς διαλεγομένους πειρῶνται παραλογίζεσθαι, τούς τε παρὰ τὴν λέξιν ἓξ καὶ τοὺς ἑπτὰ τοὺς παρὰ τὴν διάνοιαν ἤτοι ἔξωθεν ἁπλῶς τῆς λέξεως ὑπ’ αὐτῶν λαμβανομένους, καὶ τοὺς ἐλέγχους αὐτῶν παραδιδούς. ἐν δέ γε τούτοις ἑνὸς τρόπου τοῦ παρὰ τὴν ὁμωνυμίαν μνημονεύσας, ὅς ἐστιν εἷς τῶν παρὰ τὴν λέξιν, ἀξιοῖ τὸν ὅμοιον ἡμᾶς τρόπον καὶ τοὺς ἄλλους ἅπαντας διορισμοὺς παρατηρεῖν τοὺς ἀναγκαίους πρὸς τὴν ἀκριβῆ τῶν ἀντιφασκουσῶν ἀλλήλαις προτάσεων ἀντίθεσιν, παραιτησάμενος ὡς οὐκ ὂν ἐν καιρῷ τὸ νῦν ἡμῖν παραδιδόναι τὴν περὶ τούτων ἀκριβολογίαν. ἐνοχλήσεις δὲ πάνυ εἰκότως εἶπε σοφιστικὰς τὰς ἀκαίρους αὐτῶν ἐνστάσεις, πραγματειῶδες μὲν οὐδὲν ἐχούσας, ὄχλον δὲ μόνον καὶ περιολκὴν ματαίαν τοῖς νοῦν ἔχουσι παρεχούσας. Ἀλλ’ ἐπεὶ τὰ περὶ τῶν ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου διεπερανάμεθα, τούτοις ἐφεξῆς τὰ περὶ τῶν προτάσεων αὐτῶν ἀπ’ ἄλλης ἀρχῆς ἐπισκεψώμεθα.
为了使我们不至于认为只要在字面上主词项相同且谓词项相同便已足够,亚里士多德希望我们手头备有使这些事项精确化的规定,因而补充道:“但不能是同名异义的,以及针对智者派的骚扰而补充规定的其他诸如此类的一切事项。”因为,说“埃阿斯与赫克托耳单挑”的人,并未与说“埃阿斯没有与赫克托耳单挑”的人相矛盾;因为这两者同样可能都是真的,也同样可能都是伪的,尽管这些命题看起来是由相同的词项组成的。然而,当我们把它们视作同时为真或同时为伪时,它们之中的同一性仅存在于字面上,而绝非在所指意义上。但是,如果我们明确规定了论述是指两个埃阿斯中的哪一个,进而肯定地和否定地将单挑或任何其他事项述说给他,同时恪守我们在下文中将补充的其他各项规定,那么命题中的一个必然为真,另一个必然为伪。同样的情况在谓词上也常常发生,因为在动词中也存在同名异义性。至少“erō”这个动词既表示“我处于恋爱状态”,又表示“我将说”,因此“我 erō——我并不 erō”如果是在不同的意义上被理解,便不是矛盾。因此,必须注意防范这一条:即两个词项中没有任何一个是同名异义地被采用的;此外,也不得相对于不同的事物被采用,并因此而能够真实地被肯定和被否定(例如我们若说“十更多——十并不更多”;因为很明显,肯定命题相对于少于十的事物是真的,而否定命题相对于等于十或多于十的事物是真的);也不得在不同的方面属于和不属于同一事物(例如我们若说“埃塞俄比亚人是黑的”和“不是黑的”;因为就皮肤表面而言是黑的,而就牙齿而言则不是黑的);也不得能够在不同的时间属于和不属于同一事物,而是我们断言某事物属于或不属于的时间本身也必须被确定下来。因为“苏格拉底痊愈了”和“没有痊愈”如果前者碰巧是在去年这一时间被采用,而后者在昨天这一天被采用,便可以同时为真。除这些之外,被肯定和被否定的谓词还必须以相同的方式被理解。我所谓“以相同的方式”,是指在两个命题的每一个中都在现实态上,或在每一个中都在潜能态上;因为关于正在睡觉的人说“他在看”的肯定命题,与断言他“没在看”的否定命题是同时为真的:前者是就其依视力潜能自然能够活动(若无阻碍)而言被理解的,以此区别于尚未获得该潜能者和已丧失该潜能者;而后者则是就其当时并未依据该潜能活动而言被理解的。 因此,关于这些事项,亚里士多德在题为《辨谬篇》的著作中论述得最为完备,陈述了智者们借以企图误导那些不加留心与他们辩论之人的全部十三种方式,包括依赖于言辞的六种方式,以及依赖于思想的、或者说完全是由他们从言辞之外获取的七种方式,并传授了对它们的驳斥。但在当前这些文字中,他只提到了源于同名异义性的一种方式(这是依赖于言辞的方式之一),便要求我们以类似的方式遵守对于相互矛盾的命题之间精确对立所必需的一切其他规定,并以当前并非向我们传授关于这些事项之精确学说的适当时机为由作了免除。他极其合情合理地将他们那些不合时宜的诘难称为“智者派的骚扰”,因为这些诘难毫无实在内容,只会给有理智的人带来麻烦和徒劳的纷扰。但是,既然关于断言性言语之原理的事项我们已经处理完毕,接下来就让我们从另一个起点来考察关于命题本身的事项。
- 1.18τοῦτό τε οὖν παραφυλακτέον τὸ μηδέτερον τῶν ὅρων ὁμώνυμον παραλαμβάνεσθαι, καὶ ἔτι τὸ μὴ πρὸς ἄλλο καὶ ἄλλο παραλαμβανόμενον καὶ διὰ τοῦτο δυνάμενον καταφάσκεσθαί τε ἀληθῶς καὶ ἀποφάσκεσθαι
动形容词 παραφυλακτέον(应当注意防范)以先行代词 τοῦτο 为其主语,随后同位语性地连接了带冠词不定式短语 τὸ μηδέτερον τῶν ὅρων ὁμώνυμον παραλαμβάνεσθαι。连词 καὶ ἔτι 进而将一系列平行的带冠词分词短语(τὸ μὴ ... παραλαμβανόμενον καὶ ... δυνάμενον, μήτε ... ὑπάρχον, μήτε ... δυνάμενον)并列其后,并最终导向 ἀλλ' εἶναι διωρισμένον,列举了构筑确凿矛盾所必须防范或遵守的一系列条件。
- 1.18τῆς μὲν λαμβανομένης ἐπὶ τοῦ πεφυκέναι κατὰ τὴν ὀπτικὴν δύναμιν ἐνεργεῖν ... τῆς δὲ ἐπὶ τοῦ μὴ ἐνεργεῖν τότε κατ’ αὐτήν
这是由 τῆς μὲν λαμβανομένης ... τῆς δὲ [λαμβανομένης] 构成的成对属格绝对分词结构,其逻辑主语分别对应前文主句中出现的肯定命题(ἡ λέγουσα κατάφασις)和否定命题(τῇ ἀποφάσει)。该结构说明了为何两者能同时为真:前者被理解为潜能(πεφυκέναι ... ἐνεργεῖν),而后者被理解为现实(μὴ ἐνεργεῖν τότε)。
