- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:8.29-10.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德的引文(16a1)“首先应当设定什么是名词,什么是动词”,阿摩尼奥斯阐明“设定(θέσθαι)”在此意为“定义”并辨析了其多重涵义;进而针对与《范畴篇》重复的疑难,论证了单纯词语在底层主体上相同,但在不同关系中被区分为名词、动词、言表和词项。
" Πρῶτον δεῖ θέσθαι, τί ὄνομα καὶ τί ῥῆμα." Πρόκειται μέν, ὡς ἐλέγομεν, τῷ Ἀριστοτέλει παραδοῦναι ἡμῖν τὴν διδασκαλίαν τοῦ ἀποφαντικοῦ λόγου· ἐπεὶ δὲ πᾶσα ἀπόφανσις ἐξ ὀνομάτων καὶ ῥημάτων ἔχει τὴν γένεσιν, ὡς ὅταν εἴπω ‘Σωκράτης περιπατεῖ’, δεῖ δὲ πανταχοῦ τὰ ἁπλούστερα προγινώσκεσθαι τῶν ἐξ αὐτῶν συγκειμένων, διὰ δὴ τοῦτο πρεπωδεστάτην ἀρχὴν ποιεῖται τῆς πραγματείας τὴν τῆς ὑπάρξεως τοῦ ὀνόματος καὶ τοῦ ῥήματος θεωρίαν· τὸ γὰρ θέσθαι νῦν ἀντὶ τοῦ ὁρίσασθαι παρείληπται,1 λεγόμενον μὲν καὶ κατ’ ἄλλων σημαινομένων ἐνταῦθα δὲ τὸν ὁρισμόν, ὅπερ ἐλέγομεν, σημαῖνον. ὅτι δὲ κατὰ πλείονας τρόπους τὸ θέσθαι λέγεται, φανερόν· τάς τε γὰρ ὑποθέσεις πολλάκις θέσεις προσαγορεύομεν, ὡς ὅταν εἴπωμεν ‘κείσθω τὸ θέατρον ἔχειν τοσόνδε τι πλῆθος’, ‘κείσθω δὲ δεκάπηχυ μέγεθος ἔχειν’ ἢ ‘βασιλεύειν, τί οὖν ποιήσεις;’ καλοῦμεν δὲ θέσεις καὶ τὰς παραδόξους ὑπολήψεις τῶν γνωρίμων τινὸς κατὰ φιλοσοφίαν, οἷον τὸ πάντα κινεῖσθαι καὶ στάσεως μηδαμῶς τὰ ὄντα μετέχειν, ὥσπερ ἔλεγεν Ἡράκλειτος, ἢ ἓν εἶναι τὸ ὄν, ὡς ἐδόκει Παρμενίδῃ. θέσεις δὲ λέγομεν καὶ τὰς ὁμολογίας, ὡς δὴ καὶ ἀναθέσθαι λέγομεν τὸ ἀναπαλαῖσαι τὴν ὁμολογίαν. ἀλλὰ καὶ τὰ ἐπιρρήματα τὰ θετικὰ λεγόμενα θέσεις καλοῦσί τινες, οἷον γαμητέον πλευστέον. ἔτι δὲ λέγομεν θέσεις καὶ τοὺς ὁρισμοὺς ὡς προϋποκειμένους τῶν ἀποδείξεων· εἰ γὰρ αἱ ἀποδείξεις ἀπὸ τῶν κατ’ οὐσίαν ὑπαρχόντων τοῖς πράγμασιν ἐπιτελοῦνται, τὴν δὲ οὐσίαν ἑκάστου τῶν ὄντων οἱ ὁρισμοὶ σημαίνουσιν, εἰκότως προϋποκεῖσθαι δεῖ τοὺς ὁρισμοὺς τῶν ἀποδείξεων. καὶ ἔτι τούτου κοινότερον θέσεις ἀξιοῖ καλεῖν ὁ Ἀριστοτέλης ἁπλῶς ἁπάσας τὰς ἀμέσους ἀρχὰς τῶν ἀποδείξεων τὰς ἀντιδιαιρουμένας τοῖς ἀξιώμασιν, οἷον τούς τε ὁρισμούς, ὡς εἴρηται, καὶ τὰ αἰτήματα καὶ τὰς ὑποθέσεις ἀποδείξεως μὲν ἤδη δεομένας ἄνευ δὲ ταύτης εἰλημμένας, ὡς ἐν τῷ πρώτῳ σαφῶς διώρισται τῶν Ἀποδεικτικῶν. κατὰ τοσούτους μὲν ἢ καὶ πλείονας τρόπους τὸ θέσθαι λέγεται, νῦν δὲ ὁ Ἀριστοτέλης ἀντὶ τοῦ ὁρίσασθαι αὐτῷ χρῆται, ὡς δηλοῖ ἐπιφέρων τὸ “τί ὄνομα καὶ τί ῥῆμα”, τοῦ ‘τί ἐστι’ τὸν ὁρισμὸν ἡμῖν προφανέστατα σημαίνοντος. Ἀπορήσειε δ’ ἄν τις διὰ τίνα αἰτίαν ἐν παντὶ τῷ βιβλίῳ τῶν Κατηγοριῶν περὶ ἁπλῶν φωνῶν πραγματευσάμενος ἐνταῦθα πάλιν περὶ ὀνόματος καὶ ῥήματος προτίθεται λέγειν, ὧν ἑκάτερον ἁπλῆ ἐστι δηλονότι φωνή. πρὸς ὃν ῥητέον ὡς ἁπλῆ φωνὴ καὶ ὄνομα καὶ ῥῆμα καὶ φάσις καὶ ὅρος τῷ μὲν ὑποκειμένῳ ταὐτά ἐστιν ἀλλήλοις, τῇ δὲ σχέσει μόνῃ διαφέρουσιν, ὥσπερ τὸ σπέρμα καὶ ὁ καρπὸς καὶ ἡ ἀνάβασις καὶ ἡ κατάβασις· ὅταν μὲν γὰρ τὰς ἁπλᾶς φωνὰς ὡς σημαντικὰς τῶν πραγμάτων οἷς ἐτέθησαν θεωρῶμεν, αὐτὸ τοῦτο μόνον ἁπλᾶς φωνὰς προσαγορεύομεν αὐτὰς οὐ διορίζοντες κατὰ τοῦτο τὰ ὀνόματα τῶν ῥημάτων, ὅταν δὲ διπλόην τινὰ ἐν αὐταῖς θεασάμενοι καὶ τὰς μὲν αὐτῶν ἄρθροις συνταττομένας εὑρίσκοντες τὰς δὲ οὔ, ἢ καὶ τὰς μὲν χρόνον τινὰ προσσημαινούσας τὰς δὲ οὔ, διαιροῦμεν αὐτὰς ἀπ’ ἀλλήλων καὶ τὰς μὲν ἄρθροις συνταττομένας καὶ χρόνον μὴ προσσημαινούσας ὀνόματα καλεῖν ἀξιοῦμεν, τὰς δὲ ἄρθροις μὲν συντάττεσθαι μὴ δυναμένας κατὰ χρόνον δέ τινα λεγομένας ῥήματα. ὅταν δὲ αὖ πάλιν ἑκατέραν τῶν τοιούτων φωνῶν μὴ λαμβάνωμεν αὐτὴν καθ’ αὑτὴν ἀλλ’ ὡς μέρος οὖσαν καταφάσεως ἢ ἀποφάσεως, τότε φάσιν αὐτὴν καλεῖν ἀξιοῦμεν, ὡς ἐν τοῖς ἑξῆς σαφῶς ἡμᾶς ὁ Ἀριστοτέλης διδάξει. ὅταν δὲ ὡς ἐν συλλογισμῷ παραλαμβανομένας ἐπισκοπῶμεν, ὅρους αὐτὰς ὀνομάζομεν, ὡς ἐν τοῖς προοιμίοις ῥηθήσεται τῶν Ἀναλυτικῶν. οὕτω δὲ καὶ Πλάτων ἐν τῷ ἐνάτῳ τῶν Νόμων τὰς ἁπλᾶς φωνὰς ἐκάλεσεν ὅρους· φησὶ γοῦν τοὺς μὲν προσμιγνύναι τῶν ὅρων ἀλλήλοις, ὧν ἄμεσος ἡ ἀντίθεσις, οἷον τὸ θερμὸν καὶ οὐ θερμόν, τοὺς δὲ μεθόριον ἔχειν, ὧν ἔστι τι μέσον, οἷον τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἢ τὸ ἑκούσιον καὶ τὸ ἀκούσιον. περὶ ὧν ἐν ἐκείνοις ὁ λόγος μέσον ἐχόντων τὴν κατὰ θυμὸν γινομένην βλάβην2 οὔτε ἑκούσιον οὖσαν καθαρῶς οὔτε ἀκούσιον. ἐπεὶ δὲ εἰ καὶ ταὐτόν ἐστι κατὰ τὸ ὑποκείμενον ὄνομα ἢ ῥῆμα εἰπεῖν καὶ ἁπλῆν φωνήν, ἀλλὰ κατά γε τὴν εἰρημένην σχέσιν ταῦτα διαφέρουσιν ἀλλήλων, τὸ δὲ τῶν Κατηγοριῶν βιβλίον περὶ μόνων ἁπλῶν φωνῶν ἡμᾶς ἐδίδαξεν οὐδὲν πολυπραγμονῆσαν τὴν τῶν ὀνομάτων πρὸς τὰ ῥήματα διαφοράν, ἧς πολλὴ χρεία πρὸς τὴν θεωρίαν τοῦ ἀποφαντικοῦ λόγου (διὰ γὰρ ταύτης τοὺς ὑποκειμένους ἐν ταῖς ἀποφάνσεσιν ὅρους τῶν κατηγορουμένων διακρίνομεν), διὰ τοῦτο νῦν προχειρίζεται3 τὴν περὶ ὀνομάτων καὶ ῥημάτων θεωρίαν, ὡς ἂν προσεχεστάτην οὖσαν τῇ προκειμένῃ πραγματείᾳ.
“首先应当设定什么是名词,什么是动词。” 正如我们所说,亚里士多德当前的任务是向我们传授关于陈述性言辞的教学;但既然一切断言都生成自名词和动词,正如当我述说“苏格拉底行走”时那样,且在任何情况下单纯者都必须在由它们构成的事物之前被认识,那么正是为此缘故,他把对名词和动词的存在的考察作为本部论述最恰当的开端。因为在此“设定”是用来代替“定义”,它固然也按其他涵义而被述说,但正如我们所说,在此它意指定义。而“设定”依多种方式被述说,乃是显而易见的:因为我们也屡次把假说称为设定,正如当我们说“假定剧场容纳如此数量的人群”、“假定它具有十肘之大”,或者“设想你为王,那么你将做什么?”时那样;我们还把哲学界某位著名人物的反常主张称为设定,例如赫拉克利特所说的万物皆流、存在者绝不分有静止,或者巴门尼德所认为的存在是一;我们还把协定称为设定,正如我们确实也把废除协定称为“重新设定”;甚至有些人还把所谓断定性副词称为设定,例如“应当结婚”、“应当航海”;此外,我们还把定义称为设定,因为它们预先作为论证的底层基础;因为如果论证是基于事物按本质所具有的属性而完成的,而定义表明了各个存在者的本质,那么定义理应预先作为论证的底层基础;而比这更普遍地,亚里士多德认为应当把所有与公理相对立的直接论证本原统统单纯地称为设定,正如所说过的定义、公设,以及正如在《后分析篇》第一卷中所明确界定的、虽需要论证却未加论证便被采纳的假说。尽管“设定”依如此之多乃至更多的方式被述说,但现在亚里士多德是用它来代替“定义”,正如他紧接着加上“什么是名词,什么是动词”所表明的那样,因为“是什么”极其明白地向我们意指着定义。但有人可能会提出疑难:究竟出于何种原因,他在《范畴篇》整部书中探讨了单纯词语之后,在此又提议论述名词和动词,而它们各自显然都是单纯词语?对此应当回答说:单纯词语、名词、动词、言表和词项在底层主体上彼此是相同的,但仅在关系上有所不同,正如种子与果实、上行之路与下行之路那样。因为当我们考察单纯词语作为被赋予的事物的表意工具时,我们仅因此称它们为单纯词语,并不就此区分名词与动词;但当我们观察到它们内部的某种二重性,发现它们中有些与冠词连用而有些不然,或者有些附带表示某种时间而有些不然时,我们便将它们彼此区分开来,认为应当把与冠词连用且不附带表示时间的称为名词,而把不能与冠词连用却依某种时间所述说的称为动词;而当我们再次把这类词语中的每一种不作为其自身、而是作为肯定或否定的组成部分来把握时,我们便认为应当称其为言表,正如亚里士多德在下文中将明确教导我们的那样;而当我们考察它们在三段论中被采纳时,我们便将它们命名为词项,正如在《前分析篇》的序言中所将述说的那样。柏拉图在《法律篇》第九卷中也正是这样把单纯词语称为词项的;他至少说过,在词项中,有些由于对立是直接的而彼此相接,例如“热的”与“非热的”,而有些则具有中间地带,它们之间存在某种中介,例如“热的”与“冷的”,或者“自愿的”与“非自愿的”;在那里的论述就是关于这些具有中介的事物而展开的,因为出于激忿所造成的损害居于中介,既非纯然自愿亦非非自愿。因此,即便按底层主体而言,说名词或动词与说单纯词语是同一回事,但至少按前述的关系而言,它们彼此有所不同;而《范畴篇》一书只向我们讲授了单纯词语,并未深究名词与动词的区别,而这一区别对于陈述性言辞的考察极为必要(因为正是通过这一区别,我们才将断言中的主词项与谓词项区分开来),正是为此缘故,他现在着手考察名词与动词,视其为与当前论述最为切近相关的课题。
- 1.1τὸ γὰρ θέσθαι νῦν ἀντὶ τοῦ ὁρίσασθαι παρείληπται
ἀντὶ τοῦ ὁρίσασθαι 由介词 ἀντί 支配带冠词的不定词属格,意为“代替定义”。παρείληπται 是 παραλαμβάνω 的完成时被动态,意为“被采纳/使用”。此结构表明,虽然 θέσθαι 具有多重含义,但在此因紧随其后的间接疑问句“什么是名词,什么是动词”,其语法功能等同于“下定义”。
- 1.1περὶ ὧν ἐν ἐκείνοις ὁ λόγος μέσον ἐχόντων τὴν κατὰ θυμὸν γινομένην βλάβην
关系代词 ὧν 指代前文的先行词“自愿与非自愿”(τὸ ἑκούσιον καὶ τὸ ἀκούσιον)。分词短语 μέσον ἐχόντων 采用与 ὧν 一致的属格(或作同格修饰),其宾语为直接宾格 τὴν κατὰ θυμὸν γινομένην βλάβην,并由中性词 μέσον 担任谓语性宾格(“具有出于激忿的损害作为中介”)。
- 1.1ἐπεὶ δὲ εἰ καὶ ταὐτόν ἐστι κατὰ τὸ ὑποκείμενον ... διὰ τοῦτο νῦν προχειρίζεται
整个长句的骨干由连词 ἐπεί 引导的长因果从句,以及由 διὰ τοῦτο νῦν προχειρίζεται 开头的主句构成。在 ἐπεί 从句内部嵌套了一个让步条件结构(εἰ καὶ ταὐτόν ἐστι... ἀλλά...,即“即使在底层上是同一的,然而……”),随后由转折句 τὸ δὲ τῶν Κατηγοριῶν βιβλίον... 构成主句动词 προχειρίζεται 的直接理据。
