- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:6.28-8.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯进一步引用《论灵魂》的文句,证明亚里士多德在更宽泛的意义上也称思维为“受动”,从而驳斥了安德罗尼柯的伪作说;随后他提出了《解释篇》的四分结构(本原、单纯命题、带附加谓词的命题、样态命题),并以此过渡到对原文的逐句解释。
μάλιστα δὲ ἔοικεν ἴδιον τὸ νοεῖν· εἰ δέ ἐστι καὶ τοῦτο φαντασία τις ἢ μὴ ἄνευ φαντασίας, οὐκ ἐνδέχοιτ’ ἂν οὐδὲ τοῦτο ἄνευ σώματος εἶναι,” καὶ ἔτι πρὸ τούτων ἐν τῷ προοιμίῳ τῆς αὐτῆς πραγματείας “ἐπιζητοῦμεν δὲ θεωρῆσαι καὶ γνῶναι τήν τε φύσιν αὐτῆς καὶ τὴν οὐσίαν, εἶθ’ ὅσα συμβέβηκε περὶ αὐτήν, ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκεῖ, τὰ δὲ κοινὰ καὶ τοῖς ζῴοις δι’ ἐκείνην ὑπάρχειν”. δι’ ὧν δῆλός ἔστι καὶ τῆς λογικῆς ἡμῶν ψυχῆς τὴν νόησιν, καὶ εἰ χωρὶς γίνοιτο φαντασίας, πάθος καλεῖν οὐ παραιτούμενος, οὐ κατὰ τὴν ἔννοιαν δηλονότι τὴν προειρημένην, ἀλλὰ διὰ τὸ προυπάρχειν ἐπ’ αὐτῆς κατὰ χρόνον ἑκάστης ἐνεργείας τὴν ἄγουσαν ἐπ’ αὐτὴν δύναμιν, ταὐτὸν δὲ εἰπεῖν τοῦ τελείου τὸ ἀτελές, πρὸς διάκρισιν τῆς ἐνεργείας τοῦ νοῦ τοῦ αὐτοτελοῦς καλουμένου καὶ τῇ οὐσίᾳ σύνδρομον τὴν ἐνέργειαν ἔχοντος, ὥσπερ ἀπαθῆ καὶ ἀμιγῆ καὶ χωριστὸν παντὸς σώματος εἶναι. τοῦτον ἡμῶν τὸν νοῦν ἀποφαίνεται,1 διακρίνων αὐτὸν ἀπὸ τοῦ ἰδίως παθητικοῦ καλουμένου καὶ τῆς φαντασίας, ὡς ἐλέγομεν, οὐδαμῶς διαφέροντος. διὸ καὶ τοῦ μεμνῆσθαι ἡμᾶς ζητῶν τὴν αἰτίαν τὸ μὲν μόριον τῆς ψυχῆς καθ’ ὃ τὸ εἶναι ἔχομεν ἀπαθές, τὸν δὲ παθητικὸν νοῦν φθαρτὸν εἶναί φησι, καὶ τὴν νόησιν ἡμῶν πρὸς τοῦτον φθαρτὸν ὄντα συμπεπλεγμένην τῆς λήθης ἴσχειν ἀποφαίνεται τὴν αἰτίαν. οὐκ ἄρα δικαίως ὁ Ἀνδρόνικος νόθον ὑπώπτευσεν εἶναι τοῦ φιλοσόφου τὸ βιβλίον. Λοιπὸν οὖν ἡμῖν τῶν ἐξ ἀρχῆς προτεθέντων τὸ παραδοῦναι τὴν εἰς τὰ κεφάλαια τοῦδε τοῦ βιβλίου διαίρεσιν. εἰς τέσσαρα τοίνυν ἐναργῶς αὐτοῦ τμήματα διαιρουμένου τὸ μὲν πρῶτόν ἐστι περὶ τῶν ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου. καλῶ δὲ ἀρχὰς τοῦ ἀποφαντικοῦ λόγου τὰ συμβαλλόμενα πρὸς τὴν τούτου διδασκαλίαν, ὥσπερ ἀρχὰς ἄν εἴποις γεωμετρίας τούς τε ὅρους καὶ τὰ αἰτήματα καὶ τὰς καλουμένας κοινὰς ἐννοίας, ἅπερ ὁ Ἀριστοτέλης ἐν ταῖς Κατηγορίαις στοιχεῖα τῶν διαγραμμάτων προσαγορεύειν ἠξίωσεν. ἐπεὶ τοίνυν ἐν τῇ διδασκαλίᾳ τῶν προτάσεων καλέσει τί ὄνομα καὶ τί ῥῆμα καὶ κατάφασιν καὶ ἀπόφασιν καὶ ἀπόφανσιν καὶ ἀντίφασιν, εἰκότως πρὶν εἰπεῖν τι περὶ προτάσεων παραδίδωσιν ἡμῖν τί ἕκαστον τούτων τῶν ὀνομάτων σημαίνει· καὶ γὰρ ἦν ἀκόλουθον γνώριμα πρότερον αὐτὰ ποιήσαντα τοῖς εἰσαγομένοις οὕτω πρὸς τὴν τῶν προκειμένων διδασκαλίαν παραβαλεῖν. τοῦτο οὖν ἐστι τὸ πρῶτον τοῦ βιβλίου κεφάλαιον τὸ περὶ τῶν εἰρημένων ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου διαλεγόμενον. τὰ δὲ τρία τὰ ἐφεξῆς αὐτὰς ἡμῖν παραδιδόασι λοιπὸν τὰς προτάσεις. ἀλλ’ ἐπειδὴ τῶν προτάσεων αἱ μὲν ἐκ δύο μόνων ἁπλῶν φωνῶν συμπλεκομένων ἀποτελοῦνται, τῆς μὲν ὑποκειμένης τῆς δὲ κατηγορουμένης, ὡς ὅταν εἴπω ‘Σωκράτης περιπατεῖ’ (ἐνταῦθα γὰρ τὸ μὲν Σωκράτης ὑποκείμενος ὅρος λέγεται, τὸ δὲ περιπατεῖ κατηγορούμενος, διότι ἐν παντὶ κατηγορικῷ λόγῳ τὸ μέν ἐστι περὶ οὗ ὁ λόγος τὸ δὲ περὶ ἐκείνου λεγόμενον, καὶ τὸ μὲν περὶ οὗ ὁ λόγος, οἷόν ἐστιν ἐνταῦθα τὸ Σωκράτης, ὑποκείμενον λέγεται ὡς δεχόμενον τὰς κατ’ αὐτοῦ κατηγορίας, τὸ δὲ περὶ αὐτοῦ λεγόμενον, οἷόν ἐστιν ἐνταῦθα τὸ περιπατεῖ, κατηγορούμενον ὡς κατ’ ἐκείνου ἀγορευόμενον καὶ λεγόμενον), ἐπεὶ οὖν, ὥσπερ ἐλέγομεν, αἱ μὲν τῶν προτάσεων ἐξ ὑποκειμένου μόνου καὶ κατηγορουμένου συμπληροῦνται, αἱ δὲ καὶ τρίτον ἔχουσι προσκατηγορούμενον, ὡς ὅταν εἴπω ‘Σωκράτης δίκαιός ἐστιν’ (ἐνταῦθα γὰρ ὑποκείμενον μέν ἐστι τὸ Σωκράτης κατηγορούμενον δὲ τὸ δίκαιος προσκατηγορούμενον δὲ τὸ ἐστίν), αἱ δὲ πρὸς τούτοις καὶ τρόπον ἔχουσι προσκείμενον τὸν σημαίνοντα ὅπως ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, οἷον τὸ ἀναγκαῖον τὸ ἀδύνατον τὸ ἐνδεχόμενον τὸ καλῶς τὸ σαφῶς τὸ δικαίως, ὡς ὅταν εἴπω ‘Σωκράτην μουσικὸν εἶναι ἐνδέχεται’ ἢ ‘Σωκράτης σαφῶς ἐξηγεῖται’, πλείονας δὲ τούτων ὅρους συμπλεκομένους ἀλλήλοις πρὸς μιᾶς προτάσεως γένεσιν οὐδ’ ἐπινοῆσαι δυνατόν, τὸ μὲν δεύτερον τοῦ βιβλίου κεφάλαιον παραδίδωσιν ἡμῖν τὰς ἁπλουστάτας προτάσεις καὶ ἔσται περὶ προτάσεως ἤτοι ἀποφάνσεως ἐξ ὑποκειμένου καὶ κατηγορουμένου, τὸ δὲ τρίτον τὰς τούτων συνθετωτέρας διὰ τὴν τοῦ προσκατηγορουμένου προσθήκην καὶ ἔσται περὶ προτάσεως ἤτοι ἀποφάνσεως ἐξ ὑποκειμένου καὶ κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου, τὸ δὲ τέταρτον τὰς μετὰ τρόπου προτάσεις. τοῦτον οὖν τὸν τρόπον πᾶσι τοῖς εἴδεσι τῶν προτάσεων ἐπεξελθὼν ὁ Ἀριστοτέλης καὶ ἀποφήνασθαι θαρρήσας ὡς οὐκ εἰσὶ πλείους τούτων ἀντιφάσεις πέρας ἐπιτίθησι τῇ πραγματείᾳ. πρὸς δὲ αὐτῷ τῷ συμπεράσματι τοῦ βιβλίου γυμνασθήσεταί τι παρὰ ταῦτα πρόβλημα οἰκεῖον καὶ αὐτὸ τῇ προκειμένῃ θεωρίᾳ. Τούτων οὖν προειλημμένων ὥρα λοιπὸν ἡμῖν ἐπὶ τὴν ἐξήγησιν τῆς λέξεως χωρεῖν, ἣν συνεστραμμένην οὖσαν ἐμφάσεώς τε καὶ πολυνοίας γέμουσαν καὶ ὑπὸ βραχείας παραλλαγῆς ἅπαν ἐνίοτε τὸ νόημα ἐξαλλάττουσαν καὶ ἐν πολλοῖς τῶν ἀντιγράφων ἤδη τοῦτο πεπονθυῖαν ἅπασαν ἑξῆς ἐδοκιμάσαμεν παραθέσθαι2 πρὸς διάγνωσιν τῆς ἀκριβεστέρας εἶναι δοκούσης ἐκδόσεως.
“而思维尤其看似是特有的;但若这也是某种表象,或者离不开表象,那么连这也不能脱离身体而存在”,而且在此之前,在同一部论述的开篇中他又说:“我们探求考察并认识它的本性与实质,其次是凡附随于它的诸属性,其中有些看似是灵魂特有的受动,有些则由于它而同样共同属于动物”。通过这些言论显而易见的是,他毫不迟疑地把我们理性灵魂的思维活动也称为受动,哪怕它是脱离表象而产生的——显然不是按照前述的涵义,而是因为在它那里,在每个活动之前,时间上预先存在着引向该活动的能力,换言之,不完全者预先存在于完全者之前,这是为了区别于被称为自足的、活动与其本质同步并进的理智的活动;他表明我们的这种理智是不受动的、纯粹的且脱离一切身体的,从而将它与狭义上被称为受动的、正如我们所说与表象毫无二致的理智区分开来。正因如此,在探求我们记忆的原因时,他说我们据以拥有存在的那部分灵魂是不受动的,而受动理智是可灭的,并且表明我们同这个可灭的理智交织在一起的思维活动包含着遗忘的原因。由此可见,安德罗尼柯怀疑这本书是这位哲学家的伪作,是没有道理的。 因此,在最初提出的事项中,留给我们的是传达本书各章的划分。本书显然分为四个部分,第一部分是关于陈述性言辞的诸本原。我所谓的陈述性言辞的诸本原,是指那些有助于关于它的教学的事物,正如人们可以说几何学的本原是定义、公设和所谓的公理,亚里士多德在《范畴篇》中认为应当把这些称为几何图形的元素。既然在命题的教学中他将把某物称为名词、把某物称为动词,以及肯定、否定、断言和矛盾对立,那么理所当然,在谈论命题之前,他先向我们传授这些名称的每一个意味着什么;因为先让初学者熟悉这些,然后再由此进至既定主题的教学,乃是顺理成章的。这就是本书的第一章,讨论陈述性言辞的前述诸本原。 接下来的三章则向我们传授命题本身。但是,既然在诸命题中,有些仅由结合在一起的两个单纯词语构成,一个是主词,另一个是谓词,正如当我述说“苏格拉底行走”时(因为在此“苏格拉底”被称为主词项,而“行走”被称为谓词,因为在每一个断言性的言辞中,一个是被陈述的对象,另一个是就该对象所述说的;被陈述的对象,如这里的“苏格拉底”,被称为主词,因为它承受关于它的述谓;而就该对象所述说的,如这里的“行走”,被称为谓词,因为它针对该对象而被宣告和述说);既然如我们所说,命题中有些仅由主词和谓词构成,有些则还拥有作为第三者的附加谓词,正如当我述说“苏格拉底是公正的”时(因为在此“苏格拉底”是主词,“公正的”是谓词,而“是”则是附加谓词);有些在此之外还附带有表明谓词如何属于主词的样态,例如“必然的”、“不可能的”、“可能的”、“好地”、“明晰地”、“正当地”,正如当我述说“苏格拉底可能是通晓音律的”或“苏格拉底解释得很明晰”时;并且根本不可能设想有比这些更多的词项相互结合以产生单一命题:那么本书的第二章向我们传授最单纯的命题,它将是关于由主词和谓词构成的命题即断言;第三章则〔传授〕由于附加谓词的增添而比这些更复合的命题,它将是关于由主词、谓词以及作为第三者的附加谓词构成的命题即断言;第四章则〔传授〕带有样态的命题。亚里士多德以这种方式详尽考察了命题的所有种类,并自信地断言除这些之外不存在更多的矛盾对立,从而结束了这部论述。而在本书的结论处,除了这些之外,还将探讨某个同样属于当前考察的特有疑难。 既然预先掌握了这些,现在留给我们的时间就是进至对字句的解释了。这些字句紧凑凝练,充满深意与多重含义,由于细微的文字差异有时会改变整个思想,并且在许多传抄本中已经遭受了这种变动,因此为了判定看似更为精确的版本,我们认为应当将其全部依次列出。
- 1.0ὥσπερ ἀπαθῆ καὶ ἀμιγῆ καὶ χωριστὸν παντὸς σώματος εἶναι. τοῦτον ἡμῶν τὸν νοῦν ἀποφαίνεται
在句法与标点上,以 ὥσπερ 开始的短语与 τοῦτον ἡμῶν τὸν νοῦν ἀποφαίνεται 的搭配值得注意。骨干结构是由 ἀποφαίνεται 支配的带不定式宾格结构:τοῦτον ἡμῶν τὸν νοῦν 为受词,εἶναι 连同其谓词性形容词(ἀπαθῆ καὶ ἀμιγῆ καὶ χωριστόν)构成补足语,而 ὥσπερ 起副词性连接作用(“正如……一般”)。
- 1.0ἣν συνεστραμμένην οὖσαν ... ἅπασαν ἑξῆς ἐδοκιμάσαμεν παραθέσθαι
从关系代词 ἣν(先行词为 λέξεως)到主动词 ἐδοκιμάσαμεν 的句子构成长距离倒装分离(hyperbaton)。ἣν 充当不定式 παραθέσθαι 的直接宾语,并受到一系列分词短语(συνεστραμμένην οὖσαν... 以及 πεπονθυῖαν)及形容词 ἅπασαν 的修饰。
