- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:11.1-12.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
安莫尼乌斯解释了为何在文法学八种词类中仅论述名词与动词,指出唯有二者足以构成陈述性言辞,并对副词、冠词、介词和连词等其他词类的功能与限度进行了分类阐述。
Διὰ τί δέ, φαίη τις ἄν, πλειόνων ὄντων τῶν παρὰ τοῖς γραμματικοῖς λεγομένων τοῦ λόγου μερῶν μόνα ταῦτα νῦν παραδίδοται ἡμῖν, τό τε ὄνομα καὶ τὸ ῥῆμα; διότι, φήσομεν, ταῦτα μόνα δίχα τῶν ἄλλων ἁπάντων δύναται ποιεῖν ἀποφαντικὸν λόγον, ὡς ὅταν εἴπωμεν ‘ἄνθρωπος ὑγιαίνει’. περὶ τούτων οὖν μόνων ὁ Ἀριστοτέλης ἐν τούτοις ποιεῖται τὴν σκέψιν, ἃ ἐξ ἀνάγκης ἐν παντὶ ἀποφαντικῷ λόγῳ παραλαμβάνεται καὶ ἀρκεῖ πρὸς τὴν γένεσιν τῆς ἁπλῆς ἀποφάνσεως. Ἐπιστῆσαι δὲ ἄξιον ὅτι τῶν θρυλλουμένων ὀκτὼ τοῦ λόγου μερῶν τὰ μέν ἐστι σημαντικὰ φύσεών τινων ἢ ἁπλῶς προσώπων ἢ ἐνεργειῶν ἢ παθῶν ἤ τινος τούτων συμπλοκῆς, καθάπερ ὄνομά τε καὶ ἀντωνυμία καὶ ῥῆμα καὶ μετοχή, ἅπερ καὶ μόνα δύναται ἀρκέσαι πρὸς ἀποφαντικοῦ λόγου γένεσιν, ὡς ὅταν εἴπωμεν ‘Σωκράτης περιπατεῖ’ ἢ ‘ἐγὼ περιπατῶ’ ἢ ‘ὁ τρέχων περιπατεῖ’ ἢ ‘ὁ Σωκράτης τρέχων ἐστί’, τοῦ μὲν ὡς ὑποκειμένου τοῦ δὲ ὡς κατηγορουμένου λαμβανομένου,1 τὰ δὲ ταῦτα μὲν οὐ σημαίνουσι, σχέσιν δέ τινα τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον δηλοῦσιν, ὥσπερ τὰ πλεῖστα τῶν ἐπιρρημάτων· ἢ γὰρ ὅπως ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ2 ἢ πότε ἢ ποῦ ἢ ποσάκις, εἴτε ὡρισμένως εἴτε ἀορίστως, ἢ κατὰ ποίαν πρὸς ἕτερον τάξιν, οἷον ὅτι ὅδε ἑξῆς τῷδε τρέχει ἢ χωρὶς τοῦδε οἰκεῖ, ἢ τίνι παραπλησίως ἢ τίνος μᾶλλον ἢ ἧττον ἢ καὶ ὅτι μετ’ ἐπιτάσεως ὑπάρχει ἢ καὶ ὅπως ἡμεῖς ὑπάρχειν αὐτὸ ἢ μὴ ὑπάρχειν δοξάζομεν, ἢ ὡς εἰκάζοντες ἢ ὡς διαβεβαιούμενοι, ἢ καὶ ὅπως διακείμεθα πρὸς τὸ πρᾶγμα, περὶ οὗ ἀποφαινόμεθα, ἢ ὡς σχετλιάζοντες ἢ ὡς θαυμάζοντες ἢ καὶ τὴν ἀπόφανσιν ἐπισφραγιζόμενοι τῇ μαρτυρίᾳ τοῦ κρείττονος, ἢ καὶ ὅτι λυσιτελὲς ἡμῖν τὸ αἱρεῖσθαι τὸ κατηγορούμενον δηλοῦντες ὡς ἐπὶ τῶν θετικῶν λεγομένων ἐπιρρημάτων, ἢ καὶ ἀνεπιτάτως τὴν κατ’ αὐτὸ τὸ ἀκρότατον ἀγαθὸν χαρακτηριζομένην τῆς ψυχῆς διάθεσιν ἀνευφημοῦντες ὡς ἐπὶ τῶν ἐνθουσιαστικῶν ἐπιρρημάτων ἐν τῷ εὖ εἶναι τοὺς κατόχους σημαινόντων, ἢ καὶ τὴν ῥηθεῖσαν παρ’ ἑτέρων ἀπόφανσιν οἰκειούμενοι διὰ τῆς συγκαταθέσεως ἢ ἀποσειόμενοι διὰ τῆς ἀρνήσεως ἢ ἀποφάσεως· λέγω δὲ σημαίνειν τὸ μὲν ὅπως ὑπάρχει, τά τε τῆς μεσότητος καὶ τὰ τῆς ποιότητος σημαντικὰ ἐπιρρήματα, οἷον ‘Σωκράτης καλῶς διαλέγεται’ ‘ὁ Μελάνθιος τὸν Ὀδυσσέα λὰξ ἔπληξεν’ ‘αἱ μέλισσαι βοτρυδὸν πέτονται’, καὶ τὰ δηλοῦντα ὅτι ἀθρόοις τοῖς περὶ ὧν ὁ λόγος ἢ οὐκ ἀθρόοις ὑπάρχει τὸ κατηγορούμενον, οἷον ‘ἅμα ἐπῆλθον οἱ πολέμιοι ἢ σποράδην’ (εἰσὶ δὲ καὶ ταῦτα ποιότητές τινες· ὑπὸ γὰρ τὸ ποιὸν ἥ τε σύγκρισις καὶ ἡ διάκρισις)· περὶ δὲ τῶν λοιπῶν ἐν τοῖς ἀπηριθμημένοις οὐδὲν πλέον χρὴ προστιθέναι· φανερὰ γὰρ καὶ τοῖς κατὰ βραχὺ δυναμένοις ἐφιστάναι τὰ ὑφ’ ἑκάστου δηλούμενα. ταῦτα μὲν οὖν, ὅπερ ἐλέγομεν, σχέσιν τινὰ τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον δηλοῦντα συμβάλλεσθαί τι δοκοῦσι πρὸς τὴν γένεσιν τῶν τοιούτων ἀποφάνσεων, τὰ δὲ λοιπὰ τῶν ἐπιρρημάτων σημαίνουσι μέν, οὐ μέντοι χρήσιμα πρὸς ἀπόφανσιν, ἀλλὰ πρὸς ἄλλα ἄττα εἴδη τοῦ λόγου, καθάπερ τὰ μὲν εὐχῆς σημαντικὰ πρὸς τὸν εὐκτικὸν λόγον, τὰ δὲ τῆς ἀπαγορεύσεως ἢ τῆς παρακελεύσεως πρὸς τὸν προστακτικόν, τὰ δὲ τῆς ἐρωτήσεως πρὸς τὸν ἐρωτηματικόν. τὰ δὲ παρὰ ταῦτα τοῦ λόγου μέρη λεγόμενα καὶ παντάπασίν ἐστιν ἄσημα καθ’ αὑτά, καθάπερ ἄρθρον καὶ πρόθεσις καὶ σύνδεσμος.
有人可能会说,既然文法学家们所称的言辞部分更为繁多,为何现在唯独把这些传授给我们,即名词与动词?我们将回答说,这是因为唯独它们无需所有其他部分便能产生陈述性言辞,正如当我们说“人是健康的”时那样。因此,亚里士多德在此唯独对这些进行了探讨,它们在一切陈述性言辞中必然被采纳,且足以构成单纯断言的生成。值得注意的是,在广为流传的八种言辞部分中,有些是表示某种本性,或单纯表示人物、现实活动、受动,抑或这些要素的某种结合,正如名词、代词、动词和分词那样,它们唯独自身便足以生成陈述性言辞,正如当我们说“苏格拉底行走”、“我行走”、“奔跑者行走”或“苏格拉底正在奔跑”时,一者被取为主词,另一者被取为谓词;而另一些部分则不表示这些,而是表明谓词相对于主词的某种关系,正如大多数副词那样。因为[它们表明]谓词如何属于主词,或何时、何地、多少次,无论是确定地还是不确定地,或是依相对于另一者的何种次序,例如此人在彼人之后奔跑,或脱离彼人而居住,或是与谁相似,或是比谁更多或更少,或是带有强化地属于,抑或是我们如何认为它属于或不属于,无论是作为推测者还是作为确信者,抑或是我们对于所断言的事物具有怎样的态度,无论是作为愤慨者、惊叹者,还是以尊长者的见证来印证这一断言,抑或是表明选择谓词对我们是有益的,正如在所谓断定性副词的情形中那样,抑或是毫不夸张地赞颂由最高善自身所刻画的灵魂状态,正如在表明着魔者处于良好状态的神圣迷狂副词的情形中那样,抑或是通过赞同而把他人所说的断言收归己有,抑或是通过拒绝或否定将其抛弃。我所说的表示如何属于,是指表示中间性和性质的副词,例如“苏格拉底对话得好”、“墨兰透斯用脚后跟踢了奥德修斯”、“蜜蜂成群飞翔”,以及表明谓词是聚集地还是分散地属于所论及的事物,例如“敌人一齐或零散地发起进攻”(这些也是某种性质;因为结合与分离都从属于性质)。关于所列举之物中其余的各项,无需再多作补充;因为即便对仅能稍微专注的人而言,各项所表明的事物也是显而易见的。因此,正如我们所说,这些副词通过表明谓词相对于主词的某种关系,似乎对这类断言的生成有所助益;但其余的副词虽有表意,却对断言没有用处,而是对言辞的其他形态有用,正如表示祈愿的对祈愿性言辞有用,表示禁止或激励的对命令性言辞有用,表示提问的对疑问性言辞有用。而在这些之外所谓的言辞部分,则完全自身毫无意义,正如冠词、介词和连词那样。
- 1.1τοῦ μὲν ὡς ὑποκειμένου τοῦ δὲ ὡς κατηγορουμένου λαμβανομένου
属格绝对结构。它补充说明了在前文所举四个命题例句(名词+动词、代词+动词、分词+动词、名词+分词+系词)中构成断言的句法配置条件,即“一者被取为主词,另一者被取为谓词”。
- 1.1ἢ γὰρ ὅπως ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ
承接前文 δηλοῦσιν(主语为副词)展开的宏大并列长句的开端。起初并列的是间接疑问从句和名词从句(ἢ ὅπως... ἢ πότε... ἢ ὅτι...),但在后半部分(ἢ καὶ ὅτι λυσιτελὲς... δηλοῦντες 以及 ἢ καὶ... ἀνευφημοῦντες, οἰκειούμενοι),句法转向以述说主体(“我们”)为语义主语的阳性复数主格分词短语(依意义构词导致的句式转换)。
