- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:79.15-81.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯指出,言语根据“单词”与“被表示的事物”可划分为三组对立(单纯/复合、先/后、一/多),从而系统理顺了亚里士多德论述的次序。他进一步论证“断言”是一个真正的属而非同音异义词,并辩护了包括时间区分在内的断言定义表述。
ῥητέον οὖν ὅτι τῆς διαφορᾶς τῶν λόγων λαμβανομένης, ὡς καὶ πρότερον ἐλέγομεν, ἢ ἀπὸ τῶν λέξεων ἢ ἀπὸ τῶν σημαινομένων, καὶ τῆς μὲν περὶ τῶν λέξεων διαφορᾶς ποιούσης τὸν μὲν ἐξ ἑνὸς κατὰ τὴν λέξιν ὑποκειμένου καὶ ἐξ ἑνὸς κατηγορουμένου θετικῶς ἢ ἀρνητικῶς συγκείμενον, εἴτε προσκατηγοροῖτο τὸ ἔστιν εἴτε καὶ μή, καὶ εἴτε προσκέοιτο τρόπος τις εἴτε μή, καὶ ἁπλῶς εἰπεῖν κατάφασιν μόνην ἢ ἀπόφασιν μόνην, τὸν δὲ σύνθετον ἐκ δύο καταφάσεων ἢ ἀποφάσεων ἢ καταφάσεως καὶ ἀποφάσεως, ὃν συνδέσμῳ ἕνα κέκληκεν ὁ Ἀριστοτέλης, καὶ ἐν αὐτοῖς πάλιν τοῖς τε ἁπλοῖς λόγοις καὶ τοῖς συνδέσμῳ τὸ ἓν ἔχειν λεγομένοις θεωρουμένης τῆς κατὰ τὸ καταφατικὸν καὶ τὸ ἀποφατικὸν διαφορᾶς, τῆς δέ γε ἀπὸ τῶν σημαινομένων διακρίσεως τῶν λόγων τῆς μὲν ποιούσης ἕνα τῆς δὲ πολλούς, τρεῖς ἔσονται τῶν λόγων ἀντιθέσεις,1 ἁπλοῦ πρὸς σύνθετον, πρώτου πρὸς ὕστερον, ἑνὸς πρὸς πολλούς. δι’ ὧν μὲν οὖν ἔλεγεν ἔστι δὲ εἷς πρῶτος λόγος ἀποφαντικός τὴν κατὰ τὸ πρῶτον καὶ ὕστερον τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν παρεδίδου διαφοράν, ἐνδεικνύμενος ὅτι μόνους τούτους ἁπλοῦς ὄντας λόγους κυρίως ἀξιοῦμεν τῆς τοῦ ἑνὸς προσηγορίας τῷ προστιθέναι οἱ δὲ ἄλλοι πάντες συνδέσμῳ εἷς, ὡς ἂν οὐ δυναμένων ἡμῶν2 ἁπλῶς ἕνα τῶν λόγων ἐκείνων τινὰ ὀνομάζειν, τὸ δὲ κοινὸν τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν, ὅτι ἄμφω εἰσὶν ἁπλαῖ ἀποφάνσεις, καθ’ ὃ καὶ διακρίνονται τῶν συνδέσμῳ τὸ ἓν ἐχόντων. ἐν ἐκείνοις οὖν προστιθεὶς δι’ ὧν ἔλεγεν ἔστι δὲ εἷς πρῶτος λόγος ἀποφαντικὸς ὁ ἓν δηλῶν, πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἕν, τὴν ἐπὶ τῶν σημαινομένων διαίρεσιν ἡμῖν παρεδίδου τοῦ τε ἑνὸς λόγου καὶ τῶν πολλῶν. ἐν δέ γε τοῖς νῦν προκειμένοις τὴν κατὰ τὸ ἁπλοῦν καὶ τὸ σύνθετον διαίρεσιν αὐτῶν παραδίδωσιν, αὐτὸ τοῦτο σαφέστατα διοριζόμενος ὅτι κατὰ τὴν ἁπλότητα διαφέρουσιν ἡ κατάφασις καὶ ἡ ἀπόφασις τῶν συνδέσμῳ τὸ ἓν ἐχόντων λόγων· τὴν γὰρ κοινοτέραν λεγομένην ἀπόφανσιν διελὼν πρῶτον εἰς τὴν ἁπλῆν καὶ τὴν σύνθετον, πάλιν τὴν ἁπλῆν εἰς τὴν κατάφασιν διαιρεῖ καὶ τὴν ἀπόφασιν, ὧν τὴν πρὸς ἀλλήλας τάξιν ἔμπροσθεν παραδέδωκε. καὶ εἴ γε τὴν τάξιν τῆς διδασκαλίας τῶν διαιρέσεων ἐναλλάξας τὴν μὲν διαφορὰν τῆς ἁπλῆς ἀποφάνσεως πρὸς τὴν σύνθετον πρότερον ἦν ἡμῖν παραδούς, ἐπὶ δὲ ταύτῃ τὰ πρότερον εἰρημένα περὶ τῆς τάξεως, ἣν ἔχουσι πρὸς ἀλλήλας ἥ τε κατάφασις καὶ ἡ ἀπόφασις, τελευταίαν δὲ προσθεὶς τὴν ἀπὸ τῶν σημαινομένων διαφορὰν τοῦ ἑνὸς λόγου πρὸς τοὺς πολλούς, ὥστε οὕτως ἐξ ἀρχῆς εἰπεῖν ‘τοῦ ἀποφαντικοῦ λόγου ὁ μέν ἐστιν ἁπλοῦς ὁ δὲ σύνθετος ἐκ πλειόνων λόγων, καὶ τοῦ ἁπλοῦ ὁ μὲν πρῶτος ὁ δὲ δεύτερος, καὶ ἑκάτερος τούτων ὁ μὲν εἷς ὁ ἓν σημαίνων ὁ δὲ πολλοὶ ὁ πολλὰ σημαίνων’, οὐδενὶ ἂν ἔδοξε τὰ αὐτὰ πολλάκις περὶ τῶν αὐτῶν εἰρηκέναι. Οὐ δεῖ δὲ οἴεσθαι τὸν ὁρισμὸν τῆς ἁπλῆς ἀποφάνσεως ἤ, ὡς φαῖεν ἄν τινες, ὑπογραφὴν ἐκ τῆς καταφάσεως ἀποδίδοσθαι καὶ τῆς ἀποφάσεως διὰ τὸ λέγεσθαι ὑπὸ τοῦ Ἀριστοτέλους ἁπλῆ ἀπόφανσίς ἐστι οἷόν τι κατά τινος ἤ τι ἀπό τινος καὶ πάλιν φωνὴ σημαντικὴ περὶ τοῦ εἰ ὑπάρχει τι ἢ μὴ ὑπάρχει, ὧν τὰ μέν εἰσι δηλονότι καταφάσεις τὰ δὲ ἀποφάσεις· ὅπερ τινὲς ὑπολαβόντες οὐ γένος εἶναι τὴν ἀπόφανσιν ἐνόμισαν, ἀλλὰ φωνὴν ὁμωνύμως εἰς διάφορα σημαινόμενα διαιρουμένην τὰ ὑπ’ αὐτήν· ταῖς γὰρ ὁμωνύμοις φωναῖς προσήκουσιν αἱ ἀπὸ τῶν σημαινομένων ὑπ’ αὐτῶν διδασκαλίαι διὰ τὸ ταύτας μηδεμιᾶς κοινῆς φύσεως εἶναι δηλωτικάς, ἣν οἱ ὁρισμοὶ σημαίνουσι· τὸν μὲν γὰρ ὁρισμὸν τῆς ἀποφάνσεως ἔχομεν ἤδη διὰ τῶν ἔμπροσθεν παραδεδομένων, ὅτι ἐστὶ λόγος ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει· ἐν δέ γε τούτοις προθέμενος διακρῖναι τὴν ἁπλῆν ἀπόφανσιν ἀπὸ τῆς συνθέτου καὶ εἰπεῖν τίνες αἱ ἁπλαῖ ἀποφάνσεις, ἐξ ὧν αἱ σύνθετοι ἔχουσι τὴν γένεσιν, ὅτι κατάφασις καὶ ἀπόφασις, καὶ τοὺς ὁρισμοὺς αὐτῶν ἀποδοῦναι, τὴν εἰς τὰ εἴδη διαίρεσιν αὐτῆς εἰκότως παραδίδωσιν, ἤτοι λόγον ἐννοηματικὸν ἀπὸ τῆς εἰς τὰ εἴδη διαιρέσεως εἰλημμένον.3 ὅτι δὲ γένος εἶναι βούλεται τὴν ἀπόφανσιν ὁ φιλόσοφος, σαφῶς ἐδήλωσεν ἐν τοῖς ὁρισμοῖς τῆς τε καταφάσεως καὶ τῆς ἀποφάσεως αὐτὴν παραλαβὼν καὶ ταύτῃ ὡς γένει τὰς διαφορὰς προστιθείς, ἐπὶ μὲν τῆς καταφάσεως τὸ τινὸς κατά τινος, ἐπὶ δὲ τῆς ἀποφάσεως τὸ τινὸς ἀπό τινος. ἐπεὶ δὲ τὸ εἰ ὑπάρχει τινὶ ἢ μὴ ὑπάρχει ὡς κατὰ μόνον τὸν ἐνεστῶτα προενήνεκται χρόνον, αἱ δὲ ἀποφάνσεις καὶ κατὰ τὸν παρεληλυθότα καὶ κατὰ τὸν μέλλοντα λέγεσθαι ὁμοίως δύνανται, διὰ τοῦτο προσέθηκε τὸ ὡς οἱ χρόνοι διῄρηνται.
因此应当说,正如我们早先也曾说过的,既然言语的差异要么从单词中获取,要么从被表示的事物中获取;而关于单词的差异一方面造成了由字面上一个主词和一个谓词肯定地或否定地构成的言语——无论“是”是否附加述说,也无论是否附加了某种模态,简而言之,单纯的一个肯定命题或单纯的一个否定命题——另一方面造成了由两个肯定命题、或[两个]否定命题、或一个肯定命题和一个否定命题构成的复合言语,亚里士多德将其称为“通过连词为一”的言语;并且在这些单纯言语本身以及被称为通过连词具有单一性的言语中,又可观察到基于肯定与否定的差异;而从被表示的事物中产生的言语区分,则一方面造成一个言语,另一方面造成多数言语;因此言语将有三种对立:“单纯对复合”、“先对后”、“一对应多”。 因此,通过他说“第一种断言性的言语是一”这些话,他传授了肯定命题对否定命题依照先后的差异,并通过附加“而其他所有言语则是通过连词为一”,表明我们仅仅认为这些作为单纯言语的东西在严格意义上配得上“一”的称谓,仿佛我们绝不能径直将那些[复合]言语中的任何一个称为“一”似的;而肯定命题与否定命题的共同之处在于,二者都是单纯断言,它们也正是凭此而与通过连词具有单一性的言语相区别。因此,在那些段落中,他通过附加所说的“第一种单一的断言性言语是表示单一事物的,而多数言语则是表示多数而非单一事物的”这些话,向我们传授了在被表示的事物层面单一言语与多数言语的划分。 而在当前的主题中,他传授了它们依照单纯与复合的划分,极其明确地规定了这一点,即肯定命题和否定命题在单纯性上不同于通过连词具有单一性的言语;因为在把更为普遍言说的断言首先划分为单纯断言和复合断言之后,他又把单纯断言划分为肯定命题和否定命题,二者相互之间的秩序他先前已经传授过了。而且,如果他调换了传授这些划分的顺序,先把单纯断言与复合断言的差异传授给我们,随后说出先前关于肯定命题与否定命题相互所具有的秩序的内容,最后再加上从被表示的事物中产生的单一言语与多数言语的差异,从而从一开始就如此陈述:“在断言性言语中,一种是单纯的,另一种是由多个言语构成的复合言语;在单纯言语中,一种是第一的,另一种是第二的;而这两者中的每一个,一方面有的是单一的,即表示单一事物的,另一方面有的是多数的,即表示多数事物的”,那么就不会有人觉得他就同样的事情多次重复同样的言论了。 然而,绝不应当认为单纯断言的定义(或者如某些人所说的描述)是由肯定命题和否定命题给出的,仅仅因为亚里士多德说“单纯断言是例如某种东西述说某种东西,或某种东西脱离某种东西”,以及又说“关于某物属于还是不属于的、具有意义的声音”,而这些显然前者是肯定命题,后者是否定命题。某些人作此理解,认为断言不是一个属,而是一个同音异义地划分为其下不同意义的声音;因为针对同音异义的声音,从它们所表示的事物出发进行教学是恰当的,因为这些声音并不指示定义所表示的任何共同本性。事实上,关于断言的定义,我们通过先前传授的内容已经拥有了,即它是“为真或为伪存在于其中的言语”;而在当前的段落中,他打算将单纯断言与复合断言区分开来,并说明复合断言由此生成的那些单纯断言是什么(即肯定命题和否定命题),并给出它们的定义,因而他合情合理地传授了它向种的划分,即从向种的划分中得出的概念性说明。至于这位哲学家意在将断言视为一个属,他已经在肯定命题和否定命题的定义中明晰地表明了,即采纳断言并将其作为属而附加属差:在肯定命题上加上“某种东西述说某种东西”,在否定命题上加上“某种东西脱离某种东西”。 既然“属于还是不属于某物”的表达似乎仅仅是按照现在时态陈述的,而断言同样也可以按照过去时态和未来时态言说,正因如此,他附加了“按照时间的区分”。
- 1.17ῥητέον οὖν ὅτι τῆς διαφορᾶς τῶν λόγων λαμβανομένης ... τρεῖς ἔσονται τῶν λόγων ἀντιθέσεις
在句首 ῥητέον οὖν ὅτι 之后,句子由层层嵌套的长篇属格独立结构(τῆς διαφορᾶς ... λαμβανομένης, καὶ τῆς μὲν ... διαφορᾶς ποιούσης ..., τῆς δέ γε ... διακρίσεως ... ποιούσης)提供前提背景,其主句核心为带有主动词 ἔσονται 的 τρεῖς ἔσονται τῶν λόγων ἀντιθέσεις。
- 1.17τῷ προστιθέναι οἱ δὲ ἄλλοι πάντες συνδέσμῳ εἷς, ὡς ἂν οὐ δυναμένων ἡμῶν
τῷ προστιθέναι 是表示方式或手段的带冠词与格不定式,修饰前面的分词 ἐνδεικνύμενος(“指示/表明”)。随后的 ὡς ἂν οὐ δυναμένων ἡμῶν 则是带有 ὡς 与 ἄν 的属格独立结构,表达一种主观假定或推断语气(“仿佛我们不能……”)。
- 1.17ἤτοι λόγον ἐννοηματικὸν ἀπὸ τῆς εἰς τὰ εἴδη διαιρέσεως εἰλημμένον
此短语是对前面 τὴν εἰς τὰ εἴδη διαίρεσιν αὐτῆς εἰκότως παραδίδωσιν(“合情合理地传授了它向种的划分”)的同格解释。ἤτοι 意为“即 / 也就是说”,指明亚里士多德此处给出的是源自分类的概念性说明(λόγος ἐννοηματικός),而非严格的本质定义(ὁρισμός)。
