← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§77.26-79.15

单纯断言与复合断言的定义与结构

阿摩尼奥斯对亚里士多德《解释篇》17a20中关于单纯断言与复合断言的划分进行注解,讨论了借助或不借助连词的复合形式,并根据词数与句法结构(第三附加谓项与模态)探讨了命题单纯性的等级序列。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.17#1

" Τούτων δὲ ἡ μὲν ἁπλῆ ἐστιν ἀπόφανσις, οἷόν τι κατά τινος ἢ τι ἀπό τινος, ἡ δὲ ἐκ τούτων συγκειμένη, οἷον λόγος τις ἤδη σύνθετος. ἔστι δὲ ἡ μὲν ἁπλῆ ἀπόφανσις φωνὴ σημαντικὴ περὶ τοῦ 〈εἰ〉 ὑπάρχει τινὶ ἢ μὴ ὑπάρχει, ὡς οἱ χρόνοι διῄρηνται. κατάφασις δέ ἐστιν ἀπόφανσίς τινος κατά τινος, ἀπόφασις δέ ἐστιν ἀπόφανσίς τινος ἀπό τινος." Τούτων μὲν λέγει ὧν ἀποφαινόμενοι λέγομεν1 ἢ ἐρωτηθέντες ὑπό τινος ἢ αὐτοὶ προελόμενοι, περὶ ὧν ἦν αὐτῷ προσεχῶς ὁ λόγος. εἶναι δὲ αὐτῶν φησι τὴν μὲν ἁπλῆν ἀπόφανσιν τὴν δὲ σύνθετον ἐκ πλειόνων, οὐ λέξεων ἀλλὰ λόγων, τὸν συνδέσμῳ τὸ ἓν ἔχοντα λόγον, εἴτε κατηγορικῶς εἴτε ὑποθετικῶς, σύνθετον λέγων ἐκ τῶν ἁπλῶν ἀποφάνσεων, τοῦτ’ ἔστιν ἢ δύο καταφάσεων ἢ δύο ἀποφάσεων ἢ καταφάσεως καὶ ἀποφάσεως. ἐνίοτε δὲ καὶ δίχα συνδέσμου πλείονας λόγους ἐφεξῆς λέγοντες ὡς ἕνα τὸν ἐκ πάντων λέγομεν, τῆς συνεχείας ἢ τῆς ἐφεξῆς ῥήσεως τὴν χρείαν τοῦ συνδέσμου ποιούσης, οἷον ‘διὰ τὸ δυσχεραίνειν πρὸς τὴν ὕβριν Ἀλκιβιάδης ἐπολέμησε τῇ πατρίδι, Ἀχιλλεὺς τοῖς Ἀχαιοῖς ἐμήνισεν, Αἴας ἀπέσφαξεν ἑαυτόν’, καὶ ὅσα ἄλλα λέγειν ἀσυνδέτως εἰώθαμεν. ἐνίοτε δὲ καὶ ὀνόματα πλείονα συνείροντες ἀλλήλοις ἀσυνδέτως, οὐ συμπλεκόμενα πρὸς ἑνός τινος σημασίαν, καθάπερ ἐπὶ τῶν ὁρισμῶν, ἀλλὰ δηλωτικὰ πραγμάτων ἀπηρτισμένων ἕν τι αὐτῶν κατηγοροῦμεν, πλείονας μὲν πάντως λόγους λέγοντες διὰ τὸ πλείονα εἶναι τὰ ὑποκείμενα, τὴν δὲ ἐφεξῆς γινομένην ἀπαρίθμησιν ἀντὶ συνδέσμου παραλαμβάνοντες, οἷον ‘Ἀχιλλεὺς Αἴας Διομήδης ἄριστοι τῶν Ἑλλήνων’. καὶ φανερὸν ὅτι πολλοὶ οἱ λόγοι, διότι δυνατὸν τὸν μὲν αὐτῶν ἀληθῆ τὸν δὲ ψευδῆ εἶναι, οἷον εἴ τις ἀντὶ τούτων τινὸς ἢ καὶ πρὸς τούτοις ἀπαριθμοῖτο τὸν Ἐπειόν. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἑνὸς ὑποκειμένου πολλά τινα κατηγορουσῶν ἀσυνδέτως προτάσεων, οἷον ‘Σωκράτης τρίβει τὸ σκέλος διαλέγεται ἥδεται’· ὡς ἅτε τῶν συγκειμένων λόγων ἐκ πλειόνων ἁπλουστέρων καὶ διὰ τοῦτο πολλῶν λεγομένων τοὺς μὲν ἐξ ὁλοκλήρων κατ’ ἐνέργειαν συγκεῖσθαι2 λόγων, ἢ ἀσυνδέτων ἢ συνδεδεμένων, τοὺς δὲ μὴ ἐκ διακεκριμένων συγκεῖσθαι λόγων, ἀλλ’ ἤτοι ἐξ ὑποκειμένων μόνον πλειόνων ἀσυνδέτων ἢ συνδεδεμένων ἢ ἐκ κατηγορουμένων ἢ καὶ ἐξ ἀμφοῖν, ὡς εἰ λέγοιμεν ‘Σωκράτης καὶ Πλάτων βαδίζουσι καὶ διαλέγονται’, ἢ αὐτὰ ταῦτα χωρὶς τοῦ συνδέσμου προφέροιμεν. Ἔστι δὲ δὴ καὶ ἐν αὐτοῖς τοῖς ἁπλοῖς λεγομένοις λόγοις ἄλλον τρόπον εὑρεῖν πολλήν τινα κατὰ τὸ ἁπλοῦν καὶ σύνθετον διαφοράν, οὐκέτι κατὰ τὸ μὴ συγκεῖσθαι ἢ συγκεῖσθαι ἐκ πλειόνων λόγων, ἀλλὰ κατὰ τὸ πλῆθος τῶν παραληφθεισῶν πρὸς τὴν σύστασιν αὐτοῦ λέξεων· ἁπλούστατος μὲν γὰρ ὄντως καὶ πρώτιστος ὁ ἐκ τῶν ἀναγκαιοτάτων μερῶν συγκείμενος, ὀνόματός τε καὶ ῥήματος, οὐκέτι δὲ κατά γε τοῦτο κυρίως ἁπλοῦς οὐδὲ πρῶτος ὁ καθ’ ὁτιοῦν τούτου πλεονάσας, διόπερ τὴν κατάφασιν ἁπλῶς πρὸς τὴν ἀπόφασιν παραλαβὼν ὁ Ἀριστοτέλης προτέραν ἔχειν τάξιν τὴν κατάφασιν ἀπεφαίνετο, καίτοι κατὰ τὸ ἓν ὁμοίως ἐχόντων τῶν λόγων (εἰ μὴ παραλαμβάνοιεν ὁμώνυμον ὅρον) καὶ κατὰ τὸ ἁπλοῦν, ὡς μὴ συγκειμένων ἐκ πλειόνων λόγων. καὶ ἐν αὐταῖς μέντοι ταῖς καταφάσεσι πολλὴν ἂν εὕροις πρὸς ἀλλήλας διαφοράν, καὶ ἐν ἀποφάσεσιν ὁμοίως· αἱ γὰρ ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεις προτέραν ἔχουσι κατὰ τὴν ἁπλότητα τάξιν τῶν ἐκ τρίτου προσκατηγορουμένου, καὶ αὗται τῶν μετὰ τρόπου. καὶ πάλιν ἐν μὲν ταῖς ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προηγοῦνται αἱ ἐξ ὡρισμένου τοῦ ὑποκειμένου τῶν ἐξ ἀορίστου, καὶ αἱ ὀνόματι ὑποκειμένῳ προσχρώμεναι τῶν ὁρισμὸν ἀντὶ ὀνόματος παραλαμβανουσῶν. ἐν δὲ ταῖς ἐκ τρίτου προσκατηγορουμένου αἱ ὄνομα ἤτοι ῥῆμα κατηγοροῦσαι τῶν ὁρισμὸν ὅλον ποιουσῶν κατηγορούμενον, οἷον ἡ ‘Σωκράτης ἄνθρωπός ἐστι’ τῆς ‘Σωκράτης ζῷον λογικὸν θνητόν ἐστι’. Ταῦτα μὲν οὖν διὰ τὸ προφανὲς οὐ πολλῆς ἐπιστάσεως ἄξια· πῇ δὲ διοίσει τὰ διὰ τούτων λεγόμενα τῶν ὀλίγῳ πρότερον εἰρημένων ἔστι δὲ εἷς λόγος ἀποφαντικὸς ἢ ὁ ἓν δηλῶν ἢ ὁ συνδέσμῳ εἷς, πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἓν ἢ οἱ ἀσύνδετοι καὶ τῶν ἔτι πρὸ ἐκείνων ἔστι δὲ εἷς πρῶτος λόγος ἀποφαντικὸς κατάφασις, εἶτα ἀπόφασις, ἄξιον ἐπισκέψασθαι.

“在这些[言语]中,一种是单纯断言,例如某种东西述说某种东西,或某种东西脱离某种东西,另一种则是由这些构成的,例如某种已经是复合的言语。单纯断言是按照时间的区分,关于[某物]属于还是不属于某物而具有意义的声音。肯定命题是某种东西述说某种东西的断言,否定命题是某种东西脱离某种东西的断言。” 他说“在这些中”,是指我们在做出断言时所说的那些言语,无论是由某人提问还是我们自己决意说出的,关于这些他刚才已有论述。他说,在它们之中,一种是单纯断言,另一种是由较多部分——不是由单词而是由言语——构成的,并把不论是定言地还是假言地通过连词具有单一性的言语称为由单纯断言构成的复合言语,即由两个肯定命题、或两个否定命题、或一个肯定命题和一个否定命题构成的言语。有时,即使没有连词,我们相继说出多个言语,也把由所有这些构成的整体当作一个言语来说,因为连续性或相继的言说起到了连词的作用,例如“由于愤恨于侮辱,阿尔基比亚德与祖国开战,阿喀琉斯对阿开奥斯人发怒,埃阿斯自刎”,以及我们习惯于无连词地说出的其他所有类似言语。有时我们还将多个名词无连词地相互连缀,它们不是像在定义的情况下那样为了表示某一事物而结合,而是各自指示独立的事物,我们对它们述说某一事物;此时由于主词有多个,我们完全是在说出多个言语,但我们是用相继的列举来代替连词,例如“阿喀琉斯、埃阿斯、狄奥墨得斯是希腊人中最优秀者”。显然这些言语是多数的,因为其中一个为真而另一个为伪是可能的,例如若有人用埃佩奥斯代替其中某人或在他们之外加上埃佩奥斯。同样的道理也适用于对一个主词无连词地述说多个事物的命题,例如“苏格拉底揉搓小腿、谈话、感到快乐”。因此,在由多个更单纯的言语构成并因此被称为多数言语的那些言语中,有些在现实中是由完整的言语构成的,无论是有连词还是无连词的,另一些则不是由分开的完整言语构成的,而仅仅是由多个无连词或有连词的主词构成,或由谓词构成,或兼由二者构成,例如我们说“苏格拉底和柏拉图散步并且谈话”,或者不用连词说出这些同样的内容。 然而,在被称为单纯的言语本身之中,也能够以另一种方式在单纯与复合方面发现相当大的差异,这已不再取决于它是否由多个言语构成,而是取决于用于构成它的单词的数量。因为真正最单纯且处于第一位的,是由最不可或缺的部分——即名词和动词——构成的言语;而凡是在这之上有所增添的言语,至少在这方面已不再是严格意义上的单纯或第一了;正因如此,亚里士多德在将肯定命题直接与否定命题作比较时断言,肯定命题具有更先的秩序,尽管在单一性方面(除非它们使用了同音异义词项)和在不曾由多个言语构成的单纯性方面,这两类言语处于相同的地位。而且在肯定命题本身之中,你也可以发现彼此之间有很大差异,在否定命题中亦然;因为由主词和谓词构成的命题在单纯性上,其秩序优于带有第三个附加谓项的命题,而后者又优于带有模态的命题。再者,在由主词和谓词构成的命题中,主词确定的命题先于主词不确定的命题,以名词为主词的命题先于用定义代替名词的命题;而在带有第三个附加谓项的命题中,以名词或动词为谓项的命题,先于以整个定义为谓项的命题,例如“苏格拉底是人”先于“苏格拉底是有理性的必死动物”。 这些事情由于显而易见,并不值得大加关注;但通过这些所说的内容,与不久前所说的“然而单一的断言性言语要么是表示单一事物的,要么是通过连词为一的;而多数言语则是表示多数而非单一事物的,或是无连词的”,以及更早之前的“然而第一种单一的断言性言语是肯定命题,其次是否定命题”,究竟在何种意义上有所不同,这是值得考察的。

语法注2 条
  1. 1.17Τούτων μὲν λέγει ὧν ἀποφαινόμενοι λέγομεν

    先行词 Τούτων 与关系代名词 ὧν 通过格吸引(attractio relativi)而在属格上取得一致。动词 λέγει 本可支配表示言语的宾格(τούτους τοὺς λόγους),但这里保留了引文句首的属格词 Τούτων 并与其后的关系从句呼应。

  2. 1.17ὡς ἅτε τῶν συγκειμένων λόγων ... τοὺς μὲν ... τοὺς δὲ ... συγκεῖσθαι

    表结果的 ὡς(=ὥστε)支配以不定式 συγκεῖσθαι 为核心的宾格加不定式结构(τοὺς μὲν ... τοὺς δὲ),其中嵌入了由表原因的 ἅτε 引导的独立属格(τῶν συγκειμένων λόγων ... λεγομένων)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:77.26-79.15