← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§81.3-83.1

矛盾的定义与基于实况的四种真伪对立

基于亚里士多德的文本(17a2),讨论了矛盾的定义与成立条件。阿摩尼乌指明,通过事物实况(属于/不属于)与断言表述(说属于/说不属于)的组合,生成了带有真伪性质的四种命题,并证明真肯定命题与伪否定命题相对立,伪肯定命题与真否定命题相对立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18#1

" Ἐπεὶ δὲ ἔστι καὶ τὸ ὑπάρχον ἀποφαίνεσθαι ὡς μὴ ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς μὴ ὑπάρχον, καὶ περὶ τοὺς ἐκτὸς δὲ τοῦ νῦν χρόνους ὡσαύτως, ἅπαν ἂν ἐνδέχοιτο καὶ ὃ κατέφησέ τις ἀποφῆσαι καὶ ὃ ἀπέφησε καταφῆσαι·1 ὥστε πάσῃ καταφάσει ἐστὶν ἀπόφασις ἀντικειμένη καὶ πάσῃ ἀποφάσει κατάφασις. καὶ ἔστω τοῦτο ἀντίφασις, κατάφασις καὶ ἀπόφασις αἱ ἀντικείμεναι. λέγω δὲ ἀντικεῖσθαι τὴν τοῦ αὐτοῦ κατὰ τοῦ αὐτοῦ,2 μὴ ὁμωνύμως δέ, καὶ ὅσα ἄλλα τῶν τοιούτων προσδιοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις." Βούλεται μὲν διὰ τούτων παραδοῦναι τὸν ὁρισμὸν τῆς ἀντιφάσεως καὶ εἰπεῖν ὅτι ἐστὶ μάχη καταφάσεως καὶ ἀποφάσεως διαιρουσῶν ἀεὶ τὸ τε ἀληθὲς καὶ τὸ ψεῦδος, ὥστε τῆς ἑτέρας αὐτῶν ψευδομένης ἀληθεύειν τὴν ἑτέραν καὶ ἔμπαλιν. πρὸ δέ γε τούτου προλαβεῖν ἐξ ἀνάγκης ἔδει ὅτι ἔστι μάχη ψευδοῦς τε ἀποφάσεως πρὸς ἀληθῆ κατάφασιν καὶ ψευδοῦς καταφάσεως πρὸς ἀληθῆ ἀπόφασιν. ἵνα οὖν τοῦτο οὕτως ἔχον ἐπιδείξῃ, λαμβάνει δύο ἀντιθέσεις, μίαν μὲν ἀπὸ τῶν πραγμάτων αὐτῶν, ἑτέραν δὲ ἀπὸ τῆς ἡμετέρας περὶ τῶν πραγμάτων ἐπικρίσεως· ἐπεὶ γὰρ περὶ καταφάσεως καὶ ἀποφάσεως ὁ λόγος, ἑκατέρα δὲ τούτων ἐν συμπλοκῇ θεωρεῖται κατηγορουμένου τινὸς πρὸς ὑποκείμενον, ἀπὸ μὲν τῶν πραγμάτων ἀντίθεσις λαμβάνεται ἡ λέγουσα ὅτι τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ ὑπάρχει ἢ οὐχ ὑπάρχει, ἀπὸ δὲ τῆς ἡμετέρας περὶ αὐτῶν ἐννοίας ἡ προφορὰ ἡ λέγουσα ὅτι τὸ κατηγορούμενον ἢ λέγομεν ἡμεῖς ὑπάρχειν τῷ ὑποκειμένῳ ἢ λέγομεν μὴ ὑπάρχειν. τούτων οὖν τεττάρων ὄντων τμημάτων τῶν δύο ἀντιθέσεων, τοῦ ὑπάρχειν, τοῦ μὴ ὑπάρχειν, τοῦ λέγεσθαι ὑπάρχειν, τοῦ λέγεσθαι μὴ ὑπάρχειν, τέτταρες ἔσονται συμπλοκαί· ἢ γὰρ τὸ ὄντως ὑπάρχον καὶ ἡμεῖς λέγομεν ὑπάρχειν ἢ τὸ ὄντως ὑπάρχον ἡμεῖς λέγομεν μὴ ὑπάρχειν ἢ τὸ μὴ ὑπάρχον ἡμεῖς λέγομεν ὑπάρχειν ἢ τὸ μὴ ὑπάρχον μὴ ὑπάρχειν φαμέν. εἰ μὲν οὖν τὸ ὑπάρχον ὑπάρχειν λέγομεν, οἷον τὸν Σωκράτην δίκαιον εἶναι, κατάφασιν ἀληθῆ ποιοῦμεν τὸ ὄντως ὑπάρχον τῷ Σωκράτει τὸ δίκαιον λέγοντες ὑπάρχειν, εἰ δὲ τὸ ὑπάρχον μὴ ὑπάρχειν, ἀπόφασιν ψευδῆ, οἷον εἰ λέγοιμεν τὸν Σωκράτην δίκαιον μὴ εἶναι, διότι ὑπάρχον τῷ Σωκράτει τὸ δίκαιον λέγομεν ἡμεῖς μὴ ὑπάρχειν, εἰ δὲ αὖ τὸ μὴ ὑπάρχον ὑπάρχειν λέγοιμεν, οἷον τὸν Σωκράτην ἄδικον εἶναι, κατάφασιν ψευδῆ ποιοῦμεν μὴ ὑπάρχον τῷ Σωκράτει τὸ ἄδικον λέγοντες ὑπάρχειν, εἰ δὲ λοιπὸν τὸ μὴ ὑπάρχον μὴ ὑπάρχειν ἀποφαινόμεθα, οἷον τὸν Σωκράτην μὴ εἶναι ἄδικον, ἀπόφασιν λέγομεν ἀληθῆ· ὃ γὰρ κατὰ ἀλήθειαν οὐχ ὑπάρχει τῷ Σωκράτει τὸ ἄδικον, τοῦτο καὶ ἡμεῖς μὴ ὑπάρχειν φαμέν· ποιεῖ γὰρ κατάφασιν μὲν ἢ ἀπόφασιν τὸ λέγειν ἡμᾶς ὑπάρχειν ἢ λέγειν μὴ ὑπάρχειν (φανερὸν γὰρ ὡς ὁ μὲν ὑπάρχειν τι λέγων καταφάσκει τοῦτο ὅ φησιν ὑπάρχειν ἐκείνου ᾧ φησιν αὐτὸ ὑπάρχειν, ὁ δὲ μὴ ὑπάρχειν λέγων ἀποφάσκει), ἀληθῆ δὲ ἢ ψευδῆ τὸ συμφώνως ἢ μὴ συμφώνως τοῖς πράγμασιν ἀποφαίνεσθαι· δῆλον γὰρ πάλιν ὅτι συνᾳδόντως μὲν τοῖς πράγμασιν ἀποφαινόμενοι τῆς ἀληθείας τευξόμεθα, οἷον τὸ ὑπάρχον ὑπάρχειν εἰπόντες ἢ τὸ μὴ ὑπάρχον μὴ ὑπάρχειν, διαφωνοῦντες δὲ πρὸς τὴν τῶν πραγμάτων φύσιν ψευσόμεθα, οἷον τὸ ὑπάρχον μὴ ὑπάρχειν εἰπόντες ἢ τὸ μὴ ὑπάρχον ὑπάρχειν. τέτταρες οὖν ἡμῖν ἐντεῦθεν ἀνεφάνησαν προτάσεις, δύο μὲν καταφάσεις ἥ τε τὸ ὑπάρχον ὑπάρχειν καὶ ἡ τὸ μὴ ὑπάρχον ὑπάρχειν λέγουσα, δύο δὲ ἀποφάσεις αἱ λοιπαί. καὶ τῶν καταφάσεων ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, ἀληθὴς μὲν ἡ τὸ ὑπάρχον ὑπάρχειν εἰποῦσα, ψευδὴς δὲ ἡ τὸ μὴ ὑπάρχον ὑπάρχειν. καὶ τῶν ἀποφάσεων πάλιν ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, ἀληθὴς μὲν ἡ τὸ μὴ ὑπάρχον μὴ ὑπάρχειν εἰποῦσα, ψευδὴς δὲ ἡ τὸ ὑπάρχον μὴ ὑπάρχειν. οὐκοῦν εὕρομεν ὡς ἔστι πάντως τῇ ἀληθεῖ καταφάσει μαχομένη τις πρότασις ἡ ἀπόφασις ἡ ψευδὴς καὶ τῇ ψευδεῖ καταφάσει ἡ ἀληθὴς ἀπόφασις. ὥστε ἀνέφηνεν ἡμῖν ἐμμέθοδος ὁ λόγος ἐκ τῶν δύο διαιρέσεων ὁρμηθεὶς τέτταρα μὲν τὰ κοινότατα τῶν προτάσεων εἴδη μετὰ τῆς ποιότητος τοῦ ἀληθοῦς καὶ τοῦ ψευδοῦς θεωρούμενα, δύο δὲ ἀντιθέσεων ἐν προτάσεσιν,3 ἓν μὲν ἀληθοῦς καταφάσεως πρὸς ψευδῆ ἀπόφασιν, ἕτερον δὲ ψευδοῦς καταφάσεως πρὸς ἀληθῆ ἀπόφασιν.

“但是,既然也可以把属于的事物断言为不属于,把不属于的事物断言为属于,把属于的事物断言为属于,把不属于的事物断言为不属于,并且关于现在之外的时间同样如此,那么任何人所肯定的一切事物,都可以加以否定,任何人所否定的一切事物,都可以加以肯定;以至于对每一个肯定命题都有一个相对立的否定命题,对每一个否定命题都有一个[相对立的]肯定命题。我们就把这称为矛盾:彼此相对立的肯定命题与否定命题。我所说的相对立,是指同一事物关于同一事物的[肯定或否定],但并非同音异义地相对立,并且伴随我们针对诡辩家的骚扰所作出的其他一切此类附加规定。” 通过这些话,他意在传授矛盾的定义,并说明矛盾是始终分判真与伪的肯定命题与否定命题的冲突,以至于当其中一者为伪时,另一者为真,反之亦然。然而在这之前,必然要求预先把握:存在着伪否定命题对真肯定命题的冲突,以及伪肯定命题对真否定命题的冲突。因此,为了指明事实确是如此,他采纳了两种对立:一种来自事物本身,另一种来自我们关于事物的决断。因为既然论述是关于肯定命题与否定命题的,而这两者中的每一个都是在某种谓词与主词的结合中被考察的,那么从事物出发所采纳的对立乃是说明谓词属于还是不属于主词,而从我们关于事物的概念出发所采纳的陈述则是说明我们说谓词属于主词还是说它不属于。因此,在这两种对立的四个部分——即“属于”、“不属于”、“被说成属于”、“被说成不属于”——存在的情况下,就会产生四种结合:因为要么对实际属于的事物我们也说它属于,要么对实际属于的事物我们说它不属于,要么对不属于的事物我们说它属于,要么对不属于的事物我们说它不属于。因此,如果我们说属于的事物属于,例如说苏格拉底是公正的,那么通过说实际属于苏格拉底的公正性是属于的,我们便作出了一个真肯定命题;但如果说属于的事物不属于,便作出了一个伪否定命题,例如如果我们说苏格拉底不是公正的,因为公正性虽然属于苏格拉底,我们却说它不属于;反之,如果我们说不属于的事物属于,例如说苏格拉底是不公正的,那么通过说并不属于苏格拉底的不公正性是属于的,我们便作出了一个伪肯定命题;如果最后我们断言不属于的事物不属于,例如说苏格拉底不是不公正的,那么我们所说的就是一个真否定命题;因为事实上并不属于苏格拉底的不公正性,我们同样也说它不属于。因为,我们说属于或说不属于,构成了肯定命题或否定命题(因为显然,说某物属于的人,是对他说它属于的那事物肯定他说属于的东西,而说不属于的人则是在否定它),而与事物相符合或不相符合地作出断言,则构成了真或伪(因为同样显而易见的是,与事物一致地作出断言时我们将获得真理,例如说属于的属于或不属于的不属于;而与事物的本性相抵触时我们就会说谎,例如说属于的不属于或不属于的属于)。因此,由此在我们面前显现了四种命题:两个肯定命题,即说属于的属于的命题和说不属于的属于的命题,以及其余两个否定命题。在肯定命题中,一个是真的,另一个是伪的;真肯定命题是说属于的属于的命题,伪肯定命题是说不属于的属于的命题。在否定命题中同样,一个是真的,另一个是伪的;真否定命题是说不属于的不属于的命题,伪否定命题是说属于的不属于的命题。于是我们发现,与真肯定命题相互冲突的必然存在着某种命题,即伪否定命题;而与伪肯定命题相互冲突的则是真否定命题。因此,从这两种划分出发的有条理的论述,向我们揭示了连同真伪性质一起被考察的四种最普遍的命题形式,以及命题中的两种对立:一种是真肯定命题对伪否定命题的对立,另一种是伪肯定命题对真否定命题的对立。

语法注3 条
  1. 1.18ἅπαν ἂν ἐνδέχοιτο καὶ ὃ κατέφησέ τις ἀποφῆσαι καὶ ὃ ἀπέφησε καταφῆσαι

    中性宾格 ἅπαν 作为不定式 ἀποφῆσαι 和 καταφῆσαι 的共同宾语,而两个不定式短语则作为非人称动词 ἐνδέχοιτο ἄν 的主语。由 καὶ... καί... 连接的两个关系从句(ὃ κατέφησέ τις 与 ὃ ἀπέφησε)对 ἅπαν 进行限定和分述。

  2. 1.18λέγω δὲ ἀντικεῖσθαι τὴν τοῦ αὐτοῦ κατὰ τοῦ αὐτοῦ

    阴性单数冠词 τὴν 承接前文的 κατάφασις καὶ ἀπόφασις αἱ ἀντικείμεναι,其修饰的名词被省略,可理解为相对立的否定命题(ἀπόφασιν),或更宽泛的命题/断言(πρότασιν / ἀπόφανσιν)。

  3. 1.18δύο δὲ ἀντιθέσεων ἐν προτάσεσιν

    此短语与前面的 τέτταρα μὲν τὰ κοινότατα τῶν προτάσεων εἴδη 平行,作为动词 ἀνέφηνεν 的对象。此处承前省略了 εἴδη,即 δύο δὲ [εἴδη] ἀντιθέσεων(“对立的两种[形式/种]”),属格 ἀντιθέσεων 修饰所省略的 εἴδη;这也解释了为何后文的同位语是中性单数 ἓν μὲν ... ἕτερον δέ(呼应中性名词 εἶδος),而非阴性(ἀντίθεσις 为阴性名词)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:81.3-83.1