← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§76.22-77.25

问答中的单独词语与发话概念

阿摩尼奥斯论证了在问答中单纯的名词或动词为何无法表示真假,继而阐明亚里士多德为何未特意将“发话”与肯定、否定及矛盾区分开来,并对比了柏拉图《蒂迈欧篇》中先行的“发话”用法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16#2

’ τινὸς ἐρομένου ‘Σωκράτης’ εἰπόντες ἐσημήναμέν τι ἀληθὲς ἢ ψεῦδος, καὶ ‘τί ποιεῖ Σωκράτης;’ ἐρωτηθέντες καὶ ἀποκρινόμενοι ὅτι ‘περιπατεῖ’ δηλοῦμέν τι ἀληθὲς ἢ ψεῦδος· ἀλλ’ ὅπερ καὶ ἐν ταῖς ἐξηγήσεσι τῶν περὶ ῥήματος εἰρημένων ἐλέγομεν, ἡ συμπλοκὴ τῆς ἐρωτήσεως πρὸς τὴν ἀπόκρισιν τελείαν ἀπόφανσιν ἐργασαμένη τὸ ἀληθὲς ἢ τὸ ψεῦδος ἐσήμηνεν, οὔτε ὀνόματος κατὰ ἀλήθειαν οὔτε ῥήματος γενομένης τῆς ἐρωτήσεως, ἀλλὰ τούτων μὲν τὸ ἕτερον ἀπαιτούσης, οὐ μὴν κατὰ ταῦτα προενεχθείσης· οὐδὲ γὰρ ἔστιν ἐν ἐρωτήσει ἢ ὄνομά τι προενεχθῆναι ἢ ῥῆμα. ὅτι δὲ τοῦτο οὕτως ἔχει, μάθοιμεν ἂν ἀπὸ τῶν ἐν ἐρωτήσει προφερομένων ἀποφάνσεων, πρὸς ἃς καὶ πρόκειται τὰς τῶν ὀνομάτων καὶ τῶν ῥημάτων ἐρωτήσεις, εἴπερ ὅλως εἰσί, παραβαλεῖν·1 κατάφασιν μὲν γὰρ ἐρωτῶντες ἐροῦμεν ‘ἆρα ἡ ψυχὴ ἀθάνατός ἐστι;’ καὶ ἀπόφασιν ὁμοίως ‘ἆρα ἡ ψυχὴ οὐκ ἔστιν ἀθάνατος;’· οὐκοῦν καὶ τὸ ὄνομα, εἴπερ ἐν ἐρωτήσει προφέρεσθαι καθ’ αὑτὸ οἷόν τε ἦν, ἔδει λέγειν ἡμᾶς ‘ἆρα, εἰ τύχοι, ἄνθρωπος;’ ‘ἆρα ζῷον;’ καὶ ἐπὶ τοῦ ῥήματος ὡσαύτως ‘ἆρα τρέχει;’· τούτων δὲ ἕκαστον ἀδιανόητον. εἰ δὲ τὸ ‘ἆρα λούσομαι;’ οὐκ ἀδιανόητον ἀλλὰ προφανές, ὡς οὐκ ἔστι μόνου τοῦ ῥήματος ἐρώτησις2 ἀλλ’ ὅλης δυνάμει τῆς καταφάσεως τῆς ‘ἆρα ἐγὼ λούσομαι;’. καὶ ἐπὶ πάντων τῶν ἐπὶ ὡρισμένου προσώπου λεγομένων ὁ αὐτὸς λόγος. Ἀποδεδειγμένου δὴ τοῦ ὅτι ἡ φάσις ἕτερόν τί ἐστι τῆς ἀποφάνσεως, οὐκέτι προστέθεικεν ὁ Ἀριστοτέλης τὴν πρὸς τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἢ τὴν ἀντίφασιν αὐτῆς διαφορὰν ὡς προφανῆ λίαν οὖσαν· ὃ γὰρ μὴ ἔστιν ὅλως ἀπόφανσις, πῶς ἄν ποτε εἴη κατάφασις ἢ ἀπόφασις, ὧν ἑκάτερον ἀπόφανσίς ἐστι; καὶ ὃ μὴ ἔστι κατάφασις ἢ ἀπόφασις μηδὲ διαιρεῖται εἰς ταύτας, πῶς ἂν εἴη ἀντίφασις, ἥτις ὅλον τί ἐστιν ἐκ τῶν μερῶν τούτων τὴν σύνθεσιν ἔχον; τὸ μέντοι περὶ τῆς ἀποφάνσεως ὅτι ἕτερον τῆς νῦν καλουμένης φάσεως λόγου τινὸς δεόμενον εἰκότως ἐξήτασται ὑπὸ τοῦ φιλοσόφου, πρότερόν τε ἀπὸ τῆς οὐσιώδους ἐννοίας τῆς ἀποφάνσεως καὶ νῦν, ὡς ἐλέγομεν, ἀπὸ τῆς ἡμετέρας χρήσεως. δῆλον δὲ ὅτι τὸ ἔστω ἐν τῷ τὸ μὲν ὄνομα ἢ ῥῆμα φάσις ἔστω μόνον τοῦ Ἀριστοτέλους εἶναι σημαίνει τὴν θέσιν τοῦ ὀνόματος τῆς φάσεως ἐπὶ τῶν ἁπλῶν, ὅπερ ἐλέγομεν, ἐν ταῖς προτάσεσι φωνῶν, ἐπεὶ καὶ πρὸ τοῦ Ἀριστοτέλους ὁ παρὰ Πλάτωνι Τίμαιος χρῆται τῷ ὀνόματι τῆς φάσεως, ἀλλ’ ἐπὶ μόνων τῶν ὁπωσοῦν κατηγορουμένων· τὰ γοῦν ἔνυλα εἴδη τὰ ἐν γενέσει καὶ φθορᾷ τὴν ὑπόστασιν ἔχοντα διὰ τὴν συνεχῆ ῥύσιν φεύγειν φησὶν οὐχ ὑπομένοντα τὴν τοῦ τόδε καὶ τοῦτο καὶ πᾶσαν ὅση μόνιμα αὐτὰ ὡς ὄντα ἐνδείκνυται φάσις.3

”——当有人发问时,我们说出“苏格拉底”便表示了某种真或假;而在被问及“苏格拉底在做什么?”并回答说“在散步”时,我们显示了某种真或假。然而,正如我们在解释关于动词的论述时所说的那样,是发问与回答的结合产生了一个完整的断言,从而表示了真或假,而发问在事实上既非名词亦非动词,它虽然要求这两者之一,却绝不是依它们说出的;因为在发问中既不可能说出某个名词,也不可能说出某个动词。而这一点确实如此,我们能够从在发问中所陈述的断言中认识到,若名词与动词的发问果真存在的话,预定与之进行比较的正是这些断言。因为在询问肯定命题时我们会说“灵魂是不朽的吗?”,在询问否定命题时同样会说“灵魂不是不朽的吗?”;因此,名词若能在发问中就其自身被说出,我们也本应当说“例如,是人吗?”“是动物吗?”,对于动词也同样应当说“是跑步吗?”;但这些之中的每一个都是不可理解的。如果“我去沐浴吗?”并非不可理解而是显而易见的,[这是]因为它并不是单单动词的发问,而是潜能上属于“我自己去沐浴吗?”这整个肯定命题的发问。对于所有针对确定人称言说的事物,道理皆相同。 既然已经证明发话是不同于断言的某种东西,亚里士多德便不再补充它相对于肯定、否定或矛盾的差别,因为这是极为显而易见的。因为完全不是断言的东西,究竟怎么可能是肯定或否定呢?这两者中的每一方可都是断言;而既不是肯定也不是否定,又不被划分入这两者的东西,怎么可能是矛盾呢?矛盾可是由这些部分构成复合的某种整体。然而,断言不同于如今被称为发话的东西这一事实,由于需要某种论证,因而合乎情理地受到了这位哲学家的考察,先前是根据断言的本质概念,如今则是如我们所说,根据我们的使用[方式]。显而易见的是,“因此名词或动词仅为发话”中的“为”意味着如我们所说,将“发话”这一名称确立于命题中的简单声音乃是归于亚里士多德的,因为即使在亚里士多德之前,柏拉图著作中的蒂迈欧也使用了“发话”这一名称,但那仅仅用于无论以何种方式被述说的事物;至少他说,在生成与消灭中具有存有的质料形式由于持续的流变而遁逃,无法承受“这个”和“这个东西”的称呼,也无法承受凡是将它们指明为持久存有之物的任何发话。

语法注3 条
  1. 1.16πρὸς ἃς καὶ πρόκειται τὰς τῶν ὀνομάτων καὶ τῶν ῥημάτων ἐρωτήσεις, εἴπερ ὅλως εἰσί, παραβαλεῖν

    非人称动词 πρόκειται(“被提议/作为课题提出”)统辖不定式 παραβαλεῖν。关系代词 ἃς 的先行词是前文的 τῶν ἐν ἐρωτήσει προφερομένων ἀποφάνσεων,而宾格短语 τὰς ... ἐρωτήσεις 充当 παραβαλεῖν 的直接宾语。

  2. 1.16εἰ δὲ τὸ ‘ἆρα λούσομαι;’ οὐκ ἀδιανόητον ἀλλὰ προφανές, ὡς οὐκ ἔστι μόνου τοῦ ῥήματος ἐρώτησις

    在紧随条件从句 εἰ δὲ ... προφανές 之后的主句中,系动词(如 ἐστί)被省略,后续的 ὡς 从句承担了原因说明的功能(“[这是]因为……”)。

  3. 1.16πᾶσαν ὅση μόνιμα αὐτὰ ὡς ὄντα ἐνδείκνυται φάσις

    名词 φάσις 受关系从句内的主格关系词 ὅση 牵引而变为同格主格。在逻辑层面上,其原本结构应为宾格先行词 πᾶσαν φάσιν, ὅση ... ἐνδείκνυται,作分词 οὐχ ὑπομένοντα 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:76.22-77.25