← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§75.17-76.22

名词与动词被视作单纯发话的原因

阿摩尼奥斯阐明了亚里士多德在《解释篇》第5章(17a17)中将名词和动词规定为单纯“发话”的原因,分别从不承载真假这一断言的本质以及自发陈述与问答陈述这两种断言的使用方式两方面进行了论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16#1

" Τὸ μὲν οὖν ὄνομα ἢ ῥῆμα φάσις ἔστω μόνον, ἐπειδὴ οὐκ ἔστιν εἰπεῖν οὕτω δηλοῦντά τι τῇ φωνῇ ὥστε ἀποφαίνεσθαι,1 ἢ ἐρωτῶντός τινος ἢ μή, ἀλλ’ αὐτὸν προαιρούμενον." Μέλλων διὰ τῶν ἐφεξῆς διδάσκειν περί τε ἀποφάνσεως καὶ περὶ καταφάσεως καὶ ἀποφάσεως καὶ ἔτι ἀντιφάσεως, ἐπεὶ ἐν ἅπασι τούτοις τὸ τῆς φάσεως ὄνομα παραλαμβάνεται, διὰ τοῦτο εἰκότως πρὸ τῆς ἐκείνων διδασκαλίας τὴν τῆς φάσεως ἔννοιαν ὑφηγεῖται καί φησιν εἶναι ταύτην ὄνομα ἢ ῥῆμα, ὡς μέρη τοῦ ἀποφαντικοῦ λόγου λαμβανόμενα.2 καὶ ὅτι τοῦτο οὕτως ἔχει, σαφῶς ἐδήλωσε τοῦ ὀνόματος τῆς φάσεως τὴν αἰτίαν εὐθὺς ἐπαγαγών· ἐπειδὴ γάρ, φησί, δηλοῖ μέν τι τούτων ἑκάτερον, οὐ μὴν ἀληθὲς ἢ ψεῦδος, διὰ δὴ τοῦτο φάσις μὲν ὀνομάζοιτο ἂν δικαίως ὡς σημαῖνόν τι καὶ φαῖνον, οὐ μὴν ἀπόφανσις ἅτε οὐδέτερον δηλοῦν τῶν ὑπὸ τῆς ἀποφάνσεως πάντως σημαινομένων, λέγω δὲ τὸ ἀληθὲς ἢ τὸ ψεῦδος. τοῦτο δὲ τὸ μὴ δεῖν προσκεῖσθαι τὴν ἀπό πρόθεσιν τῇ προσηγορίᾳ τῆς φάσεως ἐπὶ τοῦ ὀνόματος ἢ τοῦ ῥήματος ἐδήλωσε διὰ τοῦ μόνον, φάσις ἔστω μόνον εἰπών. εἶτα ἀμφοῖν ἅμα τὰς αἰτίας ἀποδέδωκε, τοῦ τε προσήκειν αὐτοῖς τὸ τῆς φάσεως ὄνομα καὶ τοῦ μὴ προσήκειν τὸ τῆς ἀποφάνσεως, διὰ τοῦ ἐπειδὴ οὐκ ἔστιν εἰπεῖν οὕτω δηλοῦντά τι τῇ φωνῇ καὶ τῶν ἑξῆς τούτοις, ὅπερ ἐστὶν ἐπειδὴ καὶ εἰ σημαντικὴν πραγμάτων τινῶν ἔχουσι δύναμιν, ἀλλ’ αὐτό γε καθ’ αὑτὸ τούτων ἑκάτερον οὐδεμιᾶς ἀποφάνσεώς ἐστι ποιητικόν. εἶτα προστίθησι τοὺς τρόπους, καθ’ οὓς ἀποφαίνεσθαι εἰώθαμεν, καὶ διὰ τούτου σημαίνων ὡς οὐδὲν προσήκει τοῖς ὀνόμασιν ἢ τοῖς ῥήμασι τὸ ὄνομα τῆς ἀποφάνσεως, εἴ γε δύο τρόπων ὄντων, ὧν κατὰ θάτερον ἀποφαίνεσθαι ἀνάγκη, κατὰ μηδέτερον τούτων τὸ ὄνομα ἢ τὸ ῥῆμα λέγοντες ἀποφαινόμεθα, ὡς ἑξῆς δῆλον ποιήσομεν. κατ’ ἀρχὰς μὲν οὖν τῆς πραγματείας διέκρινε τὰ ὀνόματα καὶ τὰ ῥήματα τῆς ἀποφάνσεως ἀπ’ αὐτῆς τῆς οὐσίας τῆς ἀποφάνσεως ποιούμενος τὴν ἐπιχείρησιν τοῦ μηδὲν δηλοῦν ἀληθὲς ἢ ψεῦδος,3 ὅπερ ἐστὶν ἴδιον τῆς ἀποφάνσεως, ἐν δέ γε τούτοις ἀπὸ τῶν τρόπων τῆς χρήσεως τῶν ἀποφαντικῶν λόγων διακρίνειν αὐτὰ πάλιν ἐπιχειρεῖ· ἐπειδὴ γὰρ ἢ ὑπό τινος ἐρωτηθέντες καὶ πρὸς τὴν ἐρώτησιν ἀπαντῶντες ἀποφαινόμεθα ἢ καὶ μηδενὸς ἐρωτῶντος αὐτοὶ προελόμενοι τοῖς πέλας ἐκφῆναι τὴν ἡμετέραν διάνοιαν, ὁ δὲ τὸ ὄνομα ἢ τὸ ῥῆμα εἰπὼν κατ’ οὐδέτερον τούτων ἀποφαίνεται τῶν τρόπων, φανερὸν ὡς ἕτερα ἂν εἴησαν ταῦτα τῆς ἀποφάνσεως. Ὅτι μὲν οὖν αὐτὰ καθ’ αὑτὰ τὰ ὀνόματα ἢ τὰ ῥήματα λέγοντες μηδενὸς ἡμᾶς ἐρωτῶντος οὐκ ἀποφαινόμεθα, πολλάκις εἴρηται. ἀλλὰ μὴν οὐδὲ πρὸς ἐρώτησιν διὰ τούτων ἡμᾶς ἀποκρινομένους ἐνδέχεται τι λέγειν ἀληθὲς ἢ ψεῦδος, καίτοι τοῦτό γε ὑπολάβοι ἄν τις· ‘τί γὰρ ὄνομα τῷδε;

“因此,名词或动词仅为发话,因为不可能用声音这样显示着某物来言说以致作出断言,不论有人发问或不发问,而是自己主动抉择。” 他打算在接下来的部分中讲授断言、肯定、否定以及矛盾,既然在所有这些之中“发话”这一名称都被采纳,因此理所当然地,在讲授那些内容之前,他先行引导出发话的概念,并说它是作为断言言说的部分被接受的名词或动词。而这一点确实如此,他通过随即引出“发话”这一名称的原因而清楚地表明了:他说,因为这两者中的每一方固然都显示某物,却绝不显示真或假,正因如此,作为表示某物并显现某物的东西,它固然可以正当地被称为“发话”,却绝不是“断言”,因为它不显示断言所必然表示的那两者中的任何一方,我指的是真或假。而对于名词或动词而言,不应当在发话的称谓上附加介词“阿波”,这一事实是他通过“仅”,即通过说“仅为发话”而表明的。随后,他通过“因为不可能用声音这样显示着某物来言说”及其后续文句,同时给出了两方面的理由,即既给出了“发话”之名适合它们的原因,也给出了“断言”之名不适合它们的原因;其意在于:因为即便它们具有表示某些事物的效能,但这两者中的每一方就其自身而言绝不能产生任何断言。接着,他补充了我们通常借以作出断言的各种方式,并通过这一点意指“断言”之名绝不适合于名词或动词——倘若在必须依其一作出断言的两种方式存在的情况下,我们在说出名词或动词时依这两者中的任何一种方式都未作出断言,这正如我们接下来将阐明的那样。因此,在这部著作的开端,他通过基于未显示任何真或假这一断言自身的本质建立论证(这正是断言所特有的),将名词和动词与断言区分开来;而在这些文句中,他又尝试从断言言说的使用方式出发将它们区分开来。因为,我们或者是在有人发问并回答该发问时作出断言,或者是在无人发问而自己主动抉择向邻人显露我们的思想时〔作出断言〕,而说出名词或动词的人依这两种方式中的任何一种都未作出断言,所以显而易见,这些东西与断言是不同的。 因此,当无人向我们发问时,我们说出名词或动词本身并不能作出断言,这一点已被屡次言及。不仅如此,我们在针对发问通过它们进行回答时,也不可能说出任何真或假之物;尽管有人可能会恰恰作此预想:“因为这东西叫什么名字?”

语法注3 条
  1. 1.16οὕτω δηλοῦντά τι τῇ φωνῇ ὥστε ἀποφαίνεσθαι

    宾格分词 δηλοῦντα 与无人称句 οὐκ ἔστιν εἰπεῖν 中不定式 εἰπεῖν 的隐含泛指主语(“人”)保持一致。ὥστε 引导结果从句,意为“以至于作出断言/使得作出断言”。

  2. 1.16ὡς μέρη τοῦ ἀποφαντικοῦ λόγου λαμβανόμενα

    中性复数分词 λαμβανόμενα 统括性地修饰前面由连词 ἢ 连接的中性单数名词 ὄνομα ἢ ῥῆμα。ὡς 表示所视作的视角或身份(“作为……被接受”)。

  3. 1.16τοῦ μηδὲν δηλοῦν ἀληθὲς ἢ ψεῦδος

    带冠词不定式属格 τοῦ μηδὲν δηλοῦν... 作为同位属格(说明性属格)修饰名词 ἐπιχείρησιν,指明该论证的具体内容(“即不显示任何真或假这一论证”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:75.17-76.22