← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§73.33-75.16

依连词而为一的言说与表多事的命题

阿摩尼奥斯论证了为何借连词而成其为一的言说仅限于假言命题(条件命题或选言命题),而单纯的合取并列句则被排除在外。他还结合波菲利的解释说明了“表示多事而非一事”这一限定是为了保留涉及普遍者或以定义为词项的命题的单一性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#2

τούτους μὲν οὖν διὰ ταῦτα δευτέρως λέγεσθαι τὸ ἓν ἔχειν ὑπὸ τοῦ Ἀριστοτέλους ῥητέον μετὰ τοὺς ἕν τι κατηγορούμενον καθ’ ἑνὸς ὑποκειμένου σημαίνοντας, ὥστε εἶναι τὸ λεγόμενον ὅτι εἷς λόγος ἀποφαντικός ἐστιν ἢ ὁ ἕν τι καθ’ ἑνὸς κατηγορῶν καταφατικῶς ἢ ἀποφατικῶς καὶ διὰ τοῦτο λεγόμενος κατηγορικός, ἢ ὁ σχέσιν μίαν ὑπάρξεων δύο σημαίνων ἢ κατὰ ἀκολουθίαν ἢ κατὰ διάστασιν ἐμφαινομένην ὑπὸ τῶν ταύτην τὴν δύναμιν ἐχόντων συνδέσμων καὶ λέγων ἢ τίνος ὄντος τί ἐστιν ἢ τίνος ὄντος τί οὐκ ἔστι, καὶ διὰ τοῦτο λεγόμενος ὑποθετικός. τοὺς δέ γε περὶ μόνην τὴν λέξιν τὴν ἐπίκτητον ἕνωσιν ἐμφαίνοντας ὑπάρξεων μὲν ἀπηρτισμένων ὄντας σημαντικούς, σχέσιν δὲ αὐτῶν οὐδεμίαν σημαίνοντας, οὐδαμῶς οἰητέον ἐν τούτοις παρειλῆφθαι, καὶ εἰ προσχρῷντο τοῖς συμπλεκτικοῖς λεγομένοις συνδέσμοις τῆς ἐν τῇ λέξει συνεχείας χάριν· ποῖον γὰρ ἂν ἔχοι λόγον τὸν μὲν ὁμώνυμον ἔχοντα τὸν ἕτερον τῶν ὅρων μὴ ἀνέχεσθαι καλεῖν ἕνα διὰ τὸ πλῆθος τῶν σημαινομένων, καὶ ταῦτα κατὰ τὴν λέξιν ὄντα ἁπλοῦν, τῷ δὲ καὶ κατὰ τὴν λέξιν προφανῆ τὴν σύνθεσιν ἔχοντι καὶ παντάπασι τοῦ κατὰ φύσιν ἑνὸς ἀποπεπτωκότι πλέον τι κατ’ αὐτὸ τοῦτο νέμειν1 ἐκείνου τῷ ἀξιοῦν αὐτὸν τῆς τοῦ ἑνὸς προσηγορίας; Εἰπὼν δὲ πολλοὺς εἶναι λόγους τοὺς πολλὰ σημαίνοντας, προσέθηκε καὶ μὴ ἓν διὰ τοὺς περὶ τῶν καθόλου τινὸς ἀποφαινομένους· ἐκεῖνοι γὰρ πολλὰ μὲν σημαίνουσι καὶ αὐτοὶ πράγματα τὰ ὑπὸ τὸ καθόλου περὶ οὗ διαλέγονται ἀναφερόμενα, πρὸς δέ γε τῶν πολλῶν τὴν μίαν φύσιν2 τὴν κατὰ πάντων ἐκείνων κατηγορουμένην, καθ’ ἣν καὶ μία γίνεται πρότασις ἡ τοῦ καθόλου τούτου κατηγοροῦσά τι· αἱ δέ γε ὁμώνυμοι φωναὶ μόνως πολλῶν εἰσι σημαντικαὶ πραγμάτων, κοινοῦ δὲ ἐπ’ αὐτοῖς οὐδενός· οὐ γὰρ ἂν ἦσαν ὁμώνυμοι. δυνατὸν δὲ καί, ὡς ὁ φιλόσοφος ἐξηγεῖται Πορφύριος, ὡς πρὸς διάκρισιν εἰρημένου τῶν ὁρισμῷ χρωμένων ὑποκειμένῳ ἢ καὶ κατηγορουμένῳ προτάσεων ἀκούειν τοῦ πολλὰ καὶ μὴ ἕν,3 ὅτι δοκοῦσι μὲν πολλὰ κἀκεῖναι σημαίνειν, οἷον ἡ λέγουσα ‘ζῷον λογικὸν θνητὸν περιπατεῖ’ τὸ ζῷον τὸ λογικὸν τὸ θνητόν· ἀλλὰ ταῦτα παρελήφθη πρὸς τὸ ἕν τι περιγράψαι τὸ ἐξ αὐτῶν συνιστάμενον, διὸ μίαν εἶναί φαμεν ταύτην τὴν πρότασιν. εἰ δέ τις πρότασις ἢ ὁμώνυμον ἔχει τὸν ἕτερον τῶν ὅρων ἢ καὶ ἐνεργείᾳ πολλὰ συνείρει ὀνόματα οὐ δυναμένων συμπλέκεσθαι ἀλλήλοις τῶν πραγμάτων, οἷον ‘Σωκράτης Πλάτων Ἀλκιβιάδης περιπατεῖ’ ἢ ‘Σωκράτης περιπατεῖ διαλέγεται θερμαίνεται’, μόνως αὕτη πολλαί, διότι καὶ τὰ σημανθέντα πράγματα μόνως ἐστὶ πολλὰ καὶ οὐ δυνάμενα μίαν τινὰ φύσιν πράγματος συμπληροῦν. Ἀλλὰ πῶς ὁ Ἀριστοτέλης τοὺς πολλὰ σημαίνοντας λόγους ἀπαριθμούμενος τούς τε ὁμώνυμόν τινα τῶν ὅρων ἔχοντας καὶ τοὺς ἀσυνδέτους μόνους παρέλαβεν, ὧν ἐν οὐδετέρᾳ τετάξονται χώρᾳ οἱ κατὰ μόνην τὴν λέξιν τὴν διὰ τὸν σύνδεσμον ἕνωσιν ἔχοντες; ἢ ῥητέον ὅτι καὶ οὗτοι τῶν πολλὰ καὶ μὴ ἕν εἰσι σημαινόντων, ἀλλ’ οὐκέτι δι’ ὁμωνυμίαν ἀλλὰ διὰ τὸ ἐνεργείᾳ πλείονας εἶναι κατὰ τὴν λέξιν τοὺς τὰ διάφορα πράγματα σημαίνοντας ὅρους. εἰ δέ τινες αὐτοῖς τὸ ἓν ἀξιοῖεν νέμειν, οὐ καθ’ αὑτοὺς ἀλλὰ κατὰ τὴν πρὸς τοὺς ἀσυνδέτους παραβολήν, ἴστωσαν ἀντὶ τῆς ἐννοίας ἐπὶ τὴν λέξιν πάλιν καταφερόμενοι. τοὺς δὲ ἀσυνδέτους λόγους δηλονὅτι λέγοι ἂν τοὺς μηδὲ τὴν ὑπὸ τοῦ συνδέσμου φαινομένην ἕνωσιν ἔχοντας, οἷον ‘ἡμέρα ἐστί, φῶς ἐστιν, ἡμέρα οὐκ ἔστι, νύξ ἐστιν’ ἢ αὖ πάλιν ‘Σωκράτης κάθηται, Ἀλκιβιάδης περιπατεῖ’· ἐν γὰρ τούτοις πᾶσιν οὔτε ἀκολουθία οὐδεμία οὔτε διάζευξίς τις, οὔτε κατὰ τὴν λέξιν ἐπίκτητος γοῦν ἕνωσίς τις ἐμφαίνεται.

因此,必须说亚里士多德在表示一个主项的一个述项的那些言说之后,出于这些原因才说这些[言说]是以第二种方式具有单一性的,从而所说的意思是:断言言说成其为一,或者是肯定地或否定地将一物述说一物并因此被称为直言的,或者是通过具有此种效能的连词,表示依承续或分离而显现的两种存在的单一关系,并说明“何物存在则何物存在”或“何物存在则何物不存在”,且因此被称为假言的。然而,对于那些仅在文辞上显现外加统合的言说——它们表示独立完备的各种存在,却丝毫不表示它们之间的任何关系——决不可认为已被包括在这些言说之中,即使它们为了文辞上的连贯而额外使用了所谓的合取连词。因为,对于词项之一具有同名异义性的言说,因其所表示事物的众多性而不容许称之为一(并且这还是在文辞上为简单的情况下),却对文辞上复合显而易见且完全脱离自然本性之一的言说,恰恰在这一点上通过认为它配得上“一”的称谓而给予它比前者更多的待遇,这究竟有何道理可言? 在说了表示多数事物的言说是多数言说之后,他补充了“而非一事”,这是为了那些就某种普遍者作出断言的人们的缘故。因为那些言说本身固然也表示多数事物,即归属于它们所论述的普遍者之下的事物,但此外[还表示]多数事物的单一自然本性,即对所有那些事物所述说的本性,依此本性,对这一普遍者述说某物的命题也成其为一;然而同名异义的声音仅表示多数事物,而绝不表示它们之上的任何共同之物,否则它们便不会是同名异义的了。或者也可以像哲学家波菲利所解释的那样,把“多数而非一”理解为是为了区分在主项或谓项中使用定义的命题而说的,因为那些命题似乎也表示多数,例如说“理智的有死的动物行走”的命题[似乎表示]动物、理智的、有死的;但采用这些是为了界定由它们构成的某种单一之物,因此我们说这一命题是一个。但若某个命题或者其词项之一是同名异义的,或者在诸事物彼此无法结合的情况下在现实中连缀多个名词,例如“苏格拉底、柏拉图、阿尔西比亚德行走”,或“苏格拉底行走、交谈、变热”,则此命题单纯是多数命题,因为所表示的事物也单纯是多数,无法构成事物的某种单一自然本性。 然而,亚里士多德在列举表示多数事物的言说时,为何仅列举了词项之一具有同名异义性的言说以及无连词连接的言说,而仅在文辞上具有借连词而统合的言说在这两者中皆无其位置呢?难道不应当说,这些言说也属于表示多数而非一事的言说,但不再是由于同名异义,而是由于表示不同事物的词项在文辞上在现实中即为多个吗?若有人认为应当赋予它们以单一性,不是就其自身而言,而是依与无连词连接者的对比而言,那么他们当知,自己是背离了含义而再次跌落到了文辞之上。至于“无连词连接的言说”,显然他是指连通过连词所显现的统合都不具有的言说,例如“是白天,有光,不是白天,是黑夜”,或者又如“苏格拉底坐着,阿尔西比亚德行走”;因为在所有这些言说中,既不显现任何承续,也不显现任何选言,甚至至少在文辞上也不显现任何外加的统合。

语法注3 条
  1. 1.15ποῖον γὰρ ἂν ἔχοι λόγον τὸν μὲν ὁμώνυμον ἔχοντα τὸν ἕτερον τῶν ὅρων μὴ ἀνέχεσθαι καλεῖν ἕνα ... τῷ δὲ ... νέμειν

    主句骨架由 ποῖον ἂν ἔχοι λόγον(“有何道理可言”)构成,统摄两个对比性的不定式结构。前半部分以宾格 τὸν μὲν ... ἔχοντα 作 καλεῖν 的前置直接宾语、ἕνα 作宾语补足语,从属于不定式 μὴ ἀνέχεσθαι(τὸν μὲν ... μὴ ἀνέχεσθαι καλεῖν ἕνα,“不容许称……为一”);后半部分则以与格 τῷ δὲ ... ἔχοντι καὶ ... ἀποπεπτωκότι 作为动词 νέμειν(“赋予、分配”)的间接宾语,并与 πλέον τι ... ἐκείνου(“比前者更多的待遇”,ἐκείνου 为比较属格)构成对比。

  2. 1.15πρὸς δέ γε τῶν πολλῶν τὴν μίαν φύσιν

    在此处 πρός 并非作支配属格的介词,而是在短语 πρὸς δέ γε 中作副词用(“此外、而且”)。前文的动词 σημαίνουσι(“它们表示”)继续统摄宾格直接宾语 τὴν μίαν φύσιν(“单一自然本性”),而属格 τῶν πολλῶν 则是依附于 τὴν μίαν φύσιν 的领属/部分属格(“多数事物的单一自然本性”)。

  3. 1.15ὡς πρὸς διάκρισιν εἰρημένου ... ἀκούειν τοῦ πολλὰ καὶ μὴ ἕν

    ὡς πρὸς διάκρισιν εἰρημένου 是带有 ὡς 的无人称独立属格(“作为为了区分……而说”)。不定式 ἀκούειν(“理解、听取”)从属于无人称结构 δυνατὸν [ἐστί](“可以”),冠词引导的属格短语 τοῦ πολλὰ καὶ μὴ ἕν 则是 ἀκούειν 在“就……而理解/解释”意义下所支配的属格宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:73.33-75.16