← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§72.9-73.33

基于意义表示的断言言说之一与多划分

针对亚里士多德在《解释篇》第五章开头(17a15)引入的断言言说的“一”与“多”的划分,阿摩尼奥斯指出该区分是基于意义表示(一与多)而非单纯的文辞(简单与复合),并阐明了假言命题中借连词成其为一的真正本质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#1

" Ἔστι δὲ εἷς λόγος ἀποφαντικὸς ἢ ὁ ἓν δηλῶν ἢ ὁ συνδέσμῳ εἷς, πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἓν ἢ οἱ ἀσύνδετοι." Παραδοὺς τὴν κατὰ τὸ πρῶτον καὶ δεύτερον διαφορὰν τῶν ἁπλῶν καὶ ἀποφαντικῶν λόγων καὶ διδάξας ὡς προηγεῖται τὸ καταφατικὸν εἶδος τοῦ ἀποφατικοῦ, διὰ τούτων προστίθησι1 τὴν κατὰ τὸ ἓν καὶ τὸ πλῆθος αὐτῶν ἀντίθεσιν ἑτέραν οὖσαν παρὰ τὴν κατὰ τὸ πρῶτον καὶ ὕστερον. ἰστέον γὰρ ὅτι δύο τούτων ἐξ ἀνάγκης περὶ πάντα λόγον θεωρουμένων, λέξεώς τε καὶ σημασίας, περὶ μὲν τὴν λέξιν δύο θεωροῦνται τοῦ ἑνὸς λόγου διαφοραί, μία μὲν κατὰ τὸ ἁπλοῦν καὶ σύνθετον ἐκ πλειόνων ἁπλῶν λόγων, ἑτέρα δὲ κατὰ τὸ πρῶτον καὶ δεύτερον (προηγουμένως μὲν ἐν τοῖς ἁπλοῖς, διὰ τούτους δὲ καὶ ἐν τοῖς συνθέτοις, ἐκ τῆς ποιότητος δηλονότι τῶν προτάσεων, τοῦ καταφατικοῦ λέγω καὶ ἀποφατικοῦ, τῆς τοιαύτης τάξεως ἀναφαινομένης), περὶ δέ γε τὴν σημασίαν μία, ἡ κατὰ τὸ ἓν καὶ τὸ πλῆθος τῶν σημαινομένων. τῶν οὖν περὶ τὴν λέξιν θεωρουμένων ἀντιθέσεων μίαν παραδοὺς διὰ τῶν προλαβόντων τὴν κατὰ τὸ πρῶτον καὶ ὕστερον, δι’ ὧν ἔλεγεν ἔστι δὲ εἷς πρῶτος λόγος ἀποφαντικὸς κατάφασις, εἶτα ἀπόφασις, εἶτα διδάξας ὡς οὐ μόνους τούτους τοὺς λόγους ἀξιοῦμεν τῆς τοῦ ἑνὸς προσηγορίας τῷ ἐπαγαγεῖν οἱ δὲ ἄλλοι πάντες συνδέσμῳ εἷς, τοῦτ’ ἔστιν οὐ κυρίως, οὐ μὴν ἔτι προσθεὶς ὅτι οὗτοι οἱ συνδέσμῳ τὸ ἓν ἔχειν λεγόμενοι λόγοι σύνθετοί εἰσιν ἐκ τῆς ἁπλῆς καταφάσεως καὶ τῆς ἁπλῆς ἀποφάσεως, δι’ οὗ παραδέδωκεν ἂν καὶ τὴν κατὰ τὸ ἁπλοῦν καὶ σύνθετον διαφορὰν2 τῶν ἀποφαντικῶν λόγων, ἀλλὰ τοῦτο εἰς ἕτερον καιρὸν ἀναβαλλόμενος, ἐν τούτοις τὴν ἀπὸ τῶν σημαινομένων ἡμῖν διάκρισιν αὐτῶν προστίθησι, τὸν μὲν ἕνα ποιοῦσαν λόγον καὶ ἀληθῶς καὶ φαινομένως, τὸν δὲ φαινομένως μὲν ἕνα κατὰ ἀλήθειαν δὲ πολλούς· προσθήσει δὲ σαφῶς ὀλίγον ὕστερον καὶ τὴν κατὰ τὸ ἁπλοῦν καὶ τὸ σύνθετον αὐτῶν ἀντίθεσιν. Τίνα οὖν τρόπον ἀπὸ τῶν σημαινομένων τόν τε ἕνα λόγον καὶ τοὺς πολλοὺς διακρίνομεν; φησὶ δὴ ὡς ἔνθα μὲν ἑκάτερος τῶν συμπληρούντων τὴν πρότασιν ὅρων μιᾶς τινος φύσεώς ἐστι δηλωτικός, μίαν εἶναί φαμεν ταύτην τὴν πρότασιν, κἂν ὁρισμὸν ὅλον ἀντὶ ὀνόματος ἢ ὑποκείμενον ἢ κατηγορούμενον ἢ καὶ ἄμφω λάβῃς, οἷον ὅταν εἴπω ‘τὸ ζῷον λογικὸν θνητὸν οὐσία ἔμψυχος αἰσθητική ἐστιν’· ὅταν δὲ πλειόνων πραγμάτων ὁποτεροσοῦν τῶν ὅρων σημαντικὸς ὢν τυγχάνῃ, πλείονας εἶναί φαμεν ταύτας τὰς προτάσεις, καὶ τοσαύτας, ὅσον ἐστὶ τὸ πλῆθος τῶν σημαινομένων, κἂν ὑπὸ ἑνὸς ὀνόματος ταῦτα σημαίνηται· ὅταν γὰρ εἴπωμεν ‘Αἴας ἐμονομάχησεν Ἕκτορι’ μὴ διορισάμενοι περὶ ποτέρου τῶν Αἰάντων ἀποφαινόμεθα, πῶς ἄν τις νοῦν ἔχων μίαν εἴποι ταύτην τὴν πρότασιν, ἣν ἅμα καὶ ἀληθεύουσαν καὶ ψευδομένην ὁρῶμεν; καὶ τὸ ὅπως δῆλον. Ταύτην οὖν τὴν ἀπὸ τῶν σημαινομένων θεωρουμένην ἐν ταῖς προτάσεσι διαφορὰν παραδιδοὺς ἡμῖν διὰ τούτων ἕνα λόγον ἀποφαντικὸν εἶναί φησι κυριώτατα μὲν τὸν ἓν σημαίνοντα, δευτέρως δὲ καὶ τὸν συνδέσμῳ τὸ ἓν ἔχειν λεγόμενον, πολλοὺς δὲ τοὺς πολλὰ σημαίνοντας καὶ μὴ ἓν ἢ τοὺς ἀσυνδέτους. ἐν δὴ τούτοις συνδέσμῳ μὲν ἕνα λόγον ἀκουστέον οὐ τὸν ἐν μόναις ταῖς λέξεσιν ἐπίκτητον ἔχοντα τὴν ἕνωσιν διὰ τὸν σύνδεσμον, παραπλησίως τῷ φακέλλῳ, ὃς διὰ τὸν συνέχοντα τὰ πλείονα λάχανα δεσμὸν εἷς λέγεται εἶναι, ὡς ὅταν εἴπωμεν ‘Σωκράτης κάθηται καὶ Ἀλκιβιάδης περιπατεῖ’ ἢ ‘Σωκράτης κάθηται καὶ Ἀλκιβιάδης κάθηται’ ἢ ‘Σωκράτης καὶ Ἀλκιβιάδης κάθηνται (πάντες γὰρ οἱ οὕτως λεγόμενοι πλείονες ὄντες περὶ μόνην τὴν λέξιν ἔχουσι τὴν ἐμφαινομένην διὰ τὸν σύνδεσμον ἕνωσιν), ἀλλὰ τοὺς ἐν τοῖς ὑποθετικοῖς καλουμένοις συλλογισμοῖς κατὰ τὸ συνημμένον ἢ τὸ διεζευγμένον λεγόμενον παραλαμβανομένους,3 οἷον ‘εἰ ὁ θεὸς ἀγαθός, ἀΐδιον τὸ πᾶν’ καὶ ‘ἤτοι ἀΐδιον τὸ πᾶν ἢ γεννητόν’· πλείονες μὲν γὰρ καὶ οὗτοι ὄντες συνδέονται κατὰ τὴν λέξιν, οἱ μὲν ὑπὸ τοῦ συναπτικοῦ λεγομένου συνδέσμου οἱ δὲ ὑπὸ τοῦ διαζευκτικοῦ, ἀλλ’ ἔχουσί τι πλέον τῶν προειρημένων, ὅτι τῶν ἐν αὐτοῖς παραλαμβανομένων πλειόνων πραγμάτων ἢ ἀκολουθίαν ἢ διάστασιν σημαίνουσιν· αὐτὸ οὖν τοῦτο ἕν τί ἐστιν ὑπ’ αὐτῶν σημαινόμενον ἡ ἀκολουθία αὐτὴ τῶν πραγμάτων ἢ ἡ διάστασις.

“断言言说是单一的,或是表明一事的,或是借连词而成其为一的;而成其为多的,则是表明多事而非一事的,或是无连词连接的。” 在传授了简单断言言说依先后而分的差异,并指明肯定形式优先于否定形式之后,〔亚里士多德〕通过这些话补充了它们依单一与众多而分的对立,这一对立不同于依先后而分的对立。因为应当知晓,就每一种言说而言,必然考量两个方面,即文辞与意义表示;就文辞而言,考量单一言说的两种差异:一种是依简单言说与由多个简单言说构成的复合言说而分,另一种则是依先后而分(主要在简单言说中,但通过这些也在复合言说中考量,这是显然由于命题的质——我是指肯定与否定——显明了这样的次序);然而就意义表示而言,仅考量一种差异,即依所表示事物的一与多而分。因此,在通过先前的话传授了就文辞而言所考量的对立之一——即依先后而分的对立,通过这些话他说“第一种单一断言言说是肯定,继而是否定”;接着通过补充“而其余一切则是借连词而成其为一的”,即并非严格意义上的一,教导我们并不认为唯有这些言说配得上“一”的称谓;然而他尚未补充这些被说成借连词具有单一性的言说是从简单的肯定与简单的否定复合而成的(若补充了这一点,他本来也会传授断言言说依简单与复合而分的差异,但他将此事推迟到另一时机),在这些话中,他向我们补充了从所表示事物出发对它们的区分,这一区分使得一种言说在真实中且在外表上皆成其为一,而使得另一种言说外表上为一但按其实质却成其为多;而稍后他亦将清楚地补充它们依简单与复合而分的对立。 那么,我们依何种方式从所表示的事物中区分单一言说与多数言说呢?他说,凡构成命题的每一个词项都表明某种单一自然本性之处,我们就说该命题是一个,即便你用完整的定义代替名词,无论是作为主项、谓项还是两者兼而有之,例如当我讲“理智的有死的动物是有灵魂的感觉实体”时;而当任意一个词项恰好表示多个事物时,我们便说这些命题是多个,并且其数量与所表示事物的数量相等,即便这些事物由一个名词所表示;因为当我们说“埃阿斯与赫克托耳决斗”而未指明我们是对两个埃阿斯中的哪一个作出断言时,任何有理智的人怎能说这个我们看到同时既为真又为假的命题是一个命题呢?其如何如此是显而易见的。因此,通过这些话向我们传授在命题中从所表示事物考量的这一差异时,他说,断言言说成其为一,最严格而言是表示一事的,其次也是那被说成借连词具有单一性的,而成其为多的则是表示多事而非一事的,或者是无连词连接的。 在此,“借连词而为一的言说”不应理解为仅在文辞中借连词而具有外加统合的言说——类似于一捆菜,因束缚多棵蔬菜的绳索而被说成是一,正如当我们说“苏格拉底坐着且阿尔西比亚德行走”,或“苏格拉底坐着且阿尔西比亚德坐着”,或“苏格拉底与阿尔西比亚德坐着”(因为所有以此种方式说的言说,作为多者,仅在文辞上具有通过连词所显现的统合);而应理解为在所谓假言三段论中依所谓连接命题或选言命题所采用的言说,例如“若神是善的,宇宙便是永恒的”,以及“宇宙要么是永恒的,要么是被生成的”。因为这些命题虽然也是多个,但在文辞上被连接起来,前者由所谓连接连词连接,后者由选言连词连接,但它们比上述命题具有更多内容,即它们表示其中所取的多个事物的承续或分离;因此,这本身,即事物的承续本身或分离,便是由它们所表示的某种单一之物。

语法注3 条
  1. 1.15τῶν οὖν περὶ τὴν λέξιν θεωρουμένων ἀντιθέσεων μίαν παραδοὺς ... ἐν τούτοις τὴν ἀπὸ τῶν σημαινομένων ἡμῖν διάκρισιν αὐτῶν προστίθησι

    整个句子构成一个长大的周期句(periodos)。主动词是接近句末的 προστίθησι(“补充”),主语是省略的亚里士多德。句前的一系列分词 παραδούς、διδάξας、οὐ μὴν ἔτι προσθείς、ἀναβαλλόμενος 均为与主语一致的主格阳性单数,依次陈述语境中的前提条件与保留事项,最终引向主动词。

  2. 1.15δι’ οὗ παραδέδωκεν ἂν καὶ τὴν κατὰ τὸ ἁπλοῦν καὶ σύνθετον διαφορὰν

    关系从句中使用了 ἄν + 完成时直陈式(παραδέδωκεν),表示反事实虚拟(“通过这一点他也本会传授……[而实际上并没有]”)。先行成分是前面由 προσθεὶς ὅτι... 引导的整个小句所表述的事态。

  3. 1.15συνδέσμῳ μὲν ἕνα λόγον ἀκουστέον οὐ τὸν ... ἀλλὰ τοὺς ... παραλαμβανομένους

    非人称动形容词 ἀκουστέον(“应当理解为……”)支配宾格补足语。在否定部分,单数宾格 τὸν ... ἔχοντα 呼应前文的 λόγον,而在肯定部分,为了实际指称假言命题的不同类别,数转变为复数宾格 τοὺς ... παραλαμβανομένους。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:72.9-73.33