- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:70.30-72.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯解释了亚里士多德在《解释篇》17a9中为何将定义性言说的单一性根据推迟至《形而上学》中探究,并从逻辑与存在论角度论证了仅凭语词在时间上的连续说出绝不能构成单一的定义或命题。
‘ἐπεὶ δὲ ὅλως ὁρισμῶν ἐν τούτοις πεποίηται μνείαν,1 οὗτοι δέ εἰσιν ἐκ πλειόνων ὀνομάτων συγκείμενοι λόγοι περὶ τὴν οὐσίαν τοῦ αὐτοῦ πράγματος στρεφομένων2 καὶ διὰ τοῦτο εἷς ἕκαστος τούτων, πολλῆς δὲ πραγματείας ἡ τούτου δεῖται θεωρία (ποτὲ μὲν γὰρ ἐκ τῶν συμπεφορημένων ὀνομάτων οὐσία μία σημαίνεται καὶ εἷς ἐξ αὐτῶν ἀποτελεῖται λόγος, ποτὲ δὲ οὐχ εἷς), ἀναβάλλεται τὴν τούτων παράδοσιν εἰς τελειοτέραν τινὰ πραγματείαν, ἧς ἔργον ἐστὶ τὰ ὄντα ᾗ ὄντα ἐστὶν ἐπισκοπεῖν. διόπερ ἔν τε τῷ ἑβδόμῳ καὶ ἐν τῷ ὀγδόῳ βιβλίῳ τῆς Μετὰ τὰ φυσικὰ πολὺν περὶ τούτου ποιήσεται λόγον, τὸ μὲν γένος, ἵνα συνελόντες εἴπωμεν τὸ κεφάλαιον τῶν ἐν ἐκείνοις παραδεδομένων, ὕλης ἐν τῷ ὁρισμῷ λόγον ἔχειν ἀποφαινόμενος, τὴν δὲ διαφορὰν καὶ μάλιστα τὴν ἐσχάτην καὶ μόνῳ τῷ ὁριστῷ πράγματι ἐφαρμόττουσαν εἰδοποιὸν γίνεσθαι καὶ τελειωτικὴν τῆς οἰκείας ὕλης, οὐδενὸς ἑτέρου δεηθεῖσαν πρὸς τὴν ἕνωσιν τὴν πρὸς αὐτήν· οὐ γὰρ πρὸς κεχωρισμένον τι καὶ καθ’ αὑτὸ ὑφεστηκὸς ἴσχει τὴν ἕνωσιν, ἀλλ’ ἔστι τὸ εἶδος διάθεσίς τις τῆς προσεχοῦς ὕλης, τό τε καθόλου καὶ νοητὸν τῆς νοητῆς λεγομένης ὕλης, ταὐτὸν δὲ εἰπεῖν τῆς κατὰ τὸ γενικώτερον ἐπινοουμένης, καὶ τὸ αἰσθητὸν καὶ καθ’ ἕκαστα τῆς κατ’ αὐτὸ διατίθεσθαι πεφυκυίας. διὰ ταῦτα τοίνυν ὅ τε ὁριστικὸς λόγος εἷς, οὐκ ἐκ διακεκριμένων πρότερον ἔπειτα συνελθουσῶν ἀλλήλαις ἰδιοτήτων συγκείμενος, καὶ τῶν καθ’ ἕκαστα πραγμάτων ἕκαστον ἕν· οὕτω γὰρ ἔχειν ἀνάγκη τὸ διακείμενον μετὰ τῆς οἰκείας ὑφεστὸς διαθέσεως οἷον ἐπὶ τῆς χαλκῆς σφαίρας, καὶ οὐδ’ ἂν ἐπινοήσειέ τις τὸ διακείμενον μὴ καὶ τὴν διάθεσιν συνεπινοήσας. τὸ μὲν οὖν κυρίως τόν τε ὁριστικὸν λόγον ἕνα ποιοῦν, καὶ αὐτὸ μέντοι τὸ ὁριστὸν πρᾶγμα, τοῦτο παραδίδωσιν ἐν ἐκείνοις· ἣν δὲ ἄν τις ἀπερισκέπτως ἀποδέδωκεν αἰτίαν τῆς τοῦ ἑνὸς λόγου γενέσεως, τὸ ἐφεξῆς ἀλλήλοις τὰ συμπληροῦντα αὐτὸν ὀνόματα λέγεσθαι μὴ διαλαμβανόμενα σιωπῇ μέσῃ, ταύτην ὡς ἀνόητον ἐπιρραπίζει λέγων οὐ γὰρ δὴ τῷ σύνεγγυς εἰρῆσθαι εἷς ἔσται· δεῖ μὲν γὰρ ἐπὶ τοῦ ἑνὸς ἐσομένου λόγου τὰ ὀνόματα ἐξ ὧν ἐστιν ἐφεξῆς λέγεσθαι μὴ διαναπαυομένης τῆς φωνῆς, ὡς ὅταν γε αὐτὸ καθ’ αὑτὸ εἴπωμεν ἕκαστον οὐ λεγόντων ἡμῶν ὁρισμόν,3 ἀλλ’ οὐδὲ μίαν ποιούντων πρότασιν κοινῶς ἐπαγομένου πᾶσι τοῦ ῥήματος, ἀλλὰ τοσαύτας ὅσα καὶ τὰ ὡς ἐν ἀσυνδέτῳ ἀπαριθμήσει λεγόμενα ὀνόματα οἷον ‘ζῷον’ εἶτα ‘λογικόν’ εἶτα ‘θνητόν ἐστι’· δόξει γὰρ ἑκάστῳ προσυπακούεσθαι τὸ ἐστίν. οὐ μὴν αὔταρκες τὸ τὰ τυχόντα ὀνόματα ἐφεξῆς ἀλλήλοις καὶ ἀδιακόπως εἰπεῖν πρὸς τὸ ἕνα ποιῆσαι λόγον ἢ ὁριστικὸν ἢ ἀποφαντικόν· ὅταν γὰρ ἢ μόνων οὐσιῶν συμφύεσθαι μὴ δυναμένων, οἷον εἰδῶν ἢ ἀτόμων, ἢ μόνων συμβεβηκότων τύχωσιν ὄντα σημαντικά, οὐκ ἄν ποτε γένοιτο ἐξ αὐτῶν εἷς λόγος, οἷον ὅταν εἴπω ‘ἄνθρωπος βοῦς ἵππος’ ἢ ‘Σωκράτης Πλάτων Ἀλκιβιάδης’ ἢ ‘φιλόσοφος σιμὸς φαλακρὸς βαδίζει’, διὰ τὸ ταῖς μὲν οὐσίαις συμφύεσθαι τὰ συμβεβηκότα4 ὡς ἐν ὑποκειμέναις αὐταῖς ὑφίστασθαι πεφυκότα, μήτε δὲ τὰς κατ’ εἶδος ἢ κατ’ ἀριθμὸν διακεκριμένας οὐσίας ἀλλήλαις, μήτε μὴν τὰ συμβεβηκότα, ὧν οὐδὲ ὑφίστασθαί τι δυνατὸν δίχα τῶν ὑποκειμένων· διὸ καὶ τοῖς εἰρημένοις ἀνάγκη τὸ ‘τὶς’ ἀόριστον ὄνομα προσυπακούεσθαι, τὴν χρείαν πληροῦν τοῦ ὑποκειμένου καὶ ποιοῦν τὸν ὅλον λόγον ψεύδεσθαι ἢ ἀληθεύειν.
但是,既然他在这里整体上提及了定义,而定义是由围绕同一事物之实体的多个名词组合而成的言说,并且正因如此它们中的每一个都是一个,而对此的考察需要大量的探究(因为有时从汇聚起来的名词中表示出单个实体,并由它们生成单个言说,但有时却不成其为单个言说),所以他将关于这些事项的传授推迟到某门更为完全的探究中,该探究的工作就在于考察作为存在者的存在者。因此,在《形而上学》第七卷和第八卷中,他将就此展开详细讨论;若概括其中传授的要点,他指出属在定义中具有质料的功用,而种差——尤其是那最后的且仅适合于被定义事物的种差——则成为赋予其特有质料以形式并使其达致完满者,为了与其联合而不需要任何其他东西。因为它并非与某种分离且独立自存的东西相结合,相反,形式是近邻质料的某种状态:普遍且理智的形式是所谓理智质料的状态——这等同于说是依更偏于属的方面被构想的质料的状态——而感觉且个别的形式则是那生来便依其被赋予状态之质料的状态。因此,由于这些缘故,定义性言说是一,它并非由先前分离而随后彼此汇聚的特有性质组合而成,个别事物中的每一个也是一;因为与特有状态一同存立的状态承担者必然如此,正如在铜球的例子中那样,若不一同构想其状态,人们甚至无法构想该状态承担者。因此,在那两卷书中他所传授的,正是真正使定义性言说乃至被定义事物本身成其为一的原因;至于有人可能轻率给出的作为单个言说生成的原因——即构成该言说的各个名词连续被说出,中间没有停顿隔开——他将之作为荒谬之谈予以驳斥,说道:“因为绝不是由于连续被说出便成其为一的”。因为在即将成其为一的言说中,构成它的名词固然必须在声音不中断的情况下连续被说出;因为当我们各自独立地说出每一个词时,我们并非在说出一个定义,甚至即便把动词共同加于所有词上也不构成单个命题,而是构成了与那些如在无连词列举中所说的名词数量相同多的命题,例如“动物”,接着“理智的”,接着“是有死的”;因为“是”似乎在每个词上都被默认补足。然而,将任意的名词彼此连续且不间断地说出,不足以产生单个言说,无论是定义性的还是陈述性的;因为当它们恰好只表示不能结合为一体的实体(如各种或个体),或者只表示偶性时,绝不可能从它们之中产生单个言说,例如当我讲“人、牛、马”或“苏格拉底、柏拉图、阿尔西比亚德”或“哲学家、塌鼻、秃头行走”时。这是因为,偶性作为生来便在作为基体的实体中自存的东西而与实体结合为一体,而依种或依数目彼此区分的实体之间并不结合为一体,偶性之间亦不结合为一体,而偶性中没有任何东西能够脱离基体而自存;因此,在上述例子中也必然要默认补出不定名词“某个”,以满足对主词的需要,并使整个言说成其为假或真。
- 1.14ἐπεὶ δὲ ὅλως ὁρισμῶν ἐν τούτοις πεποίηται μνείαν
由句首 ἐπεὶ ... πεποίηται μνείαν 引导的从属从句,在中间插入了 οὗτοι δέ ... 与 πολλῆς δὲ ... 等并列与插入性说明之后,最终统摄至主句的主要动词 ἀναβάλλεται(“推迟”)。句首的连词 ἐπεὶ 支配着整个长大的前置结构。
- 1.14στρεφομένων
属格复数现在分词 στρεφομένων 与介词短语 ἐκ πλειόνων ὀνομάτων(“由多个名词”)中的名词 ὀνομάτων 在性数格上一致并修饰之,说明这些名词围绕着同一事物的实体。
- 1.14ὡς ὅταν γε αὐτὸ καθ’ αὑτὸ εἴπωμεν ἕκαστον οὐ λεγόντων ἡμῶν ὁρισμόν
短语 οὐ λεγόντων ἡμῶν ... ἀλλ’ οὐδὲ ... ποιούντων 为与 ὡς 连用表原因的属格独立结构,内部包含 ὅταν 时间从句(其动词 εἴπωμεν 的主语同样是“我们”)。由于支配它的主句(δεῖ ... λέγεσθαι)中没有与 ἡμῶν 同指的成分,故采用属格独立结构。
- 1.14διὰ τὸ ταῖς μὲν οὐσίαις συμφύεσθαι τὰ συμβεβηκότα
介词 διά 与带冠词不定式 τὸ ... συμφύεσθαι 构成原因短语。不定式 συμφύεσθαι 的逻辑主语是宾格的 τὰ συμβεβηκότα(“偶性”),与格 ταῖς ... οὐσίαις 则是其动作对象补足语。在随后由 μήτε δὲ ... 与 μήτε μὴν ... 引导的并列从属结构中,省略了该不定式(或其表潜能的形式),并支配宾格主语(τάς ... οὐσίας 和 τὰ συμβεβηκότα)。
