- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:66.29-67.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《解释篇》17a8,阐述言述的统一分为内在固有的统一和通过连词的外部统一两类,并解释了在严格为一的言述中,肯定因词句的单纯性而在首要性上先于否定。
" Ἔστι δὲ εἷς πρῶτος λόγος ἀποφαντικὸς κατάφασις, εἶτα ἀπόφασις· οἱ δὲ ἄλλοι πάντες συνδέσμῳ εἷς." Δι’ ὧν διττὴν εἶναι τῶν λόγων φησὶ τὴν ἕνωσιν, τὴν μὲν αὐτῶν καθ’ αὐτοὺς οἷον αὐτοφυῶς αὐτοῖς ἐνυπάρχουσαν, καθάπερ ἐπὶ τοῦ ‘Σωκράτης περιπατεῖ’, τὴν δὲ θέσει τινὶ ἔξωθεν αὐτοῖς ἐπιγινομένην ὑπὸ τοῦ δι’ αὐτὸ τοῦτο καλουμένου συνδέσμου, καθάπερ ἐπὶ τοῦ ‘Σωκράτης κάθηται καὶ Πλάτων περιπατεῖ’· δύο γὰρ ὄντας ἐναργῶς ἐνταῦθα τοὺς λόγους, τὸν ‘Σωκράτης κάθηται’ καὶ τὸν ‘Πλάτων περιπατεῖ’, ὁ καί σύνδεσμος ἐμβληθεὶς μέσος ὥσπερ συνδεῖν δι’ ἑαυτοῦ μέσου καὶ ἑνοῦν ἔδοξε. τὸν αὐτὸν δὲ ἔχουσι τρόπον καὶ οἱ ὑποθετικοὶ πάντες λεγόμενοι λόγοι· καὶ γὰρ ἐκεῖνοι ἐκ πλειόνων μέν εἰσιν ἁπλῶν λόγων ἡνωμένων δὲ ὑπὸ τοῦ συναπτικοῦ προσαγορευομένου συνδέσμου, οἷον ‘εἰ ἡμέρα ἐστίν, ἥλιος ὑπὲρ γῆν ἐστι’· δύο γὰρ πάλιν ὄντας λόγους τὸν ‘ἡμέρα ἐστί’ καὶ τὸν ‘ἥλιος ὑπὲρ γῆν ἐστίν’ ὁ εἰ σύνδεσμος συνάψας τὴν τῆς ἑνώσεως ἀπετέλεσε φαντασίαν. καὶ ἔστι τὸ ἓν τῶν τοιούτων λόγων εἶδος οὐχὶ ὑπάρξεως μιᾶς δηλωτικόν1 (ἐναργῶς γὰρ πολλὰ τὰ ὑπ’ αὐτῶν σημαινόμενα), ἀλλ’ ἀκολουθίας μιᾶς τῶν ὑπ’ αὐτῶν σημαινομένων ὑπάρξεων ἢ διαστάσεως μιᾶς, ὥσπερ ἐπὶ τῶν κατὰ διάζευξιν λεγομένων λόγων, οἷον ‘ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστι’. διὸ καὶ τῶν λόγων ὁ μὲν ὕπαρξιν μίαν σημαίνων ὁ κυρίως εἷς ἀνάλογος ἂν εἴη τῷ μηδέπω τετμημένῳ ξύλῳ καὶ διὰ τοῦτο ἑνὶ λεγομένῳ, ὁ δὲ πλείονας ὑπάρξεις δηλῶν διά τινα δὲ σύνδεσμον ἡνῶσθαί πως δοκῶν ἀναλογεῖ τῇ νηὶ τῇ ἐκ πολλῶν μὲν συγκειμένῃ ξύλων ὑπὸ δὲ τῶν γόμφων φαινομένην ἐχούσῃ τὴν ἕνωσιν. Τοῦ δὲ κυρίως ἑνὸς ὄντος λόγου καὶ διὰ τοῦτο φύσει προτέρου ὄντος τοῦ συνδέσμῳ τὸ ἓν ἔχοντος ὁ μέν τίς ἐστι κατάφασις ὁ δὲ ἀπόφασις. ἔστι δέ τις καὶ τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν διαφορὰ οὐ κατὰ τὸ ἕν (ὁμοίως γὰρ εἷς τῶν λόγων τούτων ἑκάτερος οὐδεμιᾶς ἔξωθεν βοηθείας δεηθεὶς πρὸς τὴν ἕνωσιν), ἀλλὰ κατὰ τὸ πρῶτον· οὐ γὰρ ὁμοίως πρῶτος λόγος· τούτων ἑκάτερος, ἀλλὰ προτέρα τῆς ἀποφάσεως ἡ κατάφασις κατὰ τὴν ἁπλότητα τῆς λέξεως, διότι τὸ ἀρνητικὸν προσλαβοῦσα μόριον ἀπόφασις γίνεται, προϋφεστάναι δὲ ἀνάγκη τὸν τὴν προσθήκην δεχόμενον τοῦ ἐκ τῆς προσθέσεως ἀποτελουμένου.2 διὰ τοῦτο μὲν οὖν καὶ ὁ Ἀριστοτέλης οὕτως εἶπεν ἕνα πρῶτον εἶναι λόγον ἀποφαντικὸν τὴν κατάφασιν, εἶτα τὴν ἀπόφασιν, τὸ εἶτα οὐ περὶ τοῦ ἑνὸς ἀλλὰ περὶ τοῦ πρώτου λέγων.3
“首要的单一陈述性言述是肯定,其次是否定;而所有其他的言述皆因连词而为一。” 通过这些词句他说,言述的统一是双重的:一种是它们就自身而言的、宛如自然生成般内在固有的统一,例如在“苏格拉底行走”的情形中;另一种则是通过正因这一缘故被称为连词的东西由外部某种设定而附加于它们的统一,例如在“苏格拉底坐着且柏拉图行走”的情形中。因为在这里明明白白存在两个言述,即“苏格拉底坐着”和“柏拉图行走”,而插入中间的连词“且”显得仿佛通过自身居中而将其联结并使之合一。而所有所谓的假言言述也具有同样的方式;因为它们也是由多个简单言述构成,并通过被称为连结性的连词而被统一起来的,例如“若是白天,则太阳在地上方”。因为在这里同样有两个言述,即“是白天”和“太阳在地上方”,连词“若”联结了它们,造成了统一的表象。而此类言述的单一形式所表明的并非单一的实存(因为它们所表示的事物显然是多数),而是它们所表示的诸实存之间的一种推论关涉,或者如以选言方式言说的言述(例如“要么是白天,要么是黑夜”)中的一种分离关涉。正因如此,在言述之中,表示单一实存且严格而言为一者,将可比拟于尚未被砍伐劈开、并因此被称为一的木料;而表明多数实存、却因某种连词而显得在某种方式上被统一起来的言述,则可比拟于由许多木料构成、却通过木钉而具有显见之统一的船只。在严格为一并因而在本性上优先于通过连词具有单一性的言述中,一种是肯定,另一种则是否定。肯定与否定之间也存在某种差异,但不在于为一(因为这两种言述中的每一种皆同样为一,在统一上并未需要任何外来的协助),而在于首要性;因为它们中的每一种并非同等地是首要言述,而是肯定在词句的单纯性上优先于否定,因为肯定加上了否定小辞之后才变为否定,而接受添加者必然预先存在于因添加而完成者之前。正因如此,亚里士多德才这样说首要的单一陈述性言述是肯定,其次是否定,他在使用“其次”时并非关乎单一性,而是关乎首要性。
- 1.13καὶ ἔστι τὸ ἓν τῶν τοιούτων λόγων εἶδος οὐχὶ ὑπάρξεως μιᾶς δηλωτικόν
ἔστι 充当连系动词:主语是 τὸ ἓν τῶν τοιούτων λόγων εἶδος,表语补足语为 οὐχὶ ὑπάρξεως μιᾶς δηλωτικόν。尽管首位的 ἔστι 容易让人初看似存在句,但实为与主格中性单数形容词 δηλωτικόν 相呼应的系表结构。
- 1.13προϋφεστάναι δὲ ἀνάγκη τὸν τὴν προσθήκην δεχόμενον τοῦ ἐκ τῆς προσθέσεως ἀποτελουμένου
由非人称结构 ἀνάγκη [ἐστί]引导的带对格的不定式结构。不定式 προϋφεστάναι(预先存在)的逻辑主语是对格分词短语 τὸν τὴν προσθήκην δεχόμενον(接受添加者),而属格短语 τοῦ ἐκ τῆς προσθέσεως ἀποτελουμένου(因添加而完成者)由前缀 προ- 所要求,充当表示比较或时间先后的属格。
- 1.13τὸ εἶτα οὐ περὶ τοῦ ἑνὸς ἀλλὰ περὶ τοῦ πρώτου λέγων
分词 λέγων 指向前面的主语亚里士多德。带有中性单数定冠词的 τὸ εἶτα 是将副词自身作为名词引用的自立用法(autonymous use),充当 λέγων 的直接宾语(“在说‘其次’这一词时,并非关乎单一性,而是关乎首要性”)。
