← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§65.13-66.28

陈述性言述的特有考察与肯定及否定的属

阿摩尼奥斯援引泰奥弗拉斯托斯的学说指出,其他言述形式及文体风格属于诗学、修辞学和言述之术,唯有涉及真假的陈述性言述的考察才属于探求论证的哲学,并论证了陈述乃是肯定与否定的共同的属。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12#3

οἱ οὖν περὶ τῶν τεχνῶν τούτων πραγματευόμενοι καὶ τοὺς λόγους εἰς θεωρίαν ὑποκείμενον ἔχοντες σκοπούντων1 εἴτε μόνα ταῦτα παρὰ τὸ ἀποφαντικὸν τοῦ λόγου τὰ εἴδη εἴτε καὶ ἄλλο τι, καὶ εἴτε εἰς πεπερασμένα εἴτε εἰς ἄπειρα τούτων ἕκαστον διαιρεῖται, μᾶλλον δὲ διὰ ποίων πεπερασμένων ἀριθμῶν καθ’ ἕκαστον αὐτῶν ἡ ἀπὸ τοῦ ἑνὸς ἐπὶ τὸ ἄπειρον γίνεται πρόοδος τοῦτο γὰρ προσήκει τῷ καθ’ ἕκαστα τεχνίτῃ περὶ τῶν ὑποβεβλημένων αὐτῷ πραγμάτων θεωρεῖν, ὡς διώρισεν ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης. δοκεῖ δὲ τοῦτο ἔργον εἶναι ῥητορικῆς μὲν ἢ ποιητικῆς οὐκ αὐτόθεν, τῆς δὲ κοινῶς λεγομένης τῶν λόγων τέχνης, περὶ ἧς ὁ θειότατος Πλάτων μετὰ τὴν ἐν τῷ Φαίδρῳ παλινῳδίαν ἡμᾶς ἐδίδαξεν, ἧς ἐστιν ἔργον καὶ ποιητικῆς καὶ ῥητορικῆς τὰς ἀρχὰς ἐπισκέψασθαι. τῇ δὲ προκειμένῃ πραγματείᾳ προσήκειν φησὶ μόνην τὴν τοῦ ἀποφαντικοῦ λόγου θεωρίαν, διότι προῃρήμεθα μὲν παραδοῦναι τὰς ἀρχὰς τῆς ἀποδεικτικῆς ἐπιστήμης, τὸν δὲ περὶ τούτων πραγματευόμενον οὐδὲν ἄλλο εἶδος τοῦ λόγου πολυπραγμονεῖν χρὴ παρὰ τὸ ἀποφαντικόν, ὃ μόνον προσήκει τῷ φιλοσόφῳ θεωρεῖν ὡς τὴν ἀπόδειξιν περιειληφὸς καὶ πρὸς τὴν κατάληψιν αὐτῆς ἀναγκαῖον, δι’ ἧς μόνης γινώσκειν δυνατὸν ἀκριβῶς τῶν ὄντων τὴν φύσιν. Διττῆς γὰρ οὔσης τῆς τοῦ λόγου σχέσεως, καθὰ διώρισεν ὁ φιλόσοφος Θεόφραστος, τῆς τε πρὸς τοὺς ἀκροωμένους, οἷς καὶ σημαίνει τι, καὶ τῆς πρὸς τὰ πράγματα, ὑπὲρ ὧν ὁ λέγων πεῖσαι προτίθεται τοὺς ἀκροωμένους, περὶ μὲν τὴν σχέσιν αὐτοῦ τὴν πρὸς τοὺς ἀκροατὰς καταγίνονται ποιητικὴ καὶ ῥητορική, διόπερ ἔργον αὐταῖς ἐκλέγεσθαί τε τὰ σεμνότερα τῶν ὀνομάτων, ἀλλὰ μὴ τὰ κοινὰ καὶ δεδημευμένα, καὶ ταῦτα ἐναρμονίως συμπλέκειν ἀλλήλοις, ὥστε διὰ τούτων καὶ τῶν τούτοις ἑπομένων, οἷον σαφηνείας γλυκύτητος καὶ τῶν ἄλλων ἰδεῶν ἔτι τε μακρολογίας καὶ βραχυλογίας, κατὰ καιρὸν πάντων παραλαμβανομένων, ἧσαί τε τὸν ἀκροατὴν καὶ ἐκπλῆξαι καὶ πρὸς τὴν πειθὼ χειρωθέντα ἔχειν. τῆς δέ γε πρὸς τὰ πράγματα τοῦ λόγου σχέσεως ὁ φιλόσοφος προηγουμένως ἐπιμελήσεται τό τε ψεῦδος διελέγχων καὶ τὸ ἀληθὲς ἀποδεικνύς, ὧν ἑκάτερον ἀπόφανσίν τινα ἀμφισβητουμένην δι’ ἐναργῶν ἀποφάνσεων προτίθεται συμπεραίνεσθαι. αὐτὸς δὲ οὗτος ὁ ἀποφαντικὸς λόγος κοινωνῶν τοῖς ἄλλοις ἅπασιν εἴδεσι τοῦ λόγου κατὰ τὸ σημαντικὸς εἶναι τίνα ποτὲ ἔχει φύσιν καὶ πῇ τῶν ἄλλων τοῦ λόγου εἰδῶν διαφέρει, πρὸ τούτων παραδίδωσιν ὁ Ἀριστοτέλης ἀποφαντικὸς δὲ οὐ πᾶς λέγων, ἀλλ’ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει. καὶ δεῖ ἐφιστάνειν ὅτι τὸν ὁρισμὸν τοῦ ἀποφαντικοῦ λόγου διὰ τούτων ἀποδίδωσιν οὐδὲν προσδεηθεὶς καταφάσεως καὶ ἀποφάσεως πρὸς τὴν τούτου διδασκαλίαν, ὅπερ ἐν τοῖς ἑξῆς δόξας τισὶ ποιεῖν δέδωκεν αὐτοῖς ὑπονοεῖν2 ὅτι τὸν τῶν ὁμωνύμων φωνῶν εἰς τὰ σημαινόμενα τρόπον διαιρεῖται ἡ ἀπόφανσις εἴς τε τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν, ἀλλ’ οὐχὶ τὸν τῶν γενῶν εἰς τὰ εἴδη. καίτοι τίς ἂν εἴη ὁρισμὸς φωνῆς ὁμωνύμου μηδεμίαν κοινὴν φύσιν σημαινούσης; εἰ δὲ καὶ πρὸς τὸν ὁρισμὸν τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως ἡ ἀπόφανσις παραλαμβάνεται, δι’ ὧν ῥηθήσεται “κατάφασις μέν ἐστιν ἀπόφανσίς τινος κατά τινος, ἀπόφασις δὲ ἀπόφανσίς τινος ἀπό τινος”, πῶς οὐ σαφέστατα γένος ἀμφοῖν ἡ ἀπόφανσις ἀναφαίνεται οὖσα, τῶν ὁμωνύμων φωνῶν οὐδέποτε πρὸς τὴν τῶν ὁρισμῶν συμπλήρωσιν παραλαμβανομένων; διόπερ συνάπτει τοῖς διορισμοῖς περὶ τοῦ ἀποφαντικοῦ εἴδους τοῦ λόγου, περὶ οὗ λοιπὸν προηγουμένως ποιήσεται τὴν διδασκαλίαν, τὴν τῶν εἰδῶν αὐτοῦ θεωρίαν, καταφάσεώς τε καὶ ἀποφάσεως, λέγων·

因此,那些从事这些技术并以言述为考察对象的人,且让他们去考察除了陈述性言述之外言述的形式是否仅有这些,抑或还有某种别的形式,以及它们之中的每一种是被划分为有限还是无限的形式,或者更确切地说,在它们每一种之中从一到无限的进展是经由哪些有限数目而生成的;因为关于置于自身之下的事物考察这一点,乃是属于各个专门工匠的事,正如《斐利布斯》中的苏格拉底所规定的那样。但这似乎并非直接属于修辞学或诗学的任务,而是属于统称的言述之术的任务——关于这门技艺,最神圣的柏拉图在《斐德罗》的悔改诗之后教导了我们,考查诗学和修辞学的基本原理乃是这门技艺的任务。另一方面,[亚里士多德]说唯独陈述性言述的考察才适于当前的专论,因为我们的意图在于传授论证科学的诸原理,而从事这些事项的人绝不应当探究陈述性形式之外的任何其他言述形式;唯独陈述性言述才适于哲学家去考察,因为它包涵了论证,且对于把握论证是必不可少的,唯独经由论证才可能精确地认识实存者的本性。因为正如哲学家泰奥弗拉斯托斯所规定的那样,言述的关涉是双重的,一方面是针对听者(言述亦向其表示某种意义),另一方面是针对事态(说话者企图就其说服听者),而诗学和修辞学所从事的乃是其针对听者的关涉;正因如此,它们的作用在于选拔更为典雅的名辞而非平庸通俗的名辞,并将它们彼此和谐地交织在一起,以便经由这些名辞以及随之而来的特征(例如明晰、优美及其他文体风格,以及长篇叙述与简短节略,皆在适当时机予以采用),使听者愉悦、惊叹,并使其受制而归于信服。然而,哲学家将主要关注言述针对事态的关涉,驳斥虚妄并论证真实,而这两项活动中的每一项都企图经由清晰显明的陈述去得出某种有争议的陈述。陈述性言述本身在具有表示性这一特征上虽与所有其他言述形式共通,但它究竟具有何种本性,又在何处区别于言述的其他形式,亚里士多德在此之前便予以传授,说“但并非一切言述皆为陈述性言述,唯有其中蕴含有真或有假者才是”。应当注意的是,他在阐明陈述性言述的教导时,并未借助肯定与否定,而是通过这些词句给出了其定义;而在接下来的篇幅中,由于在某些人看来他似乎做了此事〔即借助肯定与否定〕,他便让他们推测陈述乃是按照同名异义声音划分为不同被表示者的模式划分为肯定与否定的,而不是按照属划分为种的模式。然而,若同名异义的声音不表示任何共同本性,它又怎能有定义呢?如果陈述亦被用于肯定与否定的定义中(经由这些定义将会说出“肯定乃是某种事物关于某种事物的陈述,否定乃是某种事物脱离某种事物的陈述”),那么陈述岂非最明白不过地显现为二者的属吗?因为同名异义的声音绝不会被用来补足定义。正因如此,他将对其诸种即肯定与否定的考察,紧接在关于言述的陈述性形式(今后他将主要围绕其开展教导)的规定之后,说:

语法注2 条
  1. 1.12σκοπούντων

    动词 σκοπέω 的现在时主动语态第三人称复数命令式(-ντων 词尾)。它构成了主句的命令句,其主语是句首的分词短语“οἱ οὖν περὶ τῶν τεχνῶν τούτων πραγματευόμενοι...”。需注意不可将其误认作属格分词。

  2. 1.12ὅπερ ἐν τοῖς ἑξῆς δόξας τισὶ ποιεῖν δέδωκεν αὐτοῖς ὑπονοεῖν

    关系代词 ὅπερ(中性单数宾格)指代前文所述的“为了教导它而需要肯定与否定”,充当不定式 ποιεῖν 的宾语。阳性单数主格分词 δόξας 与主句动词 δέδωκεν 的主语亚里士多德一致(即“由于他在接下来的篇幅中被某些人认为做了此事”),表原因并与 δέδωκεν 结合。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:65.13-66.28