← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§67.30-68.30

陈述的属属性与独立属格句的结合

阿摩尼奥斯驳斥了阿佛洛狄西亚的亚历山大关于陈述因存在先后之别而不能作为肯定与否定的属的观点,指出先后之别源于词句单纯性这一偶性。随后他解释了诸如独立属格句(“太阳在地上方……”)如何在潜能上包含连词从而亦归属于通过连词实现的统一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13#2

δι’ αὐτὸ δὲ τοῦτο λόγον ἔχειν ἡ τοῦ Ἀφροδισιέως δόξα περὶ τῆς ἀποφάνσεως δοκεῖ, μὴ συγχωροῦσα γένος αὐτὴν εἶναι καταφάσεως καὶ ἀποφάσεως· πῶς γὰρ ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον τὸ τούτων κοινῶς κα│τηγορούμενον ἔσται γένος;1 ἢ ταύτην ἔχουσι τὴν τάξιν οὐ κατὰ τὸ ἀποφάνσεις εἶναι (ὁμοίως γὰρ αὐτῶν ἑκατέρα δεκτικὴ ψεύδους τε καὶ ἀληθείας) ἀλλὰ κατά τι συμβεβηκὸς ἔξωθεν, οἷον τὴν τῶν λέξεων ἁπλότητα. τότε δὲ τὸν εἰρημένον κανόνα χώραν ἔχειν λέγομεν, ὅταν κατ’ αὐτὸ τὸ κοινῶς κατηγορούμενον ἔχωσι τὸ πρῶτον καὶ δεύτερον τὰ ὑπ’ αὐτό. τοῦτο μὲν οὖν πολλαχοῦ διὰ πολλῶν ἀποδέδεικται· ἐνταῦθα δὲ κατηγοροῦντες τὴν ἀπόφανσιν κοινῶς καταφάσεως καὶ ἀποφάσεως, οὐ λέγομεν τὴν μὲν κατάφασιν πρώτην ἀπόφανσιν εἶναι, τὴν δὲ ἀπόφασιν δευτέραν ἀπόφανσιν, ἀλλὰ τὸ πρῶτον καὶ δεύτερον, ὡς εἴρηται, κατὰ τὴν ἁπλότητα τῶν λέξεων νοητέον. Τοῦ δὲ Ἀριστοτέλους σαφῶς λέγοντος ὅτι τῶν παρὰ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν ἀποφαντικῶν λόγων ἕκαστος συνδέσμῳ πάντως ἐστὶν εἷς, ἐπιζητήσειεν ἄν τις τί ἐροῦμεν περὶ τοῦ λόγου τοῦ λέγοντος ‘ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέρα ἐστίν’· οὔτε γὰρ ἁπλοῦς οὗτος ὁ λόγος οὔτε συνδέσμου πρὸς τὴν ἕνωσιν φαίνεται δεηθείς. πρὸς ὃν ῥητέον ὅτι δύο μὲν αὐτοτελεῖς ἀποφάνσεις συμπλακῆναι ἀλλήλαις πρὸς ἑνὸς λόγου γένεσιν συνδέσμου χωρὶς ἐνεργείᾳ ληφθέντος ἀδύνατον· τὸ γοῦν ‘ἥλιος ὑπὲρ γῆν ἐστιν’ αὐτοτελὲς ὂν τῷ ‘ἡμέρα ἐστίν’ αὐτοτελεῖ καὶ αὐτῷ ὄντι πῶς ἄν συγκραθείη δίχα τοῦ συναπτικοῦ συνδέσμου; πολλάκις δέ γε τὴν ἡγουμένην τῶν προτάσεων ἅμα τῷ συνδέσμῳ μεταρρυθμίζομεν οὕτως, ὥστε μηκέτι μὲν αὐτοτελῆ εἶναι πρὸς ἀπόφανσιν, τῷ δὲ δυνάμει περιέχειν τὸν σύνδεσμον ἢ τὸ τῷ συνδέσμῳ ἰσοδυναμοῦν κατὰ τοῦτο ἐπίρρημα πρὸς τὴν ἑπομένην τῶν προτάσεων καὶ αὐτοτελῆ μεμενηκυῖαν συμφύεσθαι,2 καθάπερ ἔχει καὶ ἐπὶ τοῦ προκειμένου· τὸ γὰρ ‘ἡλίου ὑπὲρ γῆν ὄντος’ ἀτελὲς πρὸς ἀπόφανσιν δυνάμει δὲ περιέχον ἢ τὸ ὅτε ἐπίρρημα ἢ τὸν εἰ συναπτικὸν σύνδεσμον καὶ ταὐτὸν φθεγγόμενον τῷ ‘ὅτε ἥλιος ὑπὲρ γῆν ἐστι’ καὶ τῷ ‘εἰ ὁ ἥλιος ὑπὲρ γῆν ἐστιν’, ὧν ἑκάτερον ἀτελές ἐστι πρὸς 〈τὸ〉 τὴν προτεθεῖσαν ποιήσασθαι ἀπόφανσιν διὰ τὴν τοῦ συνδέσμου ἢ τοῦ ἐπιρρήματος προσθήκην, παραπλησίως τῷ δυνάμει ταῦτα ἐν ἑαυτῷ περιέχοντι, οἷον τῷ ‘ἡλίου ὑπὲρ γῆν ὄντος’· διὸ καὶ συμφύεσθαι παραπλησίως ἐκείνοις δύναται πρὸς τὸ ἑπόμενον τὸ ‘ἡμέρα ἐστίν’.

正因如此,阿佛洛狄西亚人关于陈述的意见似乎是有道理的,因为它不承认陈述是肯定与否定的属;因为在具有先后之别的事物中,共同述说于它们的东西怎能成为属呢?抑或,它们具有这种秩序并非由于是陈述(因为它们两者同样能接纳虚假与真实),而是由于某种外在的偶性,例如词句的单纯性。而我们说上述规则适用的情形,是当下属事物正是就该共同被述说的事物本身而言具有第一与第二之时。这一论点已在许多地方通过诸多论据得到了证明;而在这里,我们在将陈述共同述说于肯定与否定之时,并没有说肯定是第一陈述而否定是第二陈述,而是如前所述,应当就词句的单纯性来理解第一与第二。 然而,既然亚里士多德明确地指出,除了肯定与否定之外的陈述性言述各自皆无论如何因连词而为一,或许有人会追问:关于那句说“太阳之在地上方,是白天”的言述,我们将作何解释?因为这一言述既非单纯的,看起来又未曾为实现统一而需要连词。对此人应当回答说:两个独立的陈述若无现实取用的连词,便不可能相互交织以生成单一言述。无论如何,“太阳在地上方”作为独立的陈述,若无连结性连词,怎能与本身同样独立的“是白天”相融合呢?但我们常常将前提中先行者连同连词一起加以改造,使得它就陈述而言不再是独立的,而是通过在潜能上包含连词或在这方面与连词效力相当的副词,与保持独立性的后继前提相愈合,正如在当前的例证中所呈现的那样。因为“太阳之在地上方”就陈述而言是不完全的,但在潜能上包含了副词“当……时”或连结性连词“若”,并且与“当太阳在地上方时”以及“若太阳在地上方”所说相同;这两者由于连词或副词的附加,正如在潜能上于自身中包含这些成分者(例如“太阳之在地上方”)一样,在达成所提出的陈述方面皆是不完全的。正因如此,它也能像那些表达一样,与后继的“是白天”相愈合。

语法注2 条
  1. 1.13πῶς γὰρ ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον τὸ τούτων κοινῶς κατηγορούμενον ἔσται γένος;

    关系从句 ἐν οἷς 的先行词被泛化省略,意为“在……的事物中”。句子的核心骨架为 πῶς ... τὸ τούτων κοινῶς κατηγορούμενον(主语)ἔσται γένος(谓语),这是一个反问句,反映了亚里士多德哲学中“凡具有先后顺序者,皆无共同之属”的原则。

  2. 1.13τῷ δὲ δυνάμει περιέχειν τὸν σύνδεσμον ἢ τὸ τῷ συνδέσμῳ ἰσοδυναμοῦν κατὰ τοῦτο ἐπίρρημα πρὸς τὴν ἑπομένην τῶν προτάσεων καὶ αὐτοτελῆ μεμενηκυῖαν συμφύεσθαι

    ὥστε 从句的结构分析:与 μέν 从句(μηκέτι μὲν αὐτοτελῆ εἶναι)相对立的 δέ 从句中,不定式 συμφύεσθαι 充当主要动词。冠词加不定式的与格 τῷ περιέχειν 作为手段或原因状语(“通过……包含”),修饰 συμφύεσθαι;而介词短语 πρὸς τὴν ἑπομένην ... μεμενηκυῖαν 则依存于 συμφύεσθαι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:67.30-68.30