- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:63.30-65.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯阐明了言述虽为约定却如何作为发声能力的工具:即理性的思惟灵魂兼具超越本性与借助自然器官的特点;随后解释亚里士多德如何过渡到对陈述性言述的考察,并将非陈述性言述(如祈愿、命令等)划归修辞学与诗学。
φανερὸν δὴ ὅτι ἡ διανοητικὴ ψυχή· μόνης γὰρ ταύτης ἔργον τὸ χρῆσθαι λόγῳ. πῶς δὲ δύναται κατὰ συνθήκην ὢν ὄργανον εἶναι φυσικῆς τινος δυνάμεως,1 εἴ τῳ φαίνοιτο θαυμαστὸν διὰ τὸν λέγοντα κανόνα φύσει εἶναι πᾶν φυσικῆς δυνάμεως ὄργανον, ὑπερφυῆ ταύτην ἐροῦμεν εἶναι τὴν λογικήν τε καὶ τεχνικὴν ἐν ἡμῖν δύναμιν, ἅτε καὶ χωριστὴν παντὸς σώματος ἔχουσαν οὐσίαν. ταῦτα δὲ ὅτι καὶ αὐτῷ τῷ Ἀριστοτέλει δοκοῦντα λέγομεν, δηλοῖ τὰ πρὸς τῷ πέρατι τοῦ δευτέρου βιβλίου τῆς Φυσικῆς ἀκροάσεως παρ’ αὐτοῦ λεγόμενα περὶ τοῦ τὰ ἄλογα ζῷα διανοίας ἐστερημένα μὴ κατὰ τέχνην ἀλλὰ κατὰ φύσιν ἐνεργεῖν, ὡς ἂν τῆς τέχνης ἔκ τινος ὑπὲρ τὴν φύσιν τεταγμένης ἐν ἡμῖν δυνάμεως προαγομένης,2 ἐν οἷς οὐ τέχνῃ ἀλλὰ φύσει τινί φησιν ἐργάζεσθαι τὴν μὲν χελιδόνα τὴν νεοττιὰν τὸν δὲ ἀράχνην τὸ ἀράχνιον. τί γὰρ δεῖ λέγειν τὰς ἐν τῇ Περὶ ψυχῆς ἀποδείξεις τοῦ χωριστὸν εἶναι τὸν νοῦν τοῦ σώματος; οὐδὲν οὖν θαυμαστὸν ταύτην διὰ τῶν φυσικῶν ἐνεργοῦσαν δυνάμεων χρῆσθαι μὲν καὶ τοῖς ἐκείνων ὀργάνοις φυσικοῖς ἀναγκαίως οὖσι καὶ ἄλλα δέ τινα ποιεῖν ἑαυτῇ τεχνητὰ ὄργανα πρὸς τὰς οἰκείας ἐνεργείας. καθάπερ οὖν πρὸς τὸ σῴζειν τὸ σῶμα καὶ τοὺς πολεμίους ἀμύνεσθαι χρῆται μὲν τοῖς φυσικοῖς ὀργάνοις τῆς κατὰ τόπον κινητικῆς δυνάμεως φύσει οὔσης, χερσὶ καὶ ποσί, χρῆται δὲ καὶ τεχνητοῖς, ξίφει καὶ δόρατι, καὶ ἐπὶ γεωργίας καὶ οἰκοδομίας καὶ τῶν ἄλλων πρακτικῶν ἢ ποιητικῶν ἐνεργειῶν ὡσαύτως· τὸν αὐτὸν καὶ ἐπὶ τοῦ σημαίνειν τρόπον χρῆται μὲν ἡ ψυχὴ τοῖς φυσικοῖς ὀργάνοις τῆς φωνητικῆς καὶ τῆς λεκτικῆς δυνάμεως, πνεύμονι καὶ γλώττῃ καὶ ὑπερῴᾳ καὶ ὀδοῦσι καὶ χείλεσι, χρῆται δὲ καὶ τῷ λόγῳ ἢ τοῖς τούτου μέρεσι, τεχνικῶς μὲν αὐτὰ καὶ κατὰ συνθήκην ὑφιστῶσα ὡς ὄργανα τοῦ σημαίνειν ἐσόμενα περὶ φυσικὴν δὲ ὕλην τὴν φωνὴν ἐργαζομένη καὶ τὴν τούτων γένεσιν, καθάπερ τὴν μὲν τοῦ ξίφους περὶ τὸν σίδηρον τὴν δὲ τοῦ πηδαλίου περὶ τὸ ξύλον. Ἄχρι τούτων ὁ Ἀριστοτέλης παραστήσας ἡμῖν τά τε στοιχεῖα τοῦ λόγου, τὸ ὄνομά φημι καὶ τὸ ῥῆμα, καὶ τὸν ἐξ αὐτῶν συγκείμενον καὶ κοινῶς λεγόμενον λόγον, ἐξ ὧν πᾶσα διάλεκτος ἔχει τὴν γένεσιν, ἑξῆς κατὰ τὰ ἐξ ἀρχῆς διωρισμένα μεταβαίνει ἐπὶ τὴν τοῦ ἀποφαντικοῦ λόγου θεωρίαν, ὃν ἐλέγομεν ἕν τι εἶδος εἶναι τοῦ ἁπλοῦ λόγου, καθάπερ τὸν κλητικὸν τὸν εὐκτικὸν τὸν ἐρωτηματικὸν τὸν προστακτικόν, ὧν ἕκαστον αὐτοτελές ἐστι καὶ καθ’ ἑαυτὸ σημαντικὸν ἀπηρτισμένης διανοίας·3 καθάπερ γὰρ τὸ ‘ἡ ψυχὴ ἀθάνατός ἐστιν’ ἐδήλωσέ τι, οὕτω καὶ τὸ ‘ἄνδρες δικασταί’ καὶ τὸ ‘αἴθε φιλοσοφήσαιμι’ καὶ τὸ ‘πότε ἦλθες;’ καὶ τὸ ‘ἄπελθε πρὸς τόνδε’. καὶ τοὺς μὲν ἄλλους οὐδὲν προσήκειν φησὶ τῇ προκειμένῃ πραγματείᾳ φιλοσόφῳ τε οὔσῃ καὶ διαλεκτικῇ, ῥητορικῆς δὲ ἢ ποιητικῆς οἰκείαν εἶναι τὴν περὶ τούτων θεωρίαν, διότι οἱ τούτων ἑκατέραν ἐπιτηδεύοντες περί τε τοὺς λόγους αὐτοὺς καθ’ αὑτοὺς ἔχουσι, ῥήτορες μὲν τοὺς ῥυθμοὺς αὐτῶν καὶ τὰς περιόδους καὶ τὰ σχήματα πολυπραγμονοῦντες, γραμματικοὶ δὲ τά τε μέτρα καὶ τῶν πρώτων λέξεων τοὺς σχηματισμοὺς ἢ συσχηματισμοὺς ἢ παρασχηματισμοὺς καὶ κλίσεις καὶ ὅσα τοιαῦτα, καὶ ἔτι μιμεῖσθαί τινας εἰώθασι καλοῦντας ἑτέρους ἢ προστάσσοντας ἢ ἐρωτῶντας ἢ εὐχομένους περί τινων, πολλάκις δὲ καὶ αὐτοπροσώπως κατά τινας τῶν ἐνεργειῶν τούτων ἐνεργοῦσι ‘‘πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις’’ λέγοντες ἢ ‘‘ἀπόκριναι γὰρ δεῦρό μοι ἀναστάς’’.
这显然便是思惟灵魂;因为使用言述乃是唯独此灵魂的作用。但若因主张任何自然能力的任何工具皆依本性这一规则,而在任何人看来,言述虽依约定而存在,却如何能成为某种自然能力的工具这一点显得令人惊异,那么我们便要说,我们之中这理性且具技术造诣的能力是超乎自然的,因为它拥有脱离一切身体的独立实体。我们指出这些是亚里士多德本人的主张,这一点由他在《物理学》第二卷末尾处关于无理性动物因缺乏思惟而不依技术、乃依本性活动所说的话证明了,这表明技术乃发自我们之中某种置于自然之上的能力;在那些论述中,他说燕子筑巢、蜘蛛织网并非依技术,而是依某种自然。其实,何须提及《论灵魂》中关于智性脱离身体而独立的证明呢?因此,该灵魂经由各项自然能力活动时,既使用它们必然属于自然的工具,又为了自身固有的活动而为自己制作其他某些依技术的人工工具,这便毫无可惊异之处。因此,正如为了保全体魄并抵御敌人,灵魂既使用位移运动能力(依本性存在)的自然工具即手和脚,亦使用人工工具即剑与矛,且在农业、建筑以及其他实践性或制作性活动中亦同此理;依同样的方式,在表示方面,灵魂既使用发声能力和发话能力的自然工具即肺、舌、上腭、齿与唇,亦使用言述或其部分,依技术且依约定建立它们作为将用于表示的工具,却以声音这一自然质料为基础加工制作它们的生成,正如在铁上制作剑、在木料上制作舵一样。 亚里士多德截至此处向我们展示了言述的要素(即名辞与动词)以及由它们构成的统称意义上的言述(一切清晰语言皆由这些要素生成),随后便按照最初确立的划分,过渡到对陈述性言述的探讨;我们曾说过它是简单言述的一种形式,正如呼唤性、祈愿性、疑问性和命令性言述一样,其中每一种都是自足的,并就自身而言表示一个完整的思想;因为正如“灵魂是不朽的”表明了某种事理,同样“诸位审判官”、“但愿我能从事哲学”、“你何时来的?”以及“离开去那人处”亦然。他说其他各类言述绝不属于当前这门既属哲学亦属辩证法的专论,对它们的考察乃适于修辞学或诗学,因为从事这二者的人专注于就自身而言的言述本身——修辞学家探究其韵律、周期句和句式修辞,文法学家则探究格律,以及原初词汇的词形构建、复合构建、派生构建、屈折变化及一切此类事项;不仅如此,他们还习惯于模仿呼唤他人、发布命令、提出质问或为某些事祈求的人,而且往往以当事人身份依此类活动中的某些活动来行事,说出“雅典人啊,首先我向所有男女诸神祈求”,或者“站起身来在这里回答我”。
- 1.12πῶς δὲ δύναται κατὰ συνθήκην ὢν ὄργανον εἶναι φυσικῆς τινος δυνάμεως
句首的“πῶς δὲ δύναται...”引导一个间接疑问句,提置于条件连词“εἰ”之前,充当条件从句中“φαίνοιτο θαυμαστόν”的主语;其基本骨架为“εἴ τῳ φαίνοιτο θαυμαστὸν πῶς δύναται..., ὑπερφυῆ ταύτην ἐροῦμεν εἶναι...”(若言述如何能够如此在任何人看来显得令人惊异,我们将说明该能力是超乎自然的)。
- 1.12ὡς ἂν τῆς τέχνης ἔκ τινος ὑπὲρ τὴν φύσιν τεταγμένης ἐν ἡμῖν δυνάμεως προαγομένης
由“ὡς ἄν”引导的属格独立结构,表示亚里士多德在《物理学》中将无理性动物的活动归于本性所依据的前提理由(即“假定技术是从我们之中置于自然之上的能力所产生的”)。
- 1.12ὧν ἕκαστον αὐτοτελές ἐστι καὶ καθ’ ἑαυτὸ σημαντικὸν ἀπηρτισμένης διανοίας
关系代词“ὧν”的先行词是前文列举的简单言述的各个种类(陈述、呼唤、祈愿、疑问、命令)。“ἀπηρτισμένης διανοίας”是依附于形容词“σημαντικόν”的宾格性属格,意为“表示一个完备的思想”。
