- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:62.14-63.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德在17a1中将言述定义为依约定而非依自然工具进行表示,并把祈祷等非断言言述搁置以专门考察具有真假属性的陈述性言述。阿摩尼奥斯阐释了亚里士多德对言述出于本性这一推论的反驳,指出发声器官虽属自然,但言述乃是心灵与技术的成果,因而是依约定的。
" Ἔστι δὲ λόγος ἅπας μὲν σημαντικός, οὐχ ὡς ὄργανον δὲ,1 ἀλλ’ ὥσπερ εἴρηται, κατὰ συνθήκην. ἀποφαντικὸς δὲ οὐ πᾶς, ἀλλ’ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει. οὐκ ἐν ἅπασι δὲ ὑπάρχει, οἷον ἡ εὐχὴ λόγος μέν, ἀλλ’ οὔτε ἀληθὴς οὔτε ψευδής. οἱ μὲν οὖν ἄλλοι ἀφείσθωσαν· ῥητορικῆς γὰρ ἢ ποιητικῆς οἰκειοτέρα ἡ σκέψις· ὁ δὲ ἀποφαντικὸς τῆς νῦν θεωρίας." Συλλογισμὸν ἐλέγχει τινὰ διὰ τούτων ὁ Ἀριστοτέλης δεικνύναι δοκοῦντα ὡς ὁ λόγος οὐ θέσει ἐστίν, ἀλλὰ φύσει. τίς οὖν ὁ συλλογισμός; ὁ λόγος, φησίν, ὄργανόν ἐστι τῆς φωνητικῆς ἐν ἡμῖν δυνάμεως φύσει οὔσης· δι’ αὐτοῦ γοῦν σημαίνομεν ἀλλήλοις ὅσα βουλόμεθα ὡς ὄντος ὀργάνου. πᾶν ὄργανον φυσικῆς δυνάμεως καὶ αὐτὸ φύσει, καθάπερ ὀφθαλμοὶ μὲν τῆς ὀπτικῆς ἐν ἡμῖν δυνάμεως ὄργανα ὄντες φύσεώς εἰσι καὶ οὐ τέχνης ἔργον, ὦτα δὲ τῆς ἀκουστικῆς, καὶ ἄλλο τι μόριον ἄλλης. ὁ λόγος ἄρα φύσει ἐστίν, οὐδὲν ἐκ τῆς ἡμετέρας ἔχων ἐπινοίας. δύο τοίνυν οὐσῶν τῶν ἐν τῷ συλλογισμῷ παραληφθεισῶν προτάσεων ὁ Ἀριστοτέλης τῇ μὲν μείζονι συγχωρεῖ, τῇ λεγούσῃ πᾶν ὄργανον πάσης φυσικῆς δυνάμεως φύσει εἶναι, τῆς δὲ ἐλάττονος ἐπιλαμβάνεται, τῆς λεγούσης τὸν λόγον ὄργανον εἶναι τῆς φωνητικῆς ἐν ἡμῖν δυνάμεως. τί ἂν οὖν εἴη τὸ ὄργανον τῆς φωνητικῆς δυνάμεως ῥητέον, ἐπειδὴ φυσικὴ οὖσα δεῖται ὀργάνου, καθάπερ ἑκάστη τῶν ἄλλων φυσικῶν δυνάμεων, καὶ τί ὢν αὐτῆς ὁ λόγος, ἐπειδὴ λέγεται μὴ εἶναι ὄργανον, οὐκ ἔστι φύσει, ἀλλὰ θέσει. τὰ μὲν οὖν ὄργανα τῆς φωνητικῆς δυνάμεώς εἰσιν ὅ τε πνεύμων καὶ ἡ τραχεῖα καλουμένη ἀρτηρία. ταῦτα μὲν ὡς ἁπλῶς φωνῆς, ὡς δὲ διαλέκτου ἥ τε γλῶττα καὶ ἡ ὑπερῴα καὶ τὰ ἄλλα οὑτωσὶ λεγόμενα φωνητικὰ ἢ διαλεκτικὰ ὄργανα. ὁ δὲ λόγος εἴη ἂν αὐτῆς ἀποτέλεσμα διὰ τῆς τοιᾶσδε κινήσεως τῶν ὀργάνων τούτων γινόμενος. διόπερ οὐδὲ ἀνάγκη αὐτὸν εἶναι φύσει· τὰ γὰρ ἀποτελέσματα τῶν φυσικῶν δυνάμεων οὐδὲν κωλύει θέσει εἶναι, καθάπερ ἐπὶ τῆς ὀρχήσεως ἔχει· φυσικῆς γὰρ ἐν ἡμῖν δυνάμεως οὔσης τῆς κατὰ τόπον κινήσεως, ἀποτέλεσμα ταύτης ἡ ὄρχησις οὖσα θέσει ἐστί· καὶ γὰρ ἔστιν ἐν τῷ ὀρχηστῇ τοίως ἢ τοίως κινοῦντι τὰς χεῖρας σημαίνειν φέρε τὸν Ἀχιλλέα τῷ ἄλλοτε ἄλλα διὰ τῶν σχημάτων ὑποδεικνύναι καὶ παραδηλοῦν τῶν περὶ αὐτὸν συμβεβηκότων. καθάπερ οὖν τὸ μὲν κατὰ τόπον κινεῖσθαι φύσει τὸ δὲ ὀρχεῖσθαι θέσει καὶ κατὰ συνθήκην, καὶ τὸ μὲν ξύλον φύσει ἡ δὲ θύρα θέσει, οὕτω καὶ τὸ μὲν φωνεῖν φύσει τὸ δὲ σημαίνειν δι’ ὀνομάτων ἢ ῥημάτων ἢ τῶν ἐκ τούτων συγκειμένων λόγων, ὡς ἐξ ὕλης τῆς ἀρυθμίστου φωνῆς τὸ εἶναι ἐχόντων, εἰδοποιουμένων δὲ ὑπὸ τῆς ἡμετέρας διανοίας,2 κατὰ συνθήκην καὶ οὐ φύσει. καὶ ἔοικε τὴν μὲν φωνητικὴν δύναμιν ὄργανον οὖσαν τῶν ψυχικῶν ἐν ἡμῖν δυνάμεων, γνωστικῶν ἢ ὀρεκτικῶν, κατὰ φύσιν ἔχειν ὁ ἄνθρωπος παραπλησίως τοῖς ἀλόγοις ζῴοις, τὸ δὲ ὀνόμασιν ἢ ῥήμασιν ἢ τοῖς ἐκ τούτων συγκειμένοις λόγοις χρῆσθαι πρὸς τὴν σημασίαν, οὐκέτι φύσει οὖσιν ἀλλὰ θέσει, ἐξαίρετον ἔχειν παρὰ τὰ ἄλογα ζῷα, διότι καὶ μόνος τῶν θνητῶν αὐτοκινήτου μετέχει ψυχῆς καὶ τεχνικῶς ἐνεργεῖν δυναμένης, ἵνα καὶ ἐν αὐτῷ τῷ φωνεῖν ἡ τεχνικὴ αὐτῆς διαφαίνηται δύναμις. δηλοῦσι δὲ ταῦτα οἱ εἰς κάλλος συντιθέμενοι λόγοι μετὰ μέτρων ἢ ἄνευ μέτρων. Ὅτι μὲν οὖν κατὰ συνθήκην ὁ λόγος καὶ τὰ τούτου μέρη, τό τε ὄνομα καὶ τὸ ῥῆμα, διὰ πολλῶν ἀποδέδεικται· ἀλλ’ ἐπεὶ καὶ ὄργανον αὐτὸν εἶναί φαμεν τῆς τῶν νοημάτων ἢ τῶν πραγμάτων σημασίας, τί ποτέ ἐστι τὸ χρώμενον αὐτῷ ὡς ὀργάνῳ ῥητέον.
‘一切言述固然皆是有意义的,但并非作为工具,而是正如先前所说,依约定。然而并非一切言述皆是陈述性的,而只有在其中具有真或假之属性的才是。但真假并不存于一切言述中,例如祈祷固然是言述,但既非真亦非假。因此其他各类的言述姑且搁置;因为对它们的探讨更适于修辞学或诗学;而陈述性言述则属于当前的考察。’ 亚里士多德通过这些话驳斥了一个似乎表明言述不是依约定、而是依本性的推论。那么该推论是什么呢?它说,言述是依本性存于我们之中的发声能力的工具;至少我们正是通过它、如同通过工具一般相互表示我们所想要的一切。任何自然能力的任何工具其自身亦是依本性的,正如眼睛作为我们视知觉能力的工具是本性的作品而非技术的作品,耳朵是听觉能力的工具,另一器官则是另一能力的工具一样。因此言述是依本性的,毫无出自我们创制的成分。那么,在此推论所采纳的两个前提中,亚里士多德承认大前提——即主张任何自然能力的任何工具皆依本性;但他对小前提提出异议——即主张言述是我们之中发声能力的工具。因此应当说明,既然发声能力是自然能力且如同其他各项自然能力一样需要工具,那么发声能力的工具究竟是什么;以及言述作为该能力的什么,既然被说成不是工具,因而就不是依本性而是依约定。发声能力的工具首先是肺和被称为气管的动脉。这些就单纯的声音而言是工具;而就清晰语言而言,则是舌、上腭以及其他如此被称为发声或发话的器官。而言述则当是发声能力经由这些器官的如此这般的运动而生成的成果。因此言述本身亦不必依本性;因为自然能力的成果完全不妨碍是依约定的,正如在舞蹈上的情形一样;因为位移运动固然是我们之中的一种自然能力,但舞蹈作为其成果却是依约定的;因为舞者依此方式或彼方式挥动手臂,通过姿势时而指示、时而暗示发生在阿喀琉斯身上的这般或那般事迹,从而表示出阿喀琉斯,这乃在于舞者自身。因此正如位移运动依本性、而舞蹈则依约定和契约,木料依本性、而门则依约定一样,发出声音固然依本性,但通过名辞或动词或由它们构成的言述来表示(它们以未成型的声音为质料而具有存在,并由我们的思惟赋予形式),则是依约定而非依本性。而且看来,人固然依本性拥有作为我们之中灵魂诸能力(无论是认知能力还是欲求能力)之工具的发声能力,这与无理性动物相仿;但为了表示而使用名辞或动词或由它们构成的言述(这些已不再是依本性而是依约定),则是人超乎无理性动物之外的独有特权,因为在凡人之中唯独人分有自发运动的、能够依技术而活动的灵魂,以便即使在发声本身之中其技术能力亦得以彰显。以有格律或无格律为了美感而谱写的言述即证明了这一点。言述及其部分(即名辞和动词)是依约定的,这一点已通过多方面得到了论证;但既然我们亦称言述为思想或事物的表示的工具,那么究竟是什么把言述当作工具来使用,对此必须予以说明。
- 1.12οὐχ ὡς ὄργανον δέ
亚里士多德引文中的短语。“并非作为工具”(οὐχ ὡς ὄργανον)在此特指身体机能的“自然工具/器官”(φυσικὸν ὄργανον),如同眼睛或耳朵一样;阿摩尼奥斯在随后的解释中正是据此瓦解了将言述视为自然器官的推论。
- 1.12ὡς ἐξ ὕλης τῆς ἀρυθμίστου φωνῆς τὸ εἶναι ἐχόντων, εἰδοποιουμένων δὲ ὑπὸ τῆς ἡμετέρας διανοίας
由 ὡς 引导的两个属格分词短语(ἐχόντων 和 εἰδοποιουμένων)构成解释性修饰语,依附于前文的属格短语 ὀνομάτων ἢ ῥημάτων ἢ τῶν ἐκ τούτων συγκειμένων λόγων。此处运用质料形相论的图式,将未经修饰的声音视为质料(ὕλη),而人类思惟赋予其形相(εἶδος),以此论证了言述为何属于约定而非出于本性。
