← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§61.2-62.13

言述的部分与词的部分的表意差异

阿摩尼乌斯解释了言述的部分为何仅作为断言要素而非肯定或否定而具有意义,论证了词的部分(无论是单纯名辞的音节还是复合名辞的成分)在分离状态下均不表意,并得出不完全言述亦包含在言述定义之中的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#3

Εἰπὼν δὲ τὸ μέρος τοῦ λόγου σημαντικὸν εἶναι ὡς φάσιν, ἀλλ’ οὐχ ὡς κατάφασιν, οὐκ ἐπήγαγεν ὅτι ‘οὐδὲ ὡς ἀπόφασιν’, ὡς ὂν προφανὲς ὅτι1 ὁ μὴ ἀξιῶν τὰ μέρη τοῦ λόγου θεωρεῖν ὡς καταφάσεις, ἀλλ’ ὡς ἁπλᾶς φωνάς, πολλῷ δήπου μᾶλλον ὡς ἀποφάσεις αὐτὰ παραλαβεῖν οὐκ ἄν ποτε ἀξιώσειεν, ἐπεὶ καὶ ἀνάγκη ἐν τῇ ἀποφάσει περιέχεσθαι καὶ τὴν κατάφασιν. ταῦτα δὲ καὶ αὐτὸς ἐξηγούμενος παράδειγμα λαμβάνει τῆς φάσεως τὸν ἄνθρωπον, διότι σημαίνει τί φησιν, ἀλλ’ οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστι, τοῦτ’ ἔστιν ἀλλ’ οὐ κατάφασιν ἢ ἀπόφασιν. ὅπερ σαφέστερον ποιῶν ἐπήγαγεν ἀλλ’ ἔσται κατάφασις ἢ ἀπόφασις, ἐάν τι προστεθῇ, ῥῆμα δηλονότι ἢ καταφασκόμενον ἢ ἀποφασκόμενον. ὥστε κἀκ τούτων δῆλον ὡς τὸ μέρος τῆς ἀποφάνσεως σημαντικὸν ὂν δι’ αὐτὸ τὸ σημαίνειν καλεῖ διὰ τούτων ὁ Ἀριστοτέλης φάσιν. ὅτι δὲ κατὰ τὸ σημαντικὰ ἔχειν μέρη διαφέρουσιν οἱ λόγοι τῶν ἁπλῶν φωνῶν, ὑπομιμνήσκων φησὶν ἀλλ’ οὐχὶ τοῦ ἀνθρώπου συλλαβὴ μία, κοινῶς προσυπακουομένου τοῦ σημαίνει τι·2 εἴρηται γὰρ λέγω δὲ οἷον ἄνθρωπος σημαίνει τι, πρὸς τοῦτο οὖν συντακτέον τὸ ἀλλ’ οὐχὶ τοῦ ἀνθρώπου συλλαβὴ μία. τοῦτο δὲ πάλιν κατασκευάζων τὸ τῶν ἁπλῶν φωνῶν τὰ μέρη μηδενὸς εἶναι καθ’ ἑαυτὰ σημαντικὰ καὶ τὴν κατασκευὴν ἀπὸ τοῦ μᾶλλον κἀνταῦθα ποιούμενος, οὐδὲ γὰρ ἐν τῷ μῦς, φησί, τὸ υς σημαντικόν, ἀλλὰ φωνή ἐστι νῦν μόνον, τοῦτο δέ ἐστιν ὅτι τὸ υς καθ’ ἑαυτὸ μὲν λεγόμενον σημαίνει τὸν χοῖρον, ὅταν δὲ ὡς μέρος αὐτὸ τοῦ μῦς ὀνόματος λάβῃς, παντάπασίν ἐστιν ἄσημον, καὶ νῦν, ὅπερ ἐστὶν ἐν τῷ θεωρεῖσθαι ὡς μέρος, φωνή ἐστι μόνον οὐδὲν διαφέρουσα μιᾶς τῶν ἀσήμων. ἀλλ’ ἐπὶ μὲν τῶν ἁπλῶν ὀνομάτων, ὥσπερ εἴρηται καὶ πρότερον, οὐδαμῶς ἄν εἴη τὰ μέρη σημαντικά, οἷον ἐπὶ τοῦ ἄνθρωπος ἢ μῦς· καὶ γὰρ ἐπὶ τούτου τὸ υς μέρος οὐχ ὡς συντεθὲν ἑτέρῳ τινὶ ἀπετέλεσε τὸ μῦς ὄνομα, ἀλλὰ κατὰ τύχην συνηνέχθη τῷ σημαίνοντι τὸν χοῖρον ὀνόματι, διόπερ ὡς μέρος ἁπλοῦ ὀνόματος τοῦ μῦς λαμβανόμενον οὐδὲν οὐδὲ κατὰ φαντασίαν σημαίνει· οὐδεὶς γὰρ τὸ μῦς ἀκούσας ὄνομα εἰς ἔννοιαν ἔρχεται τοῦ ὑός, καθάπερ ὁ τὸ Κάλλιππος ἀκούσας ἢ τὸ τραγέλαφος οὐκ ἀνεννόητος μένει τοῦ ἵππου ἢ τοῦ ἐλάφου. ἐν μὲν οὖν τοῖς ἁπλοῖς οὕτως· ἐν δὲ τοῖς διπλοῖς, φησί, βούλεται μὲν ἀλλ’ οὐδενὸς κεχωρισμένον,3 τοῦτ’ ἔστι δοκεῖ μὲν εἶναι τὰ μέρη σημαντικά, διότι καὶ σύνθεσίς τις ἐν αὐτοῖς ἐναργῶς κατὰ τὴν λέξιν φαίνεται πλειόνων ὀνομάτων, εἰ καὶ ἕν ἐστι τὸ ἐξ αὐτῶν σημαινόμενον νόημα καὶ πρᾶγμα, κατ’ ἀλήθειαν δὲ οὐδενός ἐστιν οὐδὲ ταῦτα σημαντικὰ καθ’ ἑαυτὰ λεγόμενα. ὡς οὖν συνελόντι φάναι, τὸ ἐπιχείρημα τοιοῦτον ἂν εἴη· εἰ αἱ καθ’ ἑαυτὰς σημαντικαὶ οὖσαι φωναί, καθάπερ τὸ υς, ὅταν ὀνομάτων τινῶν γένωνται μέρη, παντελῶς εἰσιν ἄσημοι τῶν οἰκείων ὁλοτήτων ἀφαιρούμεναι, τί χρὴ διανοεῖσθαι περὶ τῆς μιᾶς τοῦ ἀνθρώπου συλλαβῆς ἢ τῶν ἄλλων μερῶν τῶν ὀνομάτων, ὅσα καὶ δίχα τῆς ἐν τοῖς ὀνόμασι παραλήψεως οὐδενὸς φαίνεται σημαντικὰ ὄντα; ταῦτα μὲν οὖν δῆλα. δεῖ δὲ ἀπὸ τῶν ἐν τούτοις εἰρημένων τῷ Ἀριστοτέλει συλλογίζεσθαι ὅτι λόγον οὐ μόνον ἀξιοῖ καλεῖν τὸν αὐτοτελῆ διάνοιαν ἀπαρτίζοντα καὶ τέλειον, ἀλλὰ καὶ τὸν ἐλλιπῆ· πάντα γὰρ ἐφαρμόττει κἀκείνῳ τὰ περὶ τοῦ λόγου ῥηθέντα.

他在指出言述的部分作为断言要素是有意义的、而不是作为肯定之后,并没有加上‘亦不是作为否定’,因为显然,凡不主张把言述的部分视为肯定、而视为单纯声音表达的人,当然更绝不会主张把它们当作否定来接受,因为否定中必然亦包含着肯定。他自己在解释这些话时,亦把‘人’作为断言要素的例证,因为他说它意味着某物,但并不意味着存在或不存在,也就是说,并不意味着肯定或否定。为了使之更为清晰,他补充道‘但是,若添加了某种东西,就会成为肯定或否定’,这显然是指被肯定或被否定的动词。因此从这些亦可清楚看出,亚里士多德通过这些话因其进行表示本身而把陈述中有意义的部分称为断言要素。为了提醒人们注意,言述之所以有别于单纯声音表达乃在于其拥有有意义的部分,他说‘但“人”的一个音节却不是’,在此应共同意会补出‘意味着某物’;因为先前已说过‘我的意思是,例如“人”意味着某物’,因此‘但“人”的一个音节却不是’应当与这一句相连结。而他再次确证单纯声音表达的部分就自身而言不意味着任何事物这一论点,且在这里亦依‘由强及弱’的方式立论,他说‘因为在“鼠”中,“猪”亦不是有意义的,而如今仅是声音而已’。这就是说,‘猪’虽然就其自身言说时意味着生猪,但当你把其作为名辞‘鼠’的一部分来理解时,它完全是无意义的,而‘如今’ ——即在其被视作部分时——它仅仅是一个声音,与无意义的声音毫无二致。但在单纯名辞的情形中,正如先前亦已说过的,各个部分绝不可能是有意义的,例如在‘人’或‘鼠’上;因为在后者身上,‘猪’这一部分并不是因与另一部分复合而构成了‘鼠’这一名辞,而是偶然与表示生猪的名辞相巧合,因此作为单纯名辞‘鼠’的一部分被领会时,它甚至在表象上亦不意味着任何东西;因为没有人在听到‘鼠’这个名辞时会想到生猪的概念,不像听到‘良马’或‘鹿山羊’的人不会想不到马或鹿。因此在单纯名辞的情形中是如此;而在复合名辞中,他说‘它固然有此意味,但在分离时却不[意味]任何事物’,也就是说,各个部分似乎是有意义的,因为在它们之中就字面而言显然表现出几个名辞的某种复合,即便由它们所意指的思想和事物是单一的,但按实情而言,这些部分就自身被言说时亦不意味着任何事物。总而言之,该推论当如下:如果就自身而言本是有意义的声音(如‘猪’),一旦成为某些名辞的部分,在脱离其固有的整体时就完全成为无意义的,那么对于‘人’的一个音节或名辞的其他部分(这些部分甚至在未被采入名辞中时亦显见不意味着任何事物),人们又该如何看待呢?这些事情固然清楚。从亚里士多德在这些话中所言,应当推论出,他不仅把完成自足思想的完备言述视为应当称为言述,而且亦把不完全的言述视为言述;因为关于言述所说的一切,亦完全适用于后者。

语法注3 条
  1. 1.11ὡς ὂν προφανὲς ὅτι

    由 ὡς 与中性非人称分词 ὂν(同形容词 προφανές 连用)构成的宾格绝对结构,表达主语(亚里士多德)的主观理由或判断(“鉴于显而易见……”)。

  2. 1.11κοινῶς προσυπακουομένου τοῦ σημαίνει τι

    属格绝对结构。由动词 προσυπακούω(“暗中默会补充”)的被动分词与冠词 τοῦ 引出的被补充短语(τὸ σημαίνει τι)构成,指明下文对省略谓语的补读原则。

  3. 1.11βούλεται μὲν ἀλλ’ οὐδενὸς κεχωρισμένον

    阿摩尼乌斯对亚里士多德原文引文(ἐν δὲ τοῖς διπλοῖς σημαίνει μέν, ἀλλ’ οὐ καθ’ ἑαυτό)的转述性引用。βούλεται 含有“倾向于/意图[表示]”之意,后半句省略了 σημαίνει 或 σημαντικόν ἐστι,直随其后的 τοῦτ’ ἔστι δοκεῖ μὲν... 正是对这里的 βούλεται 所作的阐释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:61.2-62.13