- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:59.13-61.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯从复合言述与单纯言述的区别以及与柏拉图学说相一致的角度,论述了亚里士多德为何规定言述的部分是“作为断言要素而非作为肯定”而有意义的。他进而基于整体的层级性解释了为何名辞的音节不能严格被称为言述的部分,并通过论证单个词的呼唤并非呼格言述而化解了相关疑难。
διότι οὖν πᾶς μὲν λόγος ἔχει σημαντικά τινα μόρια, ταῦτα δ’ ἐπὶ μὲν τινῶν λόγων ἁπλαῖ τυγχάνουσιν ὄντα φωναί, ἃς ἐλέγομεν ὡς ἐν προτάσεσι καλεῖσθαι φάσεις, ἐπὶ δὲ τινῶν καταφάσεις ὅλαι ἢ καὶ ἀποφάσεις, οἷον ἐν τῷ λέγοντι λόγῳ ‘Σωκράτης κάθηται καὶ Πλάτων οὐ κάθηται’ τὸ ‘Σωκράτης κάθηται’ καὶ τὸ ‘Πλάτων οὐ κάθηται’, ἀλλ’ οἱ μὲν καταφάσεις ἢ ἀποφάσεις ἔχοντες τὰ μέρη λόγοι καὶ φάσεις ἔχουσιν, ἐξ ὧν ἐκεῖναι τὴν γένεσιν ἔσχον, οἱ δὲ φάσεις ἔχοντες οὐ πάντως ἔχουσι καὶ καταφάσεις ἢ ἀποφάσεις· διὰ τοῦτο βουλόμενος ὁ φιλόσοφος παραστῆσαι τὸ ἀεὶ ὂν ἐν τοῖς λόγοις σημαντικὸν μόριον ταῦτα προσέθηκεν, ἵνα μὴ θεασάμενος αὐτός τινὰς λόγους ἔχοντας μέρη καταφάσεις ἢ ἀποφάσεις ὑπολάβῃς οὕτω δεῖν τοῦ λόγου τὰ μέρη σημαντικὰ εἶναι ὡς σημαίνοντά τι κατά τινος ὑπάρχον ἢ μὴ ὑπάρχον, ἀλλ’ εἰδείης ὅτι ὡς φαντικὸν μόνον καὶ δηλωτικὸν φύσεώς τινος ἢ ἐνεργείας δεῖ τὸ μέρος τοῦ λόγου θεωρεῖν. καὶ μήποτε τὸ τινὰ τῶν μερῶν τοῦ λόγου σημαντικὰ εἶναι οὐ καθ’ ἑαυτὸ νοητέον1 κατὰ τὴν πρὸς τὰ ἄρθρα καὶ τοὺς συνδέσμους καὶ τὰ παραπλήσια τούτοις ἀντιδιαστολήν, ἀλλὰ τὸ ὅλον ἐφεξῆς ἀναγνωστέον, ὅτι τῶν μερῶν τι σημαντικόν ἐστιν ὡς φάσις, πρὸς διάκρισιν τῶν συντεθέντων μερῶν καὶ κατὰ ἀπόφανσιν ἤδη λεγομένων, ὡς ἂν πάντων μὲν τῶν ὄντων μερῶν τοῦ λόγου σημαντικῶν ὄντων,2 ἀλλὰ τῶν μὲν κατὰ τὸν τρόπον τῶν φάσεων καὶ ἐν παντὶ λόγῳ ἐξ ἀνάγκης θεωρουμένων, τῶν δὲ κατὰ τὸν τρόπον τῶν ἀποφάνσεων καὶ ἐν τοῖς ἁπλοῖς λόγοις θεωρεῖσθαι μὴ δυναμένων, ἵνα καὶ ταῦτα συνάδῃ τῇ ἄλλῃ πάσῃ παραδόσει τοῦ τε Ἀριστοτέλους καὶ τοῦ Πλάτωνος περὶ τῶν τοῦ λόγου μερῶν, ὡς εἰς ὀνόματα μόνον καὶ ῥήματα διαιρουμένων. Οὐ χρὴ δὲ θαυμάζειν, εἰ τὰ μέρη τῶν ὀνομάτων καὶ τῶν ῥημάτων μὴ ἀξιοῦμεν τοῦ συγκειμένου ἐξ αὐτῶν λόγου μέρη κυρίως ὀνομάζειν· ἐπὶ πάντων γὰρ τῶν διηρθρωμένων καὶ τελείων ἕκαστον τῶν μερῶν ἐκ τῆς προσεχοῦς ὁλότητος εἰώθαμεν σημαίνειν, ὥσπερ τὸ βραχὺ ξύλον τὸ ἐκ τοῦ πηδαλίου τῆς νεὼς ἢ τῆς τρόπιδος ἀφαιρεθὲν αὐτῶν μὲν τούτων μέρη προσαγορεύομεν, οὐ μὴν ἐπὶ τὴν ναῦν ἀναφέροντες λέγομεν. καὶ ἐπὶ τῶν ἄλλων τῶν τε κατὰ τέχνην καὶ τῶν κατὰ φύσιν ὡσαύτως. ἀμέλει συλλαβὰς μὲν ὀνομάζομεν τὰς πρώτας μόνας τῶν στοιχείων συμπλοκάς, τὸ δὲ ὄνομα τρισύλλαβον ἢ τετρασύλλαβον λέγομεν, ὡς ἕκαστον τῶν ἁπλῶν ἐπὶ τὸ προσεχῶς ἐξ αὐτῶν συγκείμενον ἀναφέροντες. ἄλλως τε τὰ μέρη τῶν ὀνομάτων καὶ ῥημάτων κατὰ μόνην τὴν ἐκφώνησιν, ἀλλ’ οὐ κατὰ τὴν σημαντικὴν δύναμιν λέγοιντο ἂν εἶναι αὐτῶν μέρη· διὸ καὶ πρότερον ἐλέγετο μηδὲν μέρος αὐτῶν εἶναι σημαντικὸν κεχωρισμένον· ὥστε καὶ τῶν λόγων κατὰ τὰ αὐτὰ λέγοιντο ἂν εἶναι καὶ μὴ εἶναι μέρη. αὐτὰ μέντοι τὰ ὀνόματα καὶ τὰ ῥήματα διὰ τῆς οἰκείας συνθέσεως οὐ μόνον τὴν ἐκφώνησιν ἀλλὰ καὶ τὴν σημασίαν ἀποτελοῦντα τῶν λόγων καὶ πρῶτα τὴν σημαντικὴν ἔχοντα δύναμιν εἰκότως καὶ μέρη τοῦ λόγου πρῶτα εἶναί φαμεν. διὸ καὶ ὁ ἐν τῷ Κρατύλῳ Σωκράτης σμικρότατον τοῦ λόγου μόριον εἶναι τὸ ὄνομά φησι, τὸ κοινῶς δηλαδὴ τοῦ τε ἰδίως καλουμένου ὀνόματος καὶ τοῦ ῥήματος κατηγορούμενον. Εἰ δέ τις ἀποροίη πῶς ἀξιοῦμεν πάντα λόγον ἔχειν σημαντικὸν τὸ μόριον, καίτοι πρὸς τὸν κλητικὸν καλούμενον καὶ μίαν πτῶσιν ἑνὸς ὀνόματος ἀρκοῦσαν ὁρῶντες, ὡς τὸ “Ἕκτορ” (ἄλλου γὰρ λόγου, τοῦ ἀποφαντικοῦ, τὸ “ἀτὰρ σύ μοί ἐσσι”) καὶ τὸ “Μέντορ” (τὸ γὰρ “ἄμυνον, ἀρήν” προστάξεως λοιπόν, ἀλλ’ οὐ κλήσεως), λύσομεν τὴν ἀπορίαν κλῆσιν μὲν ἢ ἀνάκλησιν καὶ δι’ ἑνὸς ὀνόματος κατὰ ταύτην τὴν πτῶσιν προφερομένου γίνεσθαι λέγοντες, λόγον δὲ μὴ εἶναι κλητικόν, εἰ μὴ τὸν ἐκ πλειόνων οὕτω λεγομένων ὀνομάτων ἢ πτώσεων συμπεφορημένον, οἷον “ὦ μάκαρ Ἀτρείδη’’ καὶ ‘‘ὦ Νέστορ Νηλειϊάδη’’ καὶ τὰ παραπλήσια τούτοις, εἴπερ μὴ ταὐτὸ ὄνομα καὶ λόγος.
因此,既然每一个言述都具有某些有意义的部分,而这些部分在某些言述中恰好是单纯的声音表达——正如我们所说,它们在命题中被称为断言要素——在另一些言述中则是整个肯定或否定(例如在说‘苏格拉底坐着且柏拉图没有坐着’的言述中,‘苏格拉底坐着’和‘柏拉图没有坐着’),但那些以肯定或否定为部分的言述亦包含它们由之产生的断言要素,而包含断言要素的言述却绝非必然亦包含肯定或否定;出于这个缘由,哲学家[亚里士多德]为了指明言述中恒常存在的有意义部分,补充了这些话,以免你自己在看到某些以肯定或否定为部分的言述后,设想言述的部分必须以表示某物属于或不属于某物的方式而具有意义,而是让你知晓,应当仅仅把言述的部分视为对某种本性或活动的指示性与表明性的东西。或许,‘言述的各个部分中的某些部分是有意义的’这一说法,不应按照与冠词、连词及类似事物的区分而就其自身被理解,而应当连贯地读作整个一句:‘各个部分中的某一部分作为断言要素是有意义的’,这是为了区分那些已复合的、依陈述而被言说的部分;其理据在于,虽然言述的所有现存部分都是有意义的,但一部分是依断言要素的方式且在每一个言述中必然被考察的,另一部分则是依陈述的方式且在单纯言述中无法被考察的,以便这亦能与亚里士多德和柏拉图关于言述的部分仅被划分为名辞和动词的全部其余传统相契合。 如果我们不认为有理由将名辞和动词的部分严格地称为由它们组成的言述的部分,这并不值得惊异。因为在所有分节且完备的事物上,我们习惯于从其直接的整体来表明各个部分,正如从船舵或龙骨上取下的短小木片,我们固然称之为这些东西自身的部分,却绝不归属于船而言说。在依技艺和依本性的其他事物上亦是如此。诚然,我们只把字母的最初结合称为‘音节’,却把名辞称为‘三音节词’或‘四音节词’,这是把单纯者中的每一者归属于直接由它们组成的东西。此外,名辞和动词的部分只能就发音而言被说是它们的部分,而不能就其意义能力而言;因此先前亦说过,它们的任何部分在分离状态下都不是有意义的;所以在同样的依据下,它们对言述亦可以说成是部分又不是部分。然而,名辞和动词本身通过其固有的结合不仅构成了言述的发音,而且构成了言述的意义,并且首先具有意义能力,因此我们理所当然地断言它们亦是言述的第一部分。正因如此,《克拉底鲁篇》中的苏格拉底亦说名辞是言述的最小部分,这显然是指共同述及狭义的名辞和动词的名称。 如果有人质疑,既然看到对于所谓的呼格言述而言,甚至一个名辞的一个变格形式就已经足够,例如‘赫克托耳’(因为‘但你对于我而言是’属于另一个言述,即陈述性言述)和‘门托耳’(因为‘请禳解灾祸’属于命令,而不是呼唤),我们又如何要求每一个言述都具有有意义的部分呢?我们将这样化解这一疑难:我们会说,呼唤或召唤固然可以通过在这一格中说出的一个名辞来实现,但若不是由几个如此说出的名辞或变格形式聚合而成的,例如‘噢,有福的阿特柔斯之子’和‘噢,涅斯托耳,涅琉斯之子’及与此类似者,它就不是呼格言述——如果名辞与言述确实不是同一回事的话。
- 1.11καὶ μήποτε τὸ τινὰ τῶν μερῶν τοῦ λόγου σημαντικὰ εἶναι οὐ καθ’ ἑαυτὸ νοητέον
副词 μήποτε 引出委婉的假设或审慎的提议(“或许不应当认为……”)。此处用来审慎地提出一种不同于前文的替代解读(前文将“各个部分中的某一部分”理解为与冠词、连词的对立),主张应将该句与后文的“作为断言要素”(ὡς φάσις)连贯阅读。
- 1.11ὡς ἂν πάντων μὲν τῶν ὄντων μερῶν τοῦ λόγου σημαντικῶν ὄντων
连词 ὡς ἄν 接属格独立结构(πάντων ... ὄντων),用以说明上述连贯阅读建议的内在理由或理据(“基于……的理据”或“假定……”)。虚词 ἄν 为这一说明增添了假设性或主观性论证的意味。
