- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:5.1-6.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥解释说,该著述之所以题为《解释篇》,是因为唯独陈述性言辞源于认知官能并容纳真假;随后他反驳了罗得岛的安德罗尼柯对本书真确性的怀疑,通过展示其与《论灵魂》中相关表述的一致性论证了本书确为亚里士多德的真作。
ῥητέον οὖν ὅτι τῆς ψυχῆς τῆς ἡμετέρας διττὰς ἐχούσης δυνάμεις,1 τὰς μὲν γνωστικὰς τὰς δὲ ζωτικὰς τὰς καὶ ὀρεκτικὰς λεγομένας (λέγω δὲ γνωστικὰς μὲν καθ’ ἃς γινώσκομεν ἕκαστον τῶν ὄντων, οἷον νοῦν διάνοιαν δόξαν φαντασίαν αἴσθησιν, ὀρεκτικὰς δὲ καθ’ ἃς ὀρεγόμεθα τῶν ἀγαθῶν, ἢ τῶν ὄντων ἢ τῶν δοκούντων, οἷον βούλησιν λέγω προαίρεσιν θυμὸν ἐπιθυμίαν), τὰ μὲν τέσσαρα εἴδη τοῦ λόγου τὰ παρὰ τὸ ἀποφαντικὸν ἀπὸ τῶν ὀρεκτικῶν δυνάμεων προέρχονται (τῆς ψυχῆς οὐκ αὐτῆς καθ’ αὑτὴν ἐνεργούσης ἀλλὰ πρὸς ἕτερον ἀποτεινομένης τὸν συμβάλλεσθαι δοκοῦντα πρὸς τὸ τυχεῖν τῆς ὀρέξεως καὶ ἤτοι λόγον παρ’ αὐτοῦ ζητούσης, καθάπερ ἐπὶ τοῦ πυσματικοῦ καὶ ἐρωτηματικοῦ καλουμένου λόγου, ἢ πρᾶγμα, καὶ εἰ πρᾶγμα, ἤτοι αὐτοῦ ἐκείνου τυχεῖν ἐφιεμένης πρὸς ὃν ὁ λόγος, ὥσπερ ἐπὶ τοῦ κλητικοῦ, ἤ τινος παρ’ αὐτοῦ πράξεως, καὶ ταύτης ἢ ὡς παρὰ κρείττονος, ὡς ἐπὶ τῆς εὐχῆς, ἢ ὡς παρὰ χείρονος, ὡς ἐπὶ τῆς κυρίως καλουμένης προστάξεως), μόνον δὲ τὸ ἀποφαντικὸν ἀπὸ τῶν γνωστικῶν, καὶ ἔστι τοῦτο ἐξαγγελτικὸν τῆς γενομένης ἐν ἡμῖν γνώσεως τῶν πραγμάτων ἀληθῶς ἢ φαινομένως. διὸ καὶ μόνον τοῦτο δεκτικόν ἐστιν ἀληθείας ἢ ψεύδους, τῶν δὲ ἄλλων οὐδέν. τοῦτο τοίνυν τὸ εἶδος τοῦ λόγου τὸ ἀποφαντικὸν ἑρμηνείαν ἀξιοῖ καλεῖν ὁ Ἀριστοτέλης ὡς ἑρμηνεῦον τὴν γνῶσιν τῆς ψυχῆς. ἐπεὶ οὖν, καθάπερ αὐτὸς ἐν τοῖς προοιμίοις ἐρεῖ τοῦδε τοῦ βιβλίου, εἰσὶ μὲν καὶ ἕτεροι λόγοι παρὰ τὸν ἀποφαντικόν (καὶ γὰρ ἡ εὐχή, φησί, λόγος) ὁ δὲ ἀποφαντικὸς τῆς νῦν θεωρίας, διὰ τοῦτο ἐπέγραψε τὸ βιβλίον Περὶ ἑρμηνείας, ὡς οὐδὲν διαφέρον ἢ οὕτως ἐπιγράφειν ἢ Περὶ τοῦ ἀποφαντικοῦ λόγου. 4. Πρὸς δὲ τὸ γνήσιον εἶναι τοῦ φιλοσόφου τὸ βιβλίον οὐδεὶς ἠξίωσε τῶν περὶ τὰ συγγράμματα τοῦ Ἀριστοτέλους ἐσπουδακότων ἀμφιβαλεῖν εἴς τε τὸ πιθανὸν ἀποβλέπων τῆς ἀπαγγελίας καὶ εἰς τὴν ἔντεχνον καὶ τῷ φιλοσόφῳ συνήθη τῶν ἐν αὐτῷ παραδιδομένων θεωρημάτων διάθεσιν καὶ τὴν πρὸς τὰς ἄλλας αὐτοῦ πραγματείας ὁμολογίαν, πλὴν Ἀνδρονίκου τοῦ Ῥοδίου, ὃς ἑνδέκατος μὲν ἦν ἀπὸ τοῦ Ἀριστοτέλους,2 ἀκούσας δὲ αὐτοῦ καλοῦντος ἐν τοῖς προοιμίοις τοῦδε τοῦ βιβλίου τὰ νοήματα παθήματα τῆς ψυχῆς καὶ προστιθέντος ‘ὡς περὶ τούτων εἴρηται ἐν τοῖς Περὶ ψυχῆς’, διὰ τὸ μὴ συνιδεῖν ὅπου τῆς Περὶ ψυχῆς πραγματείας3 τὰ νοήματα παθήματα τῆς ψυχῆς ἐκάλεσεν ὁ φιλόσοφος, ἀναγκαῖον ᾠήθη τῶν δύο πραγματειῶν, ταύτης τε καὶ τῆς Περὶ ψυχῆς, τὴν ἑτέραν νόθον ἀποφήνασθαι τοῦ Ἀριστοτέλους, καὶ δεῖν ἐνόμισε ταύτην ἀθετεῖν μᾶλλον ἢ τὴν Περὶ ψυχῆς. ἰστέον δὲ ὅτι πολλαχοῦ ἐν τῇ Περὶ ψυχῆς ἔχομεν τὴν φαντασίαν παθητικὸν νοῦν ὑπὸ τοῦ φιλοσόφου καλουμένην, νοῦν μὲν ὡς ἔνδον ἐν ἑαυτῇ τὸ γνωστὸν ἔχουσαν καὶ ταύτῃ διαφέρουσαν τῆς αἰσθήσεως, ὅτι ἅπερ ἡ αἴσθησις ἔξω κείμενα γινώσκει δεομένη πάντως τῆς ἐκείνων παρουσίας πρὸς τὸ ἐνεργῆσαι περὶ αὐτά, τούτων ἡ φαντασία τοὺς τύπους διὰ τῶν αἰσθήσεων ἀπομαξαμένη ἐν ἑαυτῇ ἔχει καὶ μὴ δεομένη τῶν ἔξω κειμένων δύναται προσβάλλειν, διὸ κἀν τοῖς ὕπνοις τῶν αἰσθήσεων ἀνενεργήτων μενουσῶν ἐνεργοῦμεν κατὰ φαντασίαν, παθητικὸν δέ, διότι μετὰ μερισμοῦ τινος καὶ διαστάσεως ἕκαστον γινώσκει, ἅτε ἀχώριστον σώματος ἔχουσα τήν τε οὐσίαν καὶ τὴν ἐνέργειαν καὶ ἀρχή τις οὖσα τῶν αἰσθήσεων. ἀποφαινόμενος οὖν ἐν τοῖς Περὶ ψυχῆς ὁ Ἀριστοτέλης ἄνευ τοῦ παθητικοῦ τούτου νοῦ μηδὲν τῶν ἐνταῦθα πραγμάτων νοεῖν τὴν ἡμετέραν ψυχήν, δι’ ὧν φησιν “οὐ μνημονεύομεν δέ, ὅτι τοῦτο μὲν ἀπαθές, ὁ δὲ παθητικὸς νοῦς φθαρτός, καὶ ἄνευ τούτου οὐδὲν νοεῖ” καὶ ἑξῆς “τὰ μὲν οὖν εἴδη τὸ νοητικὸν ἐν τοῖς φαντάσμασι νοεῖ” καὶ ἐπὶ τούτοις “τὰ δὲ δὴ πρῶτα νοήματα τί διοίσει τοῦ μὴ φαντάσματα εἶναι; ἢ οὐδὲ τὰ ἄλλα φαντάσματα, ἀλλ’ οὐκ ἄνευ φαντασμάτων”, δῆλος ἂν εἴη καὶ ἐν ἐκείνοις τὰ νοήματα παθήματα προσαγορεύων τῆς ψυχῆς. φαίνεται δὲ καὶ ἐπὶ πάσας τῆς ψυχῆς τὰς ἐνεργείας κοινότερον τὸ τοῦ πάθους ὄνομα ἐκτείνων· ἀπορίαν γοῦν φησιν ἐν ἐκείνοις ἔχειν τὰ πάθη τῆς ψυχῆς, πότερόν ἐστιν ἅπαντα κοινὰ καὶ τοῦ ἔχοντος ἢ ἐστί τι καὶ τῆς ψυχῆς ἴδιον αὐτῆς, καὶ ἐπικρίνων τὰ περὶ τῆς ἀπορίας ἐπιφέρει “φαίνεται δὲ τῶν μὲν πλείστων οὐδὲν ἄνευ τοῦ σώματος πάσχειν οὐδὲ ποιεῖν,4 οἷον ὀργίζεσθαι θαρρεῖν ἐπιθυμεῖν, ὅλως αἰσθάνεσθαι.
因此必须说明,我们的灵魂具有双重官能,即认知官能和亦被称为欲求官能的生命官能(我所谓的认知官能,是指我们据以认知诸存在物之各者的官能,如理智、理知、意见、表象、感觉;我所谓的欲求官能,是指我们据以欲求善物——无论是真实的还是表象的善物——的官能,如意愿、决意、气概、欲望),除陈述性言辞之外的四种言辞均源于欲求官能(此时灵魂不是就其自身在活动,而是朝向另一个看似能够促成达到欲求的对象,并且或者向他寻求言辞,如在所谓的探询言辞和疑问言辞中,或者寻求一件事;如果是寻求一件事,或者渴望得到向其陈述的那个对象本身,如在呼告言辞中,或者渴望从他那里得到某种行动,而这种行动或者被视为来自上者,如在祈愿中,或者被视为来自下者,如在严格意义上的命令中),唯独陈述性言辞源于认知官能,并且它是对我们内部真实或表象地产生的关于事物的认知的传达。因此,唯独这种言辞能接纳真或假,而其他言辞概不能如此。因此,亚里士多德认为应当把这种陈述性的言辞种类称为“解释”,因为它解释了灵魂的认知。所以,正如他本人将在本书的开篇中所说的那样,除陈述性言辞之外固然还有其他言辞(因为他说“祈祷也是一种言辞”),但陈述性言辞才是当前考察的对象,因此他将本书题名为《解释篇》,因为这样题名与题为《论陈述性言辞》毫无二致。 4. 至于本书是否为这位哲学家的真作,在那些潜心研读亚里士多德著述的人当中,目睹其表述的说服力、其中所传授的定理之富有技巧且符合该哲学家惯常风格的编排,以及它与他的其他论述的一致性,没有人认为应当对此表示怀疑,只有罗得岛的安德罗尼柯除外。安德罗尼柯是亚里士多德以来的第十一代学统继承人,当他听到亚里士多德在本书开篇中称思想为“灵魂的受动”,并附加“正如在《论灵魂》中关于这些所说的那样”时,由于未能觉察到哲学家究竟在《论灵魂》论述中的何处称思想为灵魂的受动,他便认为有必要在这两部论述即本书与《论灵魂》中判定其中一部是亚里士多德的伪作,并且认为应当废弃本书而非《论灵魂》。但必须了解的是,在《论灵魂》的许多地方,我们发现表象被哲学家称为“受动理智”:被称为理智,是因为它在自身内部拥有可知之物,并在这方面不同于感觉,因为感觉认知处于外在的事物,完全需要它们的临在以便对其发生作用,而表象则通过各感觉将它们的印迹印刻于自身之中并保有它们,无须处于外在的事物便能加以注视,正因如此,即使在睡眠中感觉保持不起作用时,我们依然依照表象而活动;被称为受动的,是因为它带有某种区分和间距地认知每一事物,因其本质和活动都与身体不可分离,并且它是感觉的一个本原。因此,亚里士多德在《论灵魂》中表明,没有这种受动理智,我们的灵魂就不能思想这里的任何事物,正如他通过这些话所说的:“但我们并不记得,因为这固然是不受动的,而受动理智是可毁灭的,并且没有它,〔灵魂〕就什么也不思想”,接着又说:“因此思维能力在表象中思想形式”,在此之上又说:“那么最初的思想与作为表象相比有何不同呢?抑或其他的思想也不是表象,但不是没有表象的?”显而易见,他在那些地方也是把思想称为灵魂的受动的。而且,他似乎还将“受动”这一名称更宽泛地推广到灵魂的所有活动上;至少,他在那些地方谈到灵魂的受动包含着一个疑难,即它们究竟全都是同拥有〔灵魂〕者所共有的,还是也有某种属于灵魂自身特有的,而在评定这一疑难时他又补充道:“但在多数情况下,〔灵魂〕似乎脱离身体就既不受动也不有所作为,比如发怒、勇敢、欲望以及一般的感知。”
- 1.0τῆς ψυχῆς τῆς ἡμετέρας διττὰς ἐχούσης δυνάμεις
由 ῥητέον οὖν ὅτι 引出的独立属格结构,交代立论前提。主句随后以相关并列结构 τὰ μὲν τέσσαρα εἴδη... μόνον δὲ τὸ ἀποφαντικὸν 展开。
- 1.0ὃς ἑνδέκατος μὲν ἦν ἀπὸ τοῦ Ἀριστοτέλους
数词 ἑνδέκατος 与介词短语 ἀπὸ τοῦ Ἀριστοτέλους 连用,表示学派中的传承位序,意为“从亚里士多德数起的第十一代继承人”。
- 1.0διὰ τὸ μὴ συνιδεῖν ὅπου τῆς Περὶ ψυχῆς πραγματείας
附属于副词 ὅπου 的属格 τῆς Περὶ ψυχῆς πραγματείας 作表示范围或位置的部分属格(“在《论灵魂》论述中的何处”)。
- 1.0φαίνεται δὲ τῶν μὲν πλείστων οὐδὲν ἄνευ τοῦ σώματος πάσχειν οὐδὲ ποιεῖν
引自亚里士多德《论灵魂》403a3-7。人称动词 φαίνεται(省略主语 ἡ ψυχή)支配不定式 πάσχειν οὐδὲ ποιεῖν,其内宾语 οὐδέν 受部分属格 τῶν μὲν πλείστων 修饰,意为“在多数受动的情况下,脱离身体便既不受动也不有所作为”。
