- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:58.4-59.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯考察了亚里士多德在16b26对言述(logos)所下的定义,重申了为何颠倒序言中所预告的论述顺序,并逐句阐明定义的各个组成部分(声音、表意、约定、部分的表意性,以及作为断言要素而非肯定)。
" Λόγος δέ ἐστι φωνὴ σημαντική, ἧς τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον1 ὡς φάσις, ἀλλ’ οὐχ ὡς κατάφασις. λέγω δὲ οἷον ἄνθρωπος σημαίνει τι, ἀλλ’ οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστιν· ἀλλ’ ἔσται κατάφασις ἢ ἀπόφασις, ἐάν τι προστεθῇ. ἀλλ’ οὐχὶ τοῦ ἀνθρώπου συλλαβὴ μία·2 οὐδὲ γὰρ ἐν τῷ μῦς τὸ ῦς σημαντικόν, ἀλλὰ φωνή ἐστι νῦν μόνον. ἐν δὲ τοῖς διπλοῖς σημαίνει μέν, ἀλλ’ οὐ καθ’ ἑαυτό, ὥσπερ εἴρηται." Δι’ ἣν μὲν οὖν αἰτίαν οὐ κατὰ τὰς ἐξ ἀρχῆς ὑποσχέσεις μετὰ τὸν περὶ ὀνόματος καὶ ῥήματος λόγον περὶ ἀποφάσεως διαλέγεται καὶ καταφάσεως, ἔπειτα περὶ ἀποφάνσεως καὶ τελευταῖον περὶ λόγου, ἀλλ’ ἀντιστρέφει κατὰ τὴν περὶ αὐτῶν διδασκαλίαν τὴν τάξιν, καθ’ ἣν πεποίηται αὐτῶν ἐν τῷ προοιμίῳ τοῦδε τοῦ βιβλίου τὴν ἀπαρίθμησιν ὡς παραδοθῆναι ὀφειλόντων, εἴρηται πρότερον.3 τῶν δὲ παραληφθέντων εἰς παράστασιν τῆς ἰδιότητος τοῦ λόγου τὴν ἐξήγησιν ποιούμενοι τὸ μὲν ὅτι φωνὴ καὶ σημαντικὴ παρίεμεν ὡς προφανῆ λίαν κἀν τοῖς ὁρισμοῖς τῶν τοῦ λόγου μερῶν ἤδη παρειλημμένα. τὸ δὲ κατὰ συνθήκην νυνὶ παραλελεῖφθαί φαμεν ὡς γνώριμόν τε ὂν ἐκ τῶν περὶ τοῦ ὀνόματος ὡς κατὰ συνθήκην ὄντος εἰρημένων (ἐπὶ δὲ τοῦ ῥήματος ὡς ὁμοίως ἔχοντος παραλελειμμένον) καὶ ὡς ὀλίγον ὕστερον εὐκαίρως προστεθησόμενον μετὰ τὸ ἀναιρεθῆναι τὸν δοκοῦντα τὸ ἀντικείμενον κατασκευάζειν λόγον, ὅτι οὐ θέσει ἐστὶν ἀλλὰ φύσει, τάχα δὲ καὶ ὡς ὑπὸ τῆς ἑξῆς διαφορᾶς περιεχόμενον· τὸ γὰρ ἧς τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον μόνῃ πρόσεστι τῇ ἐνάρθρῳ φωνῇ κατὰ τὴν ἡμετέραν συνθήκην ὑφισταμένῃ. αὐτὸ δὲ τὸ ἔχειν τι σημαντικὸν μέρος διακρίνει τὸν λόγον τῶν αὐτοτελῶν αὐτοῦ μερῶν, ὀνόματός τε καὶ ῥήματος, διότι ἐπ’ ἐκείνων οὐδετέρου ἦν τι μέρος σημαντικόν, τοῦ δὲ λόγου μέρη τινά, τὰ ὀνόματά φημι καὶ τὰ ῥήματα, σημαντικά ἐστιν. οὐχ ἁπλῶς δὲ εἴρηται τὰ μέρη τοῦ λόγου σημαντικὰ εἶναι καθ’ ἑαυτὰ λαμβανόμενα, ἀλλὰ τῶν μερῶν τι, διὰ τὸ ἐν ταῖς ἀποφάσεσιν ἀρνητικὸν μόριον καὶ τὰ ἄρθρα καὶ τοὺς συνδέσμους, οἷον ὅταν εἴπω ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν’ ἢ ‘Σωκράτης μὲν κάθηται, Πλάτων δὲ περιπατεῖ’· ταῦτα γὰρ μέρη μὲν κοινότερον λέγεται τοῦ λόγου, ἔστι δὲ ἄσημα καθ’ ἑαυτὰ θεωρούμενα. καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ μέρη τῶν ὀνομάτων καὶ τῶν ῥημάτων, οὐδὲν ἧττον εἶναι δοκοῦντα μέρη καὶ τοῦ ἐξ αὐτῶν συγκειμένου λόγου, παντελῶς εἰσιν ἄσημα, καθάπερ εἴρηται πολλάκις. διὰ ταῦτα μὲν οὖν ἀποφαίνεται τῶν μερῶν τι τοῦ λόγου σημαντικὸν εἶναι. Σημαντικὸν δέ φησιν εἶναι ὡς φάσις, ἀλλ’ οὐχ ὡς κατάφασις. ἔστι δὲ φάσις, ὡς καὶ πρότερον ἐλέγομεν, ἡ ἁπλῆ φωνή, ὅταν ὡς μέρος ἀποφαντικοῦ λόγου λαμβάνηται· δηλοῖ δὲ τοῦτο σαφῶς ἐν τοῖς ἑξῆς ὁ Ἀριστοτέλης, λέγων “τὸ μὲν οὖν ὄνομα ἢ ῥῆμα φάσις ἔστω μόνον, ἐπειδὴ οὐκ ἔστιν εἰπεῖν οὕτω δηλοῦντά τι τῇ φωνῇ ὥστε ἀποφαίνεσθαι”.
“言述是一种有意义的声音表达,其各个部分中的某一部分在分离的状态下是有意义的,作为断言要素,但不是作为肯定。我的意思是,例如‘人’表示某种事物,但不表示它是或不是;然而,如果添加了某物,就会成为肯定或否定。但‘人’的一个音节则不是[有意义的];因为甚至在‘耗子’中,‘子’亦不是有意义的,而如今仅是声音而已。但在复合词中,它固然表示,但正如所说的那样,并不是就其自身而言表示的。” 因此,究竟出于何种缘由,他没有按照最初的许诺,在关于名辞和动词的论述之后讨论否定和肯定,继而讨论陈述性言述,最后讨论言述,而是在关于它们的传授中倒转了他在本书序言中对作为应当被传授之物的它们所作的列举顺序,这一点先前已经说过了。而在对用以呈现言述之特性的所采纳要素进行解释时,关于它是‘声音表达’和‘有意义的’这两点,我们略过不谈,因为它们极为显明,且已被采纳于言述之各部分的定义之中。但关于‘依约定’如今被略去,我们说这是因为从关于名辞被说成是依约定的论述中这已为人所熟知(而在动词上亦因情况相似而被略去),且因为稍后在驳斥了似乎确立相反论点(即言述不是依约定的而是依本性的)的论据之后,它将在适宜的时刻被补充,或许亦因为为接下来的种差所包含;因为‘其各个部分中的某一部分在分离的状态下是有意义的’,唯独属于依我们的约定而成立的清晰声音表达。而具有某种有意义的部分这一事实本身,便将言述与其自身的自足部分(名辞和动词)区分开来,因为在那两者中,无论哪一个都不曾有任何部分是有意义的,但言述的某些部分——我指的是名辞和动词——是有意义的。并且,并没有简单地说言述的部分在就其自身被把握时是有意义的,而是说‘各个部分中的某一部分’,这是由于否定中的否定小辞、冠词以及连词(例如当我说‘人是动物’或‘苏格拉底坐着,而柏拉图在散步’时);因为这些较宽泛地被称为言述的部分,但在就其自身被考察时是无意义的。不仅这些,而且名辞和动词的部分,尽管看起来同样亦是由它们组成的言述的部分,正如多次说过的,却完全是无意义的。因此,出于这些缘由,他断言言述的各个部分中的某一部分是有意义的。他说它是‘作为断言要素,但不是作为肯定’而有意义的。正如我们先前亦说过的,断言要素乃是当单纯的声音表达被当作陈述性言述的一部分而被把握时的表达;亚里士多德在下文中清晰地表明了这一点,他说:“因此,名辞或动词仅作为断言要素即可,因为在用声音表达阐明某物时,不可能这样言说以至于作出陈述。”
- 1.11ἧς τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον
关系代词属格 ἧς 修饰先行词 φωνή(阴性单数),表所属或关涉,与后随的部分属格 τῶν μερῶν(中性复数)结合构成“其诸部分中的某一部分”。κεχωρισμένον 为状语性分词,在性数上与主语 τι(中性单数主格)一致,意为“在被分离/独立时”。
- 1.11ἀλλ’ οὐχὶ τοῦ ἀνθρώπου συλλαβὴ μία
此处为承接前句而省略谓词(σημαντικόν ἐστι 或 σημαίνει τι)的紧缩句。主语为 συλλαβὴ μία(阴性单数主格),τοῦ ἀνθρώπου 为依存于其上的属格(“‘人’这个词的单一音节”)。
- 1.11Δι’ ἣν μὲν οὖν αἰτίαν οὐ κατὰ τὰς ἐξ ἀρχῆς ὑποσχέσεις ... εἴρηται πρότερον
长大的倒置结构:句首介词短语 Δι’ ἣν μὲν οὖν αἰτίαν 引导间接疑问从句,而主句动词 εἴρηται πρότερον(“先前已言及”)被大幅后置至句末。在从句内部,οὐ ... διαλέγεται ... ἀλλ’ ἀντιστρέφει 构成核心对照,而关系从句 καθ’ ἣν ... 进一步限定修饰 τὴν τάξιν。
