← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§56.14-58.3

关于是附带表示结合的异文与解释

阿摩尼奥考察了《解释篇》第3章末尾处的异文(οὐδὲ γάρ 与 οὐ γάρ)及由此产生的不同解释,将自己关于‘存在者’与‘是’附带表示结合的理解与阿芙罗狄西亚的亚历山大的解释进行对比,并标示了向讨论整个言述的第4章的过渡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10#2

Εἰ μὲν οὖν οὕτως ἔχει τὸ ῥητόν, ὡς παρεθέμεθα, οὐδὲ γὰρ τὸ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος ἢ μὴ εἶναι, τὴν εἰρημένην ἐξήγησιν μόνην αὐτὸ καθιστῶσαν εὑρήσεις, εἰ δ’ ὥσπερ ὁ φιλόσοφος γράφει Πορφύριος, οὐ γὰρ τὸ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος ἢ μὴ εἶναι, εἰ καὶ προϊὼν ἐπὶ τὴν προτέραν γραφήν τε καὶ ἐξήγησιν φέρεται, λέγοι ἂν περὶ πάντων κοινῶς τῶν ῥημάτων, ὅτι σημαντικὰ μέν ἐστιν, ὅπερ εἴρηται, τινῶν, ἀλλ’ οὐκ ἀληθείας ἢ ψεύδους, ὅπερ ἐδήλωσε διὰ τοῦ ἀλλ’ εἰ ἔστιν ἢ μή, οὔπω σημαίνει, τούτου δὲ τὴν αἰτίαν εἴη ἂν ἀποδιδοὺς1 διὰ τοῦ οὐ γὰρ τὸ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος ἢ μὴ εἶναι· τοῦτο δέ ἐστιν· οὐ γάρ ἐστι σημαντικὸν τὸ ῥῆμα καθ’ ἑαυτὸ λεγόμενον τοῦ ὑπάρχειν ἢ μὴ ὑπάρχειν τὸ ὑπ’ αὐτοῦ δηλούμενον πρᾶγμα, ὅπερ εἰ ἐποίει, τότε μόνως ἦν ἂν δεκτικὸν ψεύδους καὶ ἀληθείας· ὁ γὰρ εἰπὼν ‘περιπατεῖ’ ἐσήμηνε μέν τινα ἐνέργειαν, οὔτε δὲ ἀληθές τι περὶ αὐτῆς εἶπεν οὔτε ψεῦδος, ἐὰν μή τι προστεθῇ ὑποκείμενον, ᾧ ἢ ὑπάρχον ἢ μὴ ὑπάρχον τὸ περιπατεῖν ποιήσει λόγον ἀληθῆ ἢ ψευδῆ. τὸ οὖν οὐ γὰρ τὸ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος ἢ μὴ εἶναι ἴσον ἐστὶ τῷ ὅτι τὸ ῥῆμα καθ’ ἑαυτὸ λεγόμενον οὐκ ἔστι σημαντικὸν οὔτε τοῦ εἶναι τὸ πρᾶγμα, τοῦτ’ ἔστι τὸ ὑπ’ αὐτοῦ σημαινόμενον, ὅπερ ἡ κατάφασις εἴωθε σημαίνειν, οὔτε τοῦ μὴ εἶναι, ὅπερ δηλοῦται διὰ τῆς ἀποφάσεως. Ταῦτα μὲν οὖν κοινῶς περὶ παντὸς εἴρηται ῥήματος· τὸ δέ γε οὐδ’ ἂν τὸ ὂν εἴπῃς αὐτὸ ψιλὸν εἴη ἂν καὶ κατὰ τὴν ἐξήγησιν κατασκευαστικὸν ἀπὸ τοῦ μᾶλλον τοῦ μηδὲν τῶν ῥημάτων ἀληθείας εἶναι καὶ ψεύδους δεκτικόν. πῶς δ’ ἂν γένοιτο τοῦτο ἐκείνου κατασκευαστικόν, εἰ μὴ διὰ μέσου πάλιν τοῦ ἔστιν, ὃ παρηγμένον ἀπὸ τοῦ ὄντος πάντων ἐστὶ κοινὸν τῶν ῥημάτων; ἑξῆς δὲ ἐπάγει τὸ αὐτὸ μὲν γὰρ οὐδέν ἐστι· λέγει δὲ οὐδὲν εἶναι τὸ ὂν οὔθ’ ὡς ἄσημον οὔθ’ ὡς ὁμωνύμως κατηγορούμενον κατὰ τῶν πραγμάτων, ἀλλ’ οὐδέν ἐστί φησιν οὔτε ἀληθὲς οὔτε ψεῦδος. προσσημαίνει δὲ σύνθεσίν τινα, ἣν ἄνευ τῶν συγκειμένων οὐκ ἔστι νοῆσαι·2 τοῦτο δέ ἐστι· μέρος δὲ γίνεται συνθέσεως, οἷον τῆς λεγούσης ‘τὸ ὂν ἔστι’, περὶ ἣν τὸ ἀληθὲς θεωρεῖται καὶ τὸ ψεῦδος, ἥντινα σύνθεσιν ἄνευ τῶν συγκειμένων, τοῦτ’ ἔστι τῶν ἁπλῶν, οὐκ ἔστι νοῆσαι. τὸ μὲν οὖν λεγόμενον δῆλον. τὸ δὲ προσσημαίνειν τὸ ὂν τὴν σύνθεσιν, καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ τῶν ἁπλῶν ἑκάστην ὡσαύτως φωνῶν, οὐκ ἔοικεν εἰρῆσθαι κατὰ τὸν τρόπον, καθ’ ὃν ἐλέγετο τὸ ῥῆμα προσσημαίνειν χρόνον, ἀλλ’ ἀντὶ τοῦ πρὸς ἑτέρῳ τινὶ σημαίνειν, τοῦτ’ ἔστι συμπλεκόμενον ἑτέρῳ τινὶ σημαίνειν σύνθεσιν δεκτικὴν ἤδη ψεύδους τε καὶ ἀληθείας, ἧς συνθέσεως δεῖ τὰ ἁπλᾶ προεπινοεῖσθαι.3 εἰ δέ τις μὴ προσίοιτο ταύτην τοῦ προσσημαίνειν τὴν ἐξήγησιν, πειθέσθω τῷ Ἀλεξάνδρῳ λέγοντι διὰ τοῦ αὐτὸ μὲν γὰρ οὐδέν ἐστι καὶ τῶν ἐφεξῆς περὶ τοῦ ἔστι διαλέγεσθαι πάλιν τὸν Ἀριστοτέλην μετὰ τὸ εἰπεῖν διὰ μέσου περὶ τοῦ ὄντος, ὡς οὐδὲ τούτου ὅταν καθ’ αὑτὸ λέγηται δυναμένου σημαίνειν τι ἀληθὲς ἢ ψεῦδος, καὶ λέγειν ὅτι τοῦτο τὸ ἔστιν ἢ καὶ τὸ οὐκ ἔστιν (ὁ αὐτὸς γὰρ περὶ ἑκατέρου λόγος) αὐτὸ καθ’ αὑτὸ λεγόμενον ἀληθὲς μέν τι σημαίνειν ἢ ψεῦδος οὐ πέφυκεν, ὄνομα δέ τι ὄν, ὥσπερ καὶ τὰ ἄλλα ῥήματα, δύναμιν ἔχει προηγουμένως μὲν σημαντικὴν τῆς τοῦ ὄντος μεθέξεως ἢ στερήσεως, κατὰ δεύτερον δὲ λόγον καὶ κατηγορουμένου τινὸς πρὸς ὑποκείμενον συμπλοκῆς, οἷς προστιθέμενον τέλειόν τε ποιεῖ τὸν λόγον καὶ σημαντικὸν ἢ ἀληθείας ἢ ψεύδους· καὶ γὰρ ἂν ἀμέσως κατηγορῆται τοῦ ὑποκειμένου, καὶ τότε δυνάμει τὸ μὲν ἔστι συμπλοκὴν αὐτοῦ πρὸς τὸ ὂν σημαίνει, οἷον ‘Σωκράτης ὄν ἐστι’, τὸ δὲ οὐκ ἔστι διαίρεσιν, ἢ καὶ ἀμφότερα σύνθεσιν· ὅπερ γὰρ εἴρηται ἐν τοῖς Περὶ ψυχῆς, ‘καὶ ὁ μὴ εἶναί τι λευκὸν φάσκων τὸ μὴ εἶναι λευκὸν συνέθηκε τῷ ὑποκειμένῳ’. Παραδοὺς δὲ ἡμῖν ὁ Ἀριστοτέλης τὴν θεωρίαν τῶν τοῦ λόγου μερῶν, ὀνόματός τε καὶ ῥήματος, ἑξῆς καὶ ἐπὶ τὸν ἐξ αὐτῶν συγκείμενον λόγον μεταβαίνει καί φησι·

因此,如果经文正如我们所引述的那样,即‘因为甚至“是”本身亦不是事物存在或不存在的标记’,你将会发现唯有前述的解释能确立它;但如果正如哲学家波菲利所写的那样,即‘因为“是”不是事物存在或不存在的标记’——即便他在推进论述时亦转向了前一种异读和解释——那么他大概是对所有动词普遍地言说:正如已经说过的那样,它们固然表示某些事物,但并不表示真理或虚伪,这一点他通过‘但是,至于它存在与否,则尚未表示’显明了,而他通过‘因为“是”不是事物存在或不存在的标记’大概正是给出了此事的缘由。而这意思是:因为动词本身被单独言及时,并不表示由它所显明的事物属于或不属于某物,而如果它做到了这一点,唯有在那时它才会接纳虚假与真理;因为说出‘在散步’的人固然表示了某种活动,但关于它既没有说出任何真事,亦没有说出任何假事,除非添加了某个主词,‘在散步’或者属于或者不属于该主词,才会产生真或假的言述。因此,‘因为“是”不是事物存在或不存在的标记’等同于:动词本身被单独言及时,既不表示事物——即由它所表示的东西——的存在,这正是肯定通常表示的东西,亦不表示事物的不存在,即通过否定所显明的东西。 这些固然是对每一个动词普遍言说的;然而‘哪怕你单单说出“存在者”本身’这一句,即便按照这种解释,大概亦是从更具优势者出发确立没有任何动词接纳真理与虚伪。但是,如果不是再次通过那派生自‘存在者’且为所有动词所共有的‘是’的中介,这又怎能成为对那一点的确立呢?接着他附带加上了‘因为其自身无所是’。他说‘存在者’无所是,既不是指它无意义,亦不是指它同名异义地述说诸事物,而是说它既不是真亦不是假。‘但是它附带表示某种结合,没有被结合者便不可能思想这种结合’。而这意思是:它成为某种结合的一部分——例如说出‘存在者是’的那种结合——关于这种结合,真与假才被考察;而没有被结合者,即单纯的要素,便不可能思想这种结合。因此,所言者是显而易见的。然而,‘存在者’附带表示结合,并且不仅是它,每一个单纯的声音表达亦同样如此,这似乎并非按照先前说动词附带表示时间的那种方式被言及的,而是用来代替‘附加于另一某物而表示’,即与其他某物交织在一起而表示某种业已接纳虚假与真理的结合,而先于这种结合必须预先思想单纯的要素。但如果有人不接受关于附带表示的这种解释,让他听从亚历山大的说法,亚历山大说:通过‘因为其自身无所是’及接续之辞,亚里士多德在中间谈论了‘存在者’(因为这在单独被言及时亦不可能表示任何真或假)之后,再次讨论‘是’,并且说这个‘是’或者还有‘不是’(因为关于两者的说明是相同的),在其自身被单独言及时,本性上并不表示任何真或假,而是作为某种名辞,正如其他动词一样,首要地具有表示对存在者的分有或匮乏的能力,其次亦具有表示某个谓词与主词交织的能力,被附加于这些事物之上便使得言述得以完结,并成为表示真或假的言述;因为即便它直接述说主词,在那时潜在地,‘是’亦表示主词与存在者的交织(例如‘苏格拉底是存在者’),而‘不是’表示分离,或者两者皆表示结合;因为正如在《论灵魂》中所言,‘主张某物不是白的人,亦是将“不是白”与主词结合在一起’。 亚里士多德在向我们传授了关于言述的部分——即名辞与动词——的考察之后,接着亦过渡到了由它们组成的言述,并说道:

语法注3 条
  1. 1.10λέγοι ἂν περὶ πάντων κοινῶς τῶν ῥημάτων... τούτου δὲ τὴν αἰτίαν εἴη ἂν ἀποδιδοὺς

    主句回应条件从句 εἰ δ’ ὥσπερ ὁ φιλόσοφος γράφει Πορφύριος...(直陈式现在时),通过带有 ἄν 的祈愿式(λέγοι ἂν 以及迂回式的 εἴη ἂν ἀποδιδούς)来表达若依从波菲利的异文时,对亚里士多德经文进行推论性与潜在性的阐释结果。

  2. 1.10ἣν ἄνευ τῶν συγκειμένων οὐκ ἔστι νοῆσαι

    关系代词 ἣν 以紧接其前的 σύνθεσιν(结合)为先行词;ἄνευ τῶν συγκειμένων(没有被结合者)采用了中性复数属格被动态分词,阿摩尼奥在紧随其后的文字中将其换言为 τῶν ἁπλῶν(单纯要素),即构成结合的各个成分(名辞与动词)。

  3. 1.10ἧς συνθέσεως δεῖ τὰ ἁπλᾶ προεπινοεῖσθαι

    关系代词 ἧς 与紧随的 συνθέσεως 一致,作为比较属格或分离属格由含有前缀 προ- 的动词 προεπινοεῖσθαι(预先思想)所支配,指明单纯要素在时间或逻辑上必须先于此种结合而被把握的基准。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:56.14-58.3