← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§54.23-56.13

单述动词的意义指称与真伪的缺失

阿摩尼奥斯注解了亚里士多德关于动词单独言及时仅表示活动或承受而不表示真伪的论述(16b19–25),对‘使思想驻足’一句提出了两种解释,并阐明了基于最本原的动词(‘是’与‘不是’)及分词(‘存在者’)而展开的得自更具优势者(a fortiori)的论证结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10#1

φησὶν αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ σημαίνει τι, ὀνόματα λέγων ἀντὶ τοῦ σημαντικά, διὸ καὶ ἐπήγαγε σαφέστερον τοῦτο ποιῶν τὸ καὶ σημαίνει τι· ἔπειτα τοῦτο κατασκευάζων ὅτι ἐστὶ σημαντικά τινων τὰ ῥήματα ἑξῆς ἐπάγει τὸ ἵστησι γὰρ ὁ λέγων τὴν διάνοιαν καὶ ὁ ἀκούσας ἠρέμησεν,1 ἢ τοῦτο λέγων ὅτι φέρε εἰπεῖν τοῦ ὑγιαίνει ῥήματος τὴν ἔννοιαν συμπαρεκτεινομένην τῷ μήκει τῆς προφορᾶς ἀποπεραιοῦμεν καὶ ὥσπερ ἐν μήκει προφερομένην μετὰ τῆς κατὰ τὴν λέξιν παραστάσεως ἵσταμεν ὅλον τὸ ῥῆμα εἰπόντες ἢ ἀκούσαντες, ἢ ὅτι τοῦ ἐρωτήσαντος ‘τί ποιεῖ, τυχόν, Σωκράτης;’ ἀμφιβάλλουσαν καὶ ὥσπερ πλανωμένην ἔχοντος τὴν διάνοιαν διὰ τὸ πλείονα μὲν ἐννοεῖν, ὧν ἕκαστον αὐτῷ δύναται ὑπάρχειν, περὶ μηδενὸς δὲ αὐτῶν ἀραρότως εἰδέναι ὅτι τοιοῦτόν ἐστι τὸ ὑπάρχον, ὁ ἀποκρινόμενος καὶ εἰπὼν ‘περιπατεῖ’ ἢ ‘διαλέγεται’ τὴν διάνοιαν ἔστησε τοῦ ἀμφιβάλλειν ἀπαλλάξας, καὶ ὁ ἠρωτηκὼς ὥσπερ πλανωμένην πρότερον καὶ ἀόριστον τὴν διάνοιαν ἔχων ἀκούσας τῆς διὰ τοῦ ῥήματος ἀποκρίσεως ἠρέμησεν ὥστε φανερῶς ἐσήμηνέ τι τὸ ῥῆμα ῥηθέν, εἴπερ ταῦτα ῥηθέντος αὐτοῦ γέγονε, καὶ ὁ μὲν ἐποίησέ τι τὸ ῥῆμα εἰπών (ἔστησε γὰρ τὴν διάνοιαν τοῦ ἐρωτήσαντος), ὁ δὲ πέπονθεν ἀκούσας ἠρέμησε γάρ. ὅτι μὲν οὖν σημαίνει τὰ ῥήματα, διὰ τούτων δῆλον. Ἀλλ’ εἰ ἔστι, φησίν, ἢ μή, οὔπω δῆλον. σημαίνει δὲ αὐτῷ τὸ μὲν ἔστι τὴν κατάφασιν τὸ δὲ ἢ μὴ τὴν ἀπόφασιν, ἢ μᾶλλον τὸ μὲν ἔστι τὸ ἀληθὲς τὸ δὲ ἢ μὴ τὸ ψεῦδος ὁ μὲν γὰρ ὡς ἔστι τὰ ὄντα καὶ ἔχει φύσεως λέγων τὰ ἀληθῆ λέγει, ὁ δὲ ὡς οὐκ ἔστι ψευδῆ. σημαίνει μὲν οὖν τι, φησί, τὰ ῥήματα πάθος ἢ ἐνέργειαν, ἀλλὰ ἀλήθειαν ἢ ψεῦδος οὐδέπω σημαίνει. καὶ τοῦτο συλλογιζόμενος ἐπάγει οὐδὲ γὰρ τὸ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος ἢ μὴ εἶναι. ἔστι δὲ τοῦτο κατασκευὴ ἀπὸ τοῦ μᾶλλον τοῦ μὴ δέχεσθαι τὰ ῥήματα τὸ ἀληθὲς καὶ τὸ ψεῦδος2 εἰ γὰρ τὰ ἀρχοειδέστατα καὶ κοινότατα τῶν ῥημάτων καὶ εἰς ἃ πάντα τὰ ἄλλα ἀναλύεται, αὐτὸ προσεχῶς τὸ ὑπάρχειν ἢ μὴ ὑπάρχειν σημαίνοντα, καθ’ ἑαυτὰ λεγόμενα μὴ ἀληθεύει ἢ ψεύδεται, πολλῷ δήπου μᾶλλον τὰ ἄλλα ῥήματα οὐκ ἄν τι δέχοιντο τούτων ἀλλὰ μὴν εἰ τὸ πρῶτον, καὶ τὸ δεύτερον ἄρα. πάντων δὲ λαμβάνει τῶν ῥημάτων ἀρχοειδέστατα τὸ ἔστι καὶ τὸ οὐκ ἔστιν, ἅπερ εἶναι καλεῖ καὶ μὴ εἶναι, ὡς ἂν ἑκάστου τῶν ῥημάτων εἴς τε μετοχὴν ἀναλυομένου καὶ θάτερον τούτων, τῶν μὲν ὡρισμένων εἰς τὸ ἔστι, τῶν δὲ ἀορίστων εἰς τὸ οὐκ ἔστιν, οἷον τρέχει — τρέχων ἐστίν, ὑγιαίνει — ὑγιαίνων ἐστίν, οὐ τρέχει — τρέχων οὐκ ἔστιν, οὐχ ὑγιαίνει — ὑγιαίνων οὐκ ἔστιν. εἰ τοίνυν ταῦτα οὕτως ἔχοντα μηδὲν καθ’ ἑαυτὰ σημαίνει ἀληθὲς ἢ ψεῦδος, πῶς ἂν ἔχοι λόγον τὰ ὕστερα τούτων καὶ τὸ ὑπάρχειν ὅλως ἢ μὴ ὑπάρχειν κατὰ τὴν τούτων μετουσίαν σημαίνοντα δηλοῦν τι ἀληθὲς ἢ ψεῦδος; ὅτι δὲ τὸ ἔστιν ἢ τὸ οὐκ ἔστιν οὐδὲν καθ’ ἑαυτὸ ἀληθὲς ἢ ψεῦδος σημαίνει, τυχὸν μὲν καὶ αὐτόθεν δῆλον· ὁ γὰρ μυριάκις εἰπὼν ‘ἔστιν, ἔστιν’ ἢ ‘οὐκ ἔστιν, οὐκ ἔστιν’ οὐδέτερον τούτων ἐσήμηνε. κατασκευάζει δὲ καὶ τοῦτο τὸν ὅμοιον τρόπον ἀπὸ τοῦ μᾶλλον λαβών τι τοῦ ἔστιν ἀρχοειδέστερον τὸ ὄν, ἀφ’ οὗ παρήχθη τὸ ἔστι καὶ τὸ οὐκ ἔστι· φησὶ γὰρ ὡς οὐδὲ τὸ ὂν τοῦτο ὄνομα ὄν, καθάπερ οὐδὲ τὸ ἀπ’ αὐτοῦ παρηγμένον ῥῆμα τὸ ἔστι, σημεῖόν ἐστι τοῦ πράγματος, τοῦτ’ ἔστι δηλωτικόν ἐστι τοῦ εἶναι ἀληθῶς τὸ πρᾶγμα, ῥηθὲν αὐτὸ ψιλόν, ὅπερ ἐστὶ καθ’ ἑαυτὸ λεγόμενον·3 σημαίνει μὲν γάρ τι καὶ τὸ ἔστι καθ’ ἑαυτὸ ῥηθὲν καὶ τὸ ὂν ὁμοίως, ἀλλ’ οὐδέτερον τούτων τίθησιν ἑαυτὸ καὶ ὑπάρχειν λέγει, κἂν μυριάκις ῥηθῇ, ὥστε σημῆναί τι ἀληθὲς ἢ ψεῦδος· μόνοι γάρ, ὡς εἴρηται πολλάκις, οἱ ἐξ ὀνομάτων καὶ ῥημάτων συγκείμενοι λόγοι δέχεσθαι θάτερον τούτων πεφύκασι, τούτων δὲ ἑκάτερον, τό τε ὂν λέγω καὶ τὸ ἔστιν, ἁπλοῦν καὶ πόρρω πάσης τοιαύτης συνθέσεως.

他说:‘因此,动词本身被单独言及之时即是名辞,并且表示某种事物’,在这里是用‘名辞’来指代‘具有表示意义者’,因此他为了使这一点更加明晰,亦附带加上了‘并且表示某种事物’;接着,为了确立动词是某些事物的表示者,他紧接着附带加上了‘因为说话者使思想驻足,听者亦已安定下来’。这或者是指:譬如‘健康’这一动词,我们使其随着发音的绵延而延展的观念得以完结,并且在言说或听闻了整个动词之后,将那如同在绵延中发出的东西连同依凭词句的呈现一并留驻;或者是指:当发问者问道‘比方说,苏格拉底在做什么?’,由于他思想着多件事情,其中的每一件都有可能属于苏格拉底,但他对其中任何一件都不能确知所属于他的正是如此,因而怀着犹豫且宛如漂泊不定的思想,而回答者通过说出‘在散步’或‘在交谈’,便排除了他的犹豫而使他的思想驻足,并且发问者此前怀着宛如漂泊且不确定的思想,在听到了通过动词作出的回答之后便安定了下来;以至于显然,说出的动词表示了某种事物,如果确实是在它被说出时产生了这些结果的话;并且说出动词的人做出了某种作用(因为他使发问者的思想驻足),而听者则受到了某种承受(因为他安定了下来)。因此,动词具有表示意义,通过这些便显而易见了。 他说:‘但是,至于它存在与否,则尚未明了’。对他而言,‘存在’表示肯定,而‘与否’表示否定,或者毋宁说‘存在’表示真,而‘与否’表示假;因为按照事物存在且在本性上所处的样子言说的人所说的是真实之事,而按照事物不存在的样子言说的人所说的则是虚假之事。因此他说,动词固然表示某种事物,即某种承受或活动,但真理或虚伪则尚未表示。并且在对此进行推论时,他附带加上了‘因为甚至“存在”或“不存在”亦不是事物的标记’。这是从更具优势者出发,确立动词并不接纳真与假。因为如果在动词中最具本原性且最普遍者,即所有其他动词皆被还原于其中、直接表示‘属于’或‘不属于’本身者,在被单独言及时亦不说出真或说出假,那么其他动词理所当然地就更不会接纳这两者中的任何一个了;然而如果第一点成立,那么第二点显然亦成立。而在所有的动词中,他将‘是’与‘不是’视为最具本原性者,并称其为‘存在’与‘不存在’,就好像每一个动词都被还原为一个分词与这两者中的一者,确定的动词被还原为‘是’,而不定的动词被还原为‘不是’(例如:‘奔跑’——‘奔跑着·是’,‘健康’——‘健康着·是’,‘不奔跑’——‘奔跑着·不是’,‘不健康’——‘健康着·不是’)。既然这些具有如此性质的事物本身并没有表示任何真或假,那么后于这些事物且依凭对这些事物的分有而完全表示‘属于’或‘不属于’的事物,又怎能合乎情理地显明任何真或假呢? 而‘是’或‘不是’本身没有表示任何真或假,大概从其本身而言亦是显而易见的;因为哪怕千万次地说出‘是,是’或‘不是,不是’的人,亦决没有表示这两者中的任何一个。并且他亦以同样的方式从更具优势者出发确立这一点,即选取了比‘是’更为本原的某个东西,即‘存在者’,而‘是’与‘不是’皆是从中派生出来的;因为他说,甚至这个作为名辞的‘存在者’本身,正如从它派生出来的动词‘是’一样,单独被说出时亦不是事物的标记,也就是说,并不表明事物真实地存在,而所谓单独被说出,也就是本身被言及;因为‘是’本身被说出时固然表示某种事物,‘存在者’亦同样如此,但是这两者中的任何一个,即便被说出千万次,亦决不确立自身且说出它属于某物,以至于表示某种真或假;因为正如屡次言及的那样,唯有由名辞和动词组成的言述本性上适合于接纳这两者中的一者,而这两者中的每一者——我指的是‘存在者’与‘是’——皆是单纯的,且远离任何此种结合。

语法注3 条
  1. 16bἵστησι γὰρ ὁ λέγων τὴν διάνοιαν καὶ ὁ ἀκούσας ἠρέμησεν

    阿摩尼奥斯用 ἢ τοῦτο λέγων ὅτι... 与 ἢ ὅτι... 为亚里士多德的这一句提出了两种解释取向:前者从概念随着发音时长展开并最终完结的心理/发声过程进行解释;后者则从问答辩证的角度解释,即回答者通过确定的动词消除了发问者游移不定的疑惑,从而使其思想得以安定。

  2. 16bκατασκευὴ ἀπὸ τοῦ μᾶλλον τοῦ μὴ δέχεσθαι τὰ ῥήματα τὸ ἀληθὲς καὶ τὸ ψεῦδος

    属格从句 τοῦ μὴ δέχεσθαι ... 是修饰 κατασκευή(论证)的说明性格,表示‘动词不接纳真与假这一结论的论证’;而介词短语 ἀπὸ τοῦ μᾶλλον 则规定了论证的方式,即得自更具优势者(举重明轻、a fortiori)的推论形式。

  3. 16bῥηθὲν αὐτὸ ψιλόν, ὅπερ ἐστὶ καθ’ ἑαυτὸ λεγόμενον

    分词短语 ῥηθὲν αὐτὸ ψιλόν 在句中起条件状语分词的作用(‘在它本身被单独说出时’),紧随其后的关系从句 ὅπερ ἐστὶ καθ’ ἑαυτὸ λεγόμενον 则将‘被单独说出’这一表达等同于并解释为亚里士多德的技术术语‘本身被言及’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:54.23-56.13