- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:52.27-54.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
安莫尼乌斯通过区分亚里士多德那里“动词”的三种含义(广义动词、现在时确定动词以及命题中的谓项)解答了疑问,随后进入16b19的引文,注释关于动词单独言及并不表示真假、唯有在命题结合中才具有此种效能的论述。
εἰ δὲ κἀνταῦθά τις ἀποροίη διὰ τί μὴ ἐξ ἀρχῆς τὰς διαφορὰς ταύτας προσετίθει τῷ λόγῳ τοῦ ῥήματος ὁ Ἀριστοτέλης, οὐκ ἐλλιπῆ εἶναι φήσομεν ἡμεῖς, καθάπερ Ἑρμῖνος, τὸν ἐξ ἀρχῆς ἀποδιδόμενον λόγον, ἀλλὰ πλείονα εἶναι παρὰ τῷ φιλοσόφῳ καὶ τοῦ ῥήματος τὰ σημαινόμενα, καὶ ἄλλου μὲν εἶναι σημαινομένου τὸν ἐξ ἀρχῆς ἀποδιδόμενον λόγον,1 ἄλλο δέ τι διὰ τῶν νυνὶ προστιθεμένων τὸν φιλόσοφον ὑπογράφειν· τριχῶς γὰρ τὸ ῥῆμα παρὰ τῷ Ἀριστοτέλει λεγόμενον εὑρήσεις, ἤτοι πᾶσαν φωνὴν προσσημαίνουσαν χρόνον, ἧς μέρος οὐδὲν σημαίνει χωρίς, ἀεὶ καθ’ ἑτέρου λεγομένην, ὥσπερ ἐξ ἀρχῆς ὡρίσατο, καθ’ ὃ σημαινόμενον εἶεν ἂν ῥήματα καὶ τὰ ἀόριστα ῥήματα καὶ αἱ πτώσεις τοῦ ῥήματος, ἢ πᾶσαν φωνὴν προσσημαίνουσαν τὸν ἐνεστῶτα μόνον χρόνον καὶ ὡρισμένον τι δηλοῦσαν, ὃ σημαινόμενον παραδίδοται ἡμῖν διὰ τῶν νυνὶ λεγομένων, ἢ πᾶσαν φωνὴν κατηγορούμενον ἐν προτάσει ποιοῦσαν, ὥστε κατὰ τοῦτο τὸ σημαινόμενον τὸ καλὸς καὶ δίκαιος καὶ λευκὸς καὶ ζῷον, ὅταν κατηγορούμενα ληφθῇ, ῥήματα λέγεσθαι, ὅπερ κατ’ οὐδέτερον ἦν τῶν προτέρων σημαινομένων. ὅτι δὲ καὶ τοῦτο οἶδε τοῦ ῥήματος τὸ σημαινόμενον, ἤδη μὲν καὶ κατ’ ἀρχὰς τῆσδε τῆς πραγματείας ἐπεσημήνατο, ἐν οἷς ἔλεγε ‘‘τὰ μὲν οὖν ὀνόματα αὐτὰ καὶ τὰ ῥήματα ἔοικε τῷ ἄνευ συνθέσεως καὶ διαιρέσεως νοήματι, οἷον τὸ ἄνθρωπος ἢ τὸ λευκόν, ὅταν μὴ προστεθῇ τι’’. κἀν τοῖς ἑξῆς δὲ τὴν αὐτὴν εὑρήσεις αὐτὸν ἔχοντα περὶ τούτου διάνοιαν, ἐν οἷς φησι ‘‘μετατιθέμενα δὲ τὰ ὀνόματα καὶ τὰ ῥήματα τὸ αὐτὸ σημαίνει’’. τοῦτο γὰρ εἰπὼν μετατίθησι τό τε ἄνθρωπος καὶ τὸ λευκός, ὡς ἂν τούτων θατέρου μὲν ὄντος ὀνόματος θατέρου δὲ ῥήματος. εἰ τοίνυν ἐν τῇ λεγούσῃ προτάσει ‘ὁ ἄνθρωπος λευκός ἐστι’ τὸ ἄνθρωπος ὡς ὄνομα παραλαμβάνεται, ὥσπερ καὶ κατ’ ἀρχὰς εἴληπται, δῆλον ὅτι τὸ λευκὸς ἂν εἴη τὸ ὡς ῥῆμα παραλαμβανόμενον, κἀν τῇ πρὸς ταύτην ἀντιστρεφούσῃ καὶ τὸ μὲν λευκὸς ὑποκείμενον λαμβανούσῃ τὸ δὲ ἄνθρωπος κατηγορούμενον ποιούσῃ δῆλον ὅτι τὸ μὲν λευκὸς ὄνομα εἶναι ῥηθήσεται τὸ δὲ ἄνθρωπος ῥῆμα. ἀλλ’ αὕτη μὲν παρὰ φύσιν ἡ κατηγορία, ὥσπερ καὶ ὅταν τῷ δεσπότῃ τὸν ἄνθρωπον συμβεβηκέναι λέγωμεν· διὸ καὶ οὐ κυρίως εἴποις ἂν καλεῖσθαι τὸ ἄνθρωπος ῥῆμα τοῦ λευκοῦ ὀνόματος ὄντος, ἅτε μηδὲ κατὰ φύσιν αὐτοῦ κατηγορούμενον. ὅταν δὲ τὸ λευκὸν τοῦ ἀνθρώπου κατηγορήσωμεν, ἥ τε κατηγορία κατὰ φύσιν ἔσται καὶ ῥῆμα εἰκότως τὸ κατηγορούμενον κληθήσεται, ἅτε σημαῖνον2 τὸ μετεχόμενον ὑπὸ τοῦ ἀνθρώπου καὶ κατηγορεῖσθαι αὐτοῦ πεφυκὸς ὡς ὑποκειμένου. τούτων οὖν διωρισμένων ἐπισκεψώμεθα τὰ ἐφεξῆς ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενα περὶ τοῦ ῥήματος. Αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ σημαίνει τι (ἵστησι γὰρ ὁ λέγων τὴν διάνοιαν καὶ ὁ ἀκούσας ἠρέμησεν), ἀλλ’ εἰ ἔστιν ἢ μή, οὔπω σημαίνει· οὐδὲ γὰρ τὸ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος ἢ μὴ εἶναι, οὐδ’ ἂν τὸ ὂν εἴπῃς αὐτὸ ψιλόν· αὐτὸ μὲν γὰρ οὐδέν ἐστι, προσσημαίνει δὲ σύνθεσίν τινα, ἣν ἄνευ τῶν συγκειμένων οὐκ ἔστι νοῆσαι. Παραδοὺς ἡμῖν διὰ τῶν προειρημένων τὸν τοῦ ῥήματος ὁρισμὸν κοινότερόν τε καὶ ἰδικώτερον, βούλεται διὰ τούτων εἰπεῖν ὅπως ἔχουσι τὰ ῥήματα πρὸς τὸ σημαίνειν τι ἀληθὲς ἢ ψεῦδος, ἤδη μὲν κατ’ ἀρχάς, ἐν οἷς περὶ τῆς πρὸς ἄλληλα σχέσεως τῶν τε πραγμάτων καὶ τῶν νοημάτων καὶ τῶν φωνῶν διελέγετο, κοινῶς εἰπὼν περὶ πασῶν τῶν ἁπλῶν φωνῶν ὡς ἐοίκασι τοῖς ἄνευ συνθέσεως ἢ διαιρέσεως νοήμασι καὶ οὔτε ἀληθείας οὔτε ψεύδους εἰσὶ δεκτικαί, σαφέστερον δὲ νῦν αὐτὸ κατασκευάσαι βουληθεὶς διὰ τοῦ δεῖξαι τὸ μάλιστα δοκοῦν ἐν ταῖς ἁπλαῖς φωναῖς ἀλήθειαν δέχεσθαι καὶ ψεῦδος, τὸ ῥῆμα λέγω, μηδέτερον τούτων σημαῖνον· τὸ μὲν γὰρ ἕτερον τοῦ λόγου μέρος, τὸ ὄνομα, δι’ ἐκείνων προχειρισάμενος ἐδείκνυ, κἂν ὅτι μάλιστα σύνθετον ᾖ ὡς τὸ Κάλλιππος ἢ τὸ τραγέλαφος, σημαντικὸν μὲν ὡς φύσεώς τινος ἢ ἐννοίας, οὐ μέντοι ἀληθοῦς ἢ ψευδοῦς, ἐὰν μή τι αὐτῷ προστεθῇ ῥῆμα· διὰ δὲ τούτων περὶ τοῦ ῥήματος τὰ αὐτὰ ἡμῖν παραδιδοὺς θεωρήματα, ὅτι σημαντικὸν μέν ἐστιν ἐνεργειῶν τινων ἢ παθῶν, οὐ μέντοι ἀληθείας ἢ ψεύδους, ἐὰν μή τι αὐτῷ συμπλακῇ ὄνομα,
但如果在这里亦有人提出疑问,为何亚里士多德最初没有将这些差异附加到动词的定义中,我们不会像赫尔米努斯那样说最初给出的定义是有欠缺的,而是说在哲学家那里‘动词’所表示的事项亦是多样的,最初给出的定义属于一种所表示的事项,而哲学家正通过如今附加的内容勾勒出另一种;因为你会发现‘动词’在亚里士多德那里是以三种方式被言及的:其一,正如他最初所定义的,是附加表示时间、没有任何部分在分离中具有意义且始终被述及另一事物的任何声音——按照这种所表示的事项,不定动词和动词的屈折形式亦将是动词;其二,是仅附加表示现在时间且显明某种确定之物的任何声音,这一所表示的事项正是通过如今所说的事项传授给我们的;其三,是在命题中构成谓项的任何声音,以至于按照这种所表示的事项,‘美的’、‘正义的’、‘白的’和‘动物’在被当作谓项时,皆被称为动词,而这并不属于前两种所表示的事项中的任何一种。至于他亦知晓动词的这一所表示的事项,他早已在本论著的开头指出了,他在那里说:‘因此名辞本身和动词类似于没有结合与分离的思想,正如当没有任何东西被附加时的“人”或“白的”那样’。并且在随后的内容中,你亦会发现他就此抱有相同的见解,他在那里说:‘名辞和动词在调换位置时表示相同的事物’。因为在说了这句话之后,他便将‘人’和‘白的’调换位置,就好像这两者中一者是名辞而另一者是动词一样。因此,如果在陈述‘人是白的’这一命题中,‘人’正如在开头所取的那样被当作名辞,显然‘白的’便是被当作动词的那一个;而在与此换位的命题中,把‘白的’当作主项而把‘人’作成谓项,显然‘白的’将被说成是名辞,而‘人’将被说成是动词。但这种述谓是反乎本性的,正如我们说‘人偶合于主人’那样;因此,在‘白的’是名辞时,你不能本真地说‘人’被称为动词,因为它甚至不是依照本性被述及它的。但是,当我们把‘白的’述及‘人’时,这一述谓将是依照本性的,并且被述谓者理所当然地将被称作动词,因为它表示由人所分有的事物,且本性上适合于被述及作为主项的人。既然这些已经规定清楚,让我们来考察亚里士多德接下来关于动词所说的话。 ‘因此,动词本身被单独言及之时即是名辞,并且表示某种事物(因为说话者使思想驻足,听者亦已安定下来),但是至于它存在与否,则尚未表示;因为甚至“是”本身亦不是事物存在或不存在的标记,即便你单独说出“存在者”本身亦是如此;因为这本身什么也不是,而是附加表示某种结合,没有被结合者便不可能思想这种结合。’ 在通过前述的话向我们传授了动词更为宽泛以及更为特殊的定义之后,他意图通过这些话来阐明动词在表示某种真或假方面处于何种状况。他在开头讨论事物、思想与声音的相互关系时,就已经普遍地谈到一切单纯声音类似于没有结合或分离的思想,并且既不接纳真亦不接纳假;而现在,他意图通过表明在单纯声音中最看似接纳真与假者——我指的是动词——并不表示这两者中的任何一个,来更清晰地确立这一点;因为对于言述的另一部分,即名辞,他通过先前的那些话提出并表明,无论它多么复合,例如‘卡利波斯’或‘山羊鹿’,它虽然表示某种本性或概念,但若没有附加某个动词,则决不表示真或假;而通过这些话,他向我们传授关于动词的相同定理,即动词虽然表示某些活动或承受,但若没有名辞与之交织,则决不表示真理或虚伪……
- 1.9ἄλλου μὲν εἶναι σημαινομένου τὸν ἐξ ἀρχῆς ἀποδιδόμενον λόγον
属格短语 ἄλλου ... σημαινομένου 作表语性质的属格(“属于另一种所表示的事项”)。名词短语 τὸν ἐξ ἀρχῆς ἀποδιδόμενον λόγον 则是不定式 εἶναι 的主格宾格(即不定式的主语)。
- 1.9τὸ μάλιστα δοκοῦν ἐν ταῖς ἁπλαῖς φωναῖς ἀλήθειαν δέχεσθαι καὶ ψεῦδος, τὸ ῥῆμα λέγω, μηδέτερον τούτων σημαῖνον
这是由不定式 δεῖξαι(表明)支配的“宾格+分词”结构。宾格短语 τὸ μάλιστα δοκοῦν ...(由插入短语 τὸ ῥῆμα λέγω 即“我指的是动词”作同格解释)是中性单数宾格分词 σημαῖνον 的逻辑主语,意为“通过表明在单纯声音中最看似……者并不表示这两者中的任何一个”。
