← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§50.32-52.27

不定动词的性质、动词屈折与现在时

阿摩尼奥斯阐明了不定式及定式动词充当主项或谓项时的逻辑与语言学地位,指出了声音的提及与所指事物之间的区别。随后他解释了不定动词为何对其“差异”未立专名,并论证了本真的动词属于延展的现在时,而过去与将来则是动词的屈折形式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9#3

ἐπιστῆσαι δὲ χρὴ ὡς καὶ ὅταν κατηγορούμενα γένηται ταῦτα, καθάπερ τὸ κινεῖσθαι ἐν τῷ ‘τὸ περιπατεῖν κινεῖσθαί ἐστιν’ ἢ τὸ ὠφελεῖσθαι ἐν τῷ ‘τὸ φιλοσοφεῖν ὠφελεῖσθαί ἐστιν’, οὐδὲν διάφορον ἔχει κατὰ τὸ κατηγορεῖσθαι τῶν ὁμολογουμένων ὀνομάτων, οἷον τοῦ ζῷον· οὐδὲ γὰρ ταῦτα δύναται δίχα τῆς προσθήκης τοῦ ἔστιν ἢ οὐκ ἔστιν ἢ λέγεται ἢ μέλλω ἐν τῷ ‘λέγειν μέλλω’ ἤ τινος τοιούτου τέλειον ἐργάσασθαι λόγον. ὅταν οὖν ὡς ὅπως ποτὲ ὄντων τινῶν ὀνόματα ὄντα ταῦτα λάβωμεν, τότε καὶ ἀποφαίνεσθαί τι περὶ τῶν ὑπ’ αὐτῶν σημαινομένων καὶ κατηγορεῖν αὐτῶν ὄντως ῥήματά τινα ἐγχειροῦμεν, καθάπερ εἰώθαμεν ποιεῖν ἐπὶ τῶν ὄντως ὀνομάτων. ἀλλὰ ταῦτα μὲν εἴρηται περὶ τῶν ῥημάτων τῆς ἀπαρεμφάτου παρὰ τοῖς γραμματικοῖς λεγομένης ἐγκλίσεως, δι’ ὧν καὶ μόνων εἰώθαμεν κυρίως σημαίνειν τὰς ἐνεργείας ἢ τὰ πάθη τὰς ἐν ὑποκειμένων τάξει παραλαμβανομένας, ὅταν δέῃ τι περὶ αὐτῶν λέγειν. εἰ δέ τί ποτε καὶ κατὰ τὰς ἄλλας ἐγκλίσεις ὑποκείμενον γίνεται, καθάπερ τὸ ὑγιαίνω ἐν τῷ ‘τὸ ὑγιαίνω ῥῆμά ἐστιν’, ἐπιστῆσαι χρὴ ὅτι τότε οὐ περὶ αὐτῆς τῆς σημαινομένης διαθέσεως ποιούμεθα τὸν λόγον, ἀλλὰ περὶ τῆς σημαινούσης αὐτὴν φωνῆς ὡς φωνὴν αὐτὴν ἐπισκεπτόμενοι καὶ διοριζόμενοι τὸ ἐπιφημισθὲν ὄνομα τῇ τοιᾷδε φωνῇ· καὶ γὰρ καὶ αἱ φωναὶ τῶν ὄντων,1 καὶ ταύτας, ὥσπερ καὶ τὰ ἄλλα διακρίνοντες ἀλλήλων ὀνόμασιν αὐτάς, τὰς μὲν ἄλλοις τὰς δὲ ἄλλοις σημαίνομεν. διόπερ οὐκ ἐπὶ ῥημάτων μόνων τὸ τοιοῦτον γινόμενον εὑρήσεις, ἀλλὰ καὶ ἐπὶ πάσης φωνῆς σημαντικῆς τε καὶ ἀσήμου· λέγομεν γὰρ ‘ὁ μὲν σύνδεσμος’ ‘τὸ τὸ ἄρθρον’ ‘ἡ κνὰξ φωνὴ ἄσημος’. ὁ δέ γε Ἀριστοτέλης οὐκ αὐτὴν καθ’ αὑτὴν τὴν τοῦ ῥήματος φωνὴν εἶπεν εἶναι τὴν ἀεὶ κατηγορεῖσθαι βουλομένην, ἀλλὰ τὸ ὑπ’ αὐτῆς σημαινόμενον, ὅπερ ἐστὶν ἢ ἐνέργειά τις ἢ πάθος. διὸ καὶ οὕτως εἶπεν ὅτι ἔστιν ἀεὶ τῶν καθ’ ἑτέρου λεγομένων σημεῖον. τούτων μὲν οὖν ἅλις. Περὶ δὲ τοῦ ἀορίστου ῥήματος οὐ δεησόμεθα πολλῶν λόγων· τὰ αὐτὰ γὰρ ἐροῦμεν τοῖς περὶ τοῦ ἀορίστου ὀνόματος, ὅτι τε οὐ παντάπασιν ἐκβέβηκε τῆς φύσεως τῶν ῥημάτων, ὅπερ συντόμως ὑπέμνησεν ὁ Ἀριστοτέλης εἰπὼν προσσημαίνει μὲν γὰρ χρόνον καὶ ἀεὶ κατά τινος ὑπάρχει, καὶ ὡς διὰ τὸ μὴ ἐπί τινος ὡρισμένου λέγεσθαι τὸ ὅλον τοῦτο ἀόριστον ῥῆμα προσαγορεύεται. ὅταν δὲ λέγῃ τῇ δὲ διαφορᾷ ὄνομα οὐ κεῖται, διαφορὰν καλεῖ τὴν ἑτερότητα τοῦ ἀορίστου ῥήματος πρὸς τὸ ὡρισμένον. ταύτῃ δὲ τῇ ἑτερότητι μηδέν φησι κεῖσθαι ὄνομα, καθ’ ὃ δυνάμεθα δηλῶσαι ὡς ἕτερόν ἐστι τὸ ἀόριστον ῥῆμα τοῦτο, περὶ οὗ ὁ λόγος, παρὰ τὸ ῥῆμα, καθάπερ τῇ ἑτερότητι τοῦ ὀνόματος πρὸς τὸ ῥῆμα κείμενον ἔχομεν ὄνομα τοῦτ’ αὐτὸ τὸ καλεῖσθαι τὸ μὲν ὄνομα τὸ δὲ ῥῆμα. ἐπεὶ οὖν οὐχ οὕτως καὶ ἐπὶ τοῦ ῥήματος καὶ τοῦ ἀορίστου ῥήματος ὀνόματα δύο ἔχομεν κείμενα τὰ δηλῶσαι ἡμῖν δυνάμενα ὅτι ταῦτα διάφορά ἐστιν ἀλλήλων, ἀλλὰ τὸ μὲν ἕτερον αὐτῶν ἔσχε τι ὄνομα τὸ καλεῖσθαι ῥῆμα, τὸ δὲ ἕτερον παρεώραται ὑπὸ τῶν τὰ ὀνόματα θεμένων καὶ οὐδεμίαν ἔχει τοιαύτην φωνὴν σημαίνουσαν αὐτό, τῇ διαφορᾷ φησι μὴ κεῖσθαι ὄνομα ἐν τῇ συνηθείᾳ, τοῦτ’ ἔστι τῇ ἰδιότητι τοῦ ἀορίστου ῥήματος, ἣν ἔχει παρὰ τὸ ὡρισμένον, ἣν ἰδιότητα ἐχρῆν τοὺς τῶν ὀνομάτων πατέρας ἰδίας τινὸς ἐπωνυμίας ἀξιῶσαι· διόπερ αὐτὸς ὄνομα αὐτῷ τιθέμενος ἀξιοῖ αὐτὸ καλεῖν ἀόριστον ῥῆμα, ὅτι ὁμοίως, φησίν, ἐφ’ ὁτουοῦν ὑπάρχει, καὶ ὄντος καὶ μὴ ὄντος, τὸ ὑπάρχειν ἀντὶ τοῦ ἀληθῶς κατηγορεῖσθαι λαμβάνων·2 κατηγορεῖσθαι μὲν γὰρ ἀληθῶς τι καὶ τοῦ μὴ ὄντος ὡς μὴ ὑπάρχον αὐτῷ μηδὲ πεφυκὸς ὑπάρχειν οὐδὲν κωλύει, οἷον ὅταν εἴπω ‘ὁ ἱπποκένταυρος οὐχ ὑγιαίνει ἢ οὐ κάμνει’, ὑπάρχειν δέ τι τῷ μὴ ὄντι ἀδύνατον. Ἐπὶ τούτοις τὴν διαφορὰν ἡμῖν παραδίδωσι τῶν ῥημάτων πρὸς τὰς πτώσεις αὐτῶν, καθάπερ ἐπὶ τῶν ὀνομάτων ἐποίει, καί φησι τὰ μὲν ἐπὶ τοῦ ἐνεστῶτος χρόνου λεγόμενα, ὁποίου ποτ’ ἂν ὦσι προσώπου, ῥήματα καλεῖν, οἷον τὸ ὑγιαίνω καὶ τὸ ὑγιαίνεις καὶ τὸ ὑγιαίνει, ἐνεστῶτος δέ τοῦ ἐν πλάτει δηλονότι3 (κατὰ γὰρ τὸν ἀκαριαῖον λεγόμενον οὔτε ποιῆσαί τι οὔτε φθέγξασθαι δυνατόν), τὰ δὲ τὸν πέριξ χρόνον προσσημαίνοντα (καλεῖ δὲ πέριξ τόν τε παρεληλυθότα καὶ τὸν μέλλοντα ὡς τὸν ἐνεστῶτα περιέχοντας) πτώσεις ῥήματος, ὡς ἂν γινόμενα κατὰ παρασχηματισμὸν4 τὸν ἀπὸ τῶν ῥημάτων τῶν ἐπὶ τοῦ ἐνεστῶτος χρόνου λεγομένων· ὥστε τὸ κυρίως ῥῆμα τοῦτο εἶναι τὸ ἐπὶ τοῦ ἐνεστῶτος χρόνου λεγόμενον καὶ ὡρισμένον τι σημαῖνον.

但应当注意到,即使当这些词成为谓项时,正如在‘散步是运动’中的‘运动’或在‘从事哲学是获益’中的‘获益’那样,在被述谓这一点上它们与公认的名词(例如‘动物’)没有任何差别;因为若是没有附加‘是’或‘不是’或‘被说’,或者‘我将说’中的‘我将’,或者诸如此类的成分,这些词亦不能构成完满的言述。因此,当我们把这些词当作以某种方式存在之物的名词来接受时,正是在那时,我们亦尝试就由它们所表示的事物作出某种断言,并像我们在真正的名词上习惯所作的那样,真正将某些动词述及它们。但这些话是关于文法学家那里被称为不定式语态的动词而说的,当我们必须就活动或承受谈论某种事态时,我们习惯于唯独通过不定式以本真的方式表示被置于主项位阶上的活动或承受。但是,如果依照其他屈折语态的形式有时亦成为主项,例如在‘“我健康”是动词’中的‘我健康’,那么应当注意到,当时我们并不是就所表示的状态本身作论述,而是就表示它的声音作论述,是将它作为声音来考察,并规定指派给此类声音的名称;因为声音亦属于存在者,并且正如我们在其他事物上一样用名称将它们彼此区分开来,我们用某些名称表示这一部分,用另一些名称表示那一部分。因此,你会发现这种现象不仅发生在动词上,而且亦发生在一切声音上,无论是有意义的还是无意义的;因为我们说‘“门”是连词’、‘“托”是冠词’、‘“克那克斯”是无意义的声音’。然而,亚里士多德所说的倾向于始终被述谓的,并非动词自身的声音,而是由它所表示的事物,即某种活动或承受。因此他亦这样说:它始终是被述及另一事物之事的标记。关于这些事情,谈到这里就足够了。 关于不定动词,我们不需要冗长的论述;因为我们将谈论与关于不定名词相同的事情,即它并没有完全脱离动词的本性——亚里士多德通过说‘因为附加表示时间且始终属于某物’简要地提醒了这一点——以及由于未被述及某个确定的事物,这整个表达被称为‘不定动词’。当他说‘但对于这差异并未确立名称’时,他将不定动词相对于确定动词的他者性称为‘差异’。并且他说,对于这种他者性并没有确立任何名称,使我们能够依此指明论述所关涉的这一不定动词是不同于动词的,正如对于名词相对于动词的他者性,我们拥有一个确立的名称,即一者被称为‘名词’而另一者被称为‘动词’这一事实本身。因此,既然在动词与不定动词上我们并非同样拥有两个能够向我们指明它们彼此相异的确立名称,而是一方获得了被称为‘动词’的名称,另一方则被创制名称者所忽视且没有任何此类指称它的声音,因而他说在通例中对于这差异并未确立名称,亦即对于不定动词相对于确定动词所具有的固有特性并未确立名称——名称的始创者本应当认为这一固有特性配享某种专有的称号;因此,他自己为之确立名称,并认为应当称之为‘不定动词’,‘因为’,他说,‘它同样属于无论何物,无论存在者还是非存在者’,在此他将‘属于’用来代替‘真实地被述及’;因为没有任何东西阻止某个事物亦作为不属于非存在者且本性上不适合属于非存在者而被真实地述及非存在者(例如当我讲‘马人并不健康,或者并不患病’时),然而任何事物属于非存在者则是不可能的。 在此之上,正如在名词上所作的那样,他向我们传授了动词相对于其屈折形式的差异,并指出凡在现在时态中所说的,不论是何人称,皆被称为动词,例如‘我健康’、‘你健康’和‘他健康’——显然,指的是延展的现在(因为在被称为瞬间的现在中,既不可能做任何事,亦不可能发出声音)——而那些附加表示周围时间的(他将过去和未来称为周围的,因为它们包围着现在),他称为动词的屈折形式,因为它们乃是由在现在时态中所说的动词转变形式而生成的;因此,本真的动词乃是在现在时态中所说且表示某种确定之物的这一个。

语法注4 条
  1. 1.9καὶ γὰρ καὶ αἱ φωναὶ τῶν ὄντων

    省略了系动词 εἰσίν。属格 τῶν ὄντων 用作部分属格或领属属格,表示“声音亦属于存在者(是存在者的一部分)”。

  2. 1.9τὸ ὑπάρχειν ἀντὶ τοῦ ἀληθῶς κατηγορεῖσθαι λαμβάνων

    阐明亚里士多德原文中 ὑπάρχει(“属于/成立”)的句法与语义取向的解说。阿摩尼奥斯指出,既然对于非存在者而言任何事物皆不可能严格地“实际存立/属于”,故文本中的 ὑπάρχειν 应当按“真实地被述及”(ἀληθῶς κατηγορεῖσθαι)来理解。

  3. 1.9ἐνεστῶτος δέ τοῦ ἐν πλάτει δηλονότι

    限定性同位语或属格结构,用以补充和限定前述属格短语 ἐπὶ τοῦ ἐνεστῶτος χρόνου:“显然是延展的现在”,由此引出与瞬间之现在(τὸν ἀκαριαῖον)的对比。

  4. 1.9ὡς ἂν γινόμενα κατὰ παρασχηματισμὸν

    连词 ὡς ἄν 与分词 γινόμενα 连用,表达主句断言(过去与将来时态被称为“动词的屈折形式”)的依据或理由:“因为它们乃是由……形态转变而生成的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:50.32-52.27