← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§49.2-50.32

动词作为谓项的固有特质与不定式的二重性

阿摩尼奥斯总结了对柏拉图《智者篇》的引述,论证了“始终”如何标明动词作为谓项的固有特质,探讨了动词依“被述及底层主体”与“在底层主体之中”进行述谓的两种模式及异读,并最终辨析了作为主项的不定式兼具名词与动词特性的双重地位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9#2

δι’ ὧν δῆλός ἐστιν οὐ μόνον ἐνεργειῶν ἢ παθῶν τὸ ῥῆμα λέγων εἶναι δηλωτικόν,1 ὅπερ σημαίνεται διὰ τῆς πράξεως, ἀλλὰ καὶ σημεῖον αὐτὸ πρὸ τοῦ Ἀριστοτέλους καλῶν, τοῦ σημείου τὸ σημαντικὸν παρ’ ἀμφοτέροις δηλοῦντος, καὶ σημαντικὸν θέσει, ἀλλ’ οὐ φύσει, κατὰ τὰ πρότερον ἐν τῷ περὶ τοῦ ὀνόματος λόγῳ περὶ τούτων διωρισμένα. Καὶ τὸ ἀεὶ δὲ οὐ μάτην πρόσκειται ἐν τῷ καὶ ἔστιν ἀεὶ τῶν καθ’ ἑτέρου λεγομένων σημεῖον· τοῦτο γὰρ μάλιστα τὴν ἰδιότητα τῶν ῥημάτων ἐμφανίζει, ἐπεὶ καὶ ὀνόματά τινα οὐδὲν κωλύει κατηγορεῖσθαί ποτε, ὡς τὸ ζῷον τοῦ ἀνθρώπου, ἀλλ’ ἐκεῖνα οὔτε τῶν μόνως καὶ ἀεὶ κατηγορουμένων ἐστὶν οὔτε καθ’ ἑαυτὰ δίχα ῥήματός τινος κατηγορούμενα, οἷον τοῦ ἔστιν ἢ οὐκ ἔστι, τέλειον πεφύκασιν ἐργάζεσθαι λόγον, τὰ δέ γε ῥήματα τὴν οἰκείαν σώζοντα δύναμιν μόνως καὶ ἀεὶ καὶ καθ’ ἑαυτὰ κατηγορεῖσθαι συμβέβηκε. Ταῦτα περὶ τοῦ ῥήματος εἰπὼν ἑξῆς ἕκαστον τῶν παραληφθέντων πρὸς τὴν διδασκαλίαν ἐξηγεῖσθαι πειρᾶται, καὶ πρῶτον εἰκότως τὸ προσσημαίνειν χρόνον, ὅπερ ὅτι ἀναγκαίως παρείληπται, διιστὰς ἱκανῶς τοῦ ὀνόματος τὸ ῥῆμα, συντόμως ἐδήλωσε παραθεὶς ἀλλήλοις ὄνομά τι καὶ ῥῆμα περὶ τὸ αὐτὸ πρᾶγμα στρεφόμενα, τὴν ὑγείαν καὶ τὸ ὑγιαίνει, καὶ δείξας ὅτι τὸ μὲν ὄνομα οὐδενός ἐστι χρόνου δηλωτικόν, τὸ δέ γε ῥῆμα πρὸς τῇ τοιᾷδε διαθέσει, ἣν προηγουμένως δηλοῖ, καὶ τὸν χρόνον ἐσήμηνε. μετὰ δὲ τοῦτο ὑπερβὰς τὸ οὗ μέρος οὐδὲν σημαίνει χωρίς, ὡς ἱκανῶς τυχὸν ἐξηγήσεως ἐν τοῖς περὶ τοῦ ὀνόματος εἰρημένοις, ἐπὶ τὸ λοιπὸν μεταβαίνει καί φησι τῶν καθ’ ἑτέρου λεγομένων εἰρῆσθαι σημαντικὰ εἶναι τὰ ῥήματα, τῶν καθ’ ὑποκειμένου ἢ ἐν ὑποκειμένῳ. τοῦτο δέ, διότι τῶν ῥημάτων ὥσπερ καὶ τῶν ὀνομάτων τὰ μὲν ὡς κατ’ οὐσίαν ὑπάρχοντα τοῖς ὧν κατηγοροῦνται καὶ συμπληρωτικὰ αὐτῶν ὄντα λέγονται κατηγορεῖσθαι, ὅπερ ἐν Κατηγορίαις ἐλέγετο καθ’ ὑποκειμένου, τὰ δὲ ὡς συμβεβηκότα τοῖς ὑποκειμένοις, ὅπερ ἐν ὑποκειμένῳ προσαγορεύομεν· καθάπερ γὰρ τοῦ ἀνθρώπου κατηγοροῦντες τό τε ζῷον καὶ τὸ λευκόν, ὀνόματα ὄντα, οὐ τὸν αὐτὸν τρόπον ἀμφότερα κατηγοροῦμεν, ἀλλὰ τὸ μὲν ζῷον ὡς καθ’ ὑποκειμένου τοῦ ἀνθρώπου λέγομεν, τὸ δὲ λευκὸν ὡς ἐν ὑποκειμένῳ αὐτῷ τὸ εἶναι ἔχον, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς τῶν ῥημάτων ἕξει κατηγορίας· ὅταν μὲν γὰρ εἴπω ‘τὸ βαδίζειν κινεῖσθαι κατὰ τόπον ἐστίν’ ἢ ‘τὸ θερμαίνειν ποιεῖν ἐστιν’, ὡς καθ’ ὑποκειμένου κατηγόρησα τοῦ μὲν βαδίζειν τὸ κινεῖσθαι κατὰ τόπον τοῦ δὲ θερμαίνειν τὸ ποιεῖν, ἐπείπερ ἐστὶν αὐτῶν γενικώτερα, ὅταν δὲ εἴπω ‘Σωκράτης περιπατεῖ’ ἢ ‘Πλάτων ἀναγινώσκει’, κατὰ συμβεβηκὸς ἐνταῦθα κατηγορεῖται τὰ κατηγορούμενα τῶν ὑποκειμένων. ἵνα οὖν ἄμφω τὰ εἴδη τῆς κατηγορίας παραστήσῃ, διὰ τοῦτο εἰπὼν ὅτι ἀεὶ κατηγορεῖσθαι φιλεῖ τὰ ῥήματα, ἐπήγαγεν ὅπως, ὅτι ποτὲ μὲν καθ’ ὑποκειμένου, ποτὲ δὲ ὡς ἐν ὑποκειμένῳ. ἀλλ’ αὕτη μὲν ἡ ἐξήγησις ἁρμόσει τῆς γραφῆς οὕτως ἐχούσης, ὡς παρεθέμεθα, καθάπερ ἐν τοῖς πλείστοις ἀντιγράφοις εὑρίσκομεν. εἰ δὲ καὶ οὕτω τινὲς ἐθέλοιεν ἔχειν τὴν γραφὴν καὶ ἀεὶ τῶν ὑπαρχόντων σημεῖόν ἐστιν, οἷον τῶν καθ’ ὑποκειμένου, καθάπερ ὁ φιλόσοφος Πορφύριός φησιν, ἐροῦμεν ἐνταῦθα τὸ καθ’ ὑποκειμένου παρειλῆφθαι καὶ ἀντὶ τοῦ ἐν ὑποκειμένῳ· εἴωθε γὰρ ἔστιν ὅτε τὸ ἐν ὑποκειμένῳ ἀδιαφόρως καλεῖν καθ’ ὑποκειμένου. τούτων μὲν οὖν τὴν προτέραν γραφήν τε καὶ ἐξήγησιν αἱρετέον. Ὅτι δὲ καὶ ὑποκείμενα γίνεται ποτε ῥήματα, ὡς τὸ φιλοσοφεῖν2 ἐν τῷ ‘τὸ φιλοσοφεῖν ὠφέλιμόν ἐστι’ καὶ τὸ βαδίζειν ἐν τῷ ‘τὸ βαδίζειν κινεῖσθαί ἐστι’, καὶ ὅτι τότε οὐχ ὡς ῥήματα ἀλλ’ ὡς ὀνόματα ἐν τοῖς λόγοις παραλαμβάνεται, διὸ καὶ τὸ ἄρθρον αὐτῶν προτάττεται, πρότερον εἴρηται. καὶ μήποτε δεῖ λέγειν ὅτι αἱ ἐνέργειαι καὶ τὰ πάθη καὶ φύσεις τινὰς ἔχουσι καὶ ἰδιότητας, καθ’ ἃς καὶ διαφέρουσιν ἀλλήλων, καὶ ἄλλων τινῶν λέγονται εἶναι τῶν ἐνεργούντων ἢ πασχόντων, καὶ σημαίνομεν αὐτὰς ποτὲ μὲν ὡς τῶν ὄντων οὔσας καὶ φύσιν τινὰ ἐχούσας ὁρῶντες ποτὲ δὲ ὡς περὶ ἄλλα ἄττα ὑποκείμενα αὐτὰς ὑφεστώσας θεωροῦντες, καὶ δεῖ τὰς μὲν φωνὰς τὰς σημαινούσας αὐτῶν τὰς ὑπάρξεις ὀνόματα καλεῖν, τὰς δὲ τὴν ἀναφορὰν τὴν πρὸς τὰ ὑποκείμενα δηλούσας ῥήματα· ὥστε τὸ φιλοσοφεῖν καὶ τὸ περιπατεῖν καὶ πάντα τὰ παρὰ τοῖς γραμματικοῖς ἀπαρέμφατα λεγόμενα, καθ’ ὃ μὲν προσσημαίνουσι χρόνον, ῥήματα λέγεσθαι καὶ οὐκ ὀνόματα, καθ’ ὃ δὲ ὁπωσοῦν ὑφεστῶτά τινα σημαίνουσιν, αὐτὰς λέγω τὰς ἐνεργείας ἢ τὰ πάθη, καὶ ἄρθρον αὐτῶν προτάττεται τὸ μόνον εἰωθὸς τῶν ὀνομάτων προηγεῖσθαι καὶ οὐκ ἀεὶ τὴν τῶν κατηγορουμένων ἐπέχουσι τάξιν, ὅπερ ἴδιον εἶναι βούλεται τοῦ ῥήματος ὁ Ἀριστοτέλης, ὀνόματα καὶ οὐ ῥήματα.

通过这些言辞显而易见,他[柏拉图]不仅指出动词是指明活动或承受的(这正是通过‘行动’所表示的),而且在亚里士多德之前就已将其称为‘标记’;在两位哲学家那里,‘标记’皆指明有意义之物,且依此前在关于名词的论述中就这些事物所作的界定,是指依约定而非依本性而有意义之物。在“且它始终是被述及另一事物之事的标记”中,“始终”一词的附加亦非徒然;因为这最能彰显动词的固有特性。因为尽管没有任何东西阻止某些名词有时亦被述及某物,例如述及人的‘动物’,但那些名词既不属于唯独且始终被述及之物,亦非自然地适合在脱离某种动词(例如‘是’或‘不是’)的情况下由其自身被述及而构成完满的言述;相反,动词在保持其自身潜能时,其所具有的特性乃是唯独、始终且由其自身被述及。在关于动词谈论了这些之后,接下来他尝试逐一解释为传授而引入的各个成分;首先理所当然是‘附加表示时间’。他通过将围绕同一事物展开的某个名词和动词(即‘健康’与‘处于健康’)并置,并指明名词绝不指明任何时间,而动词则在它首要指明的此类状态之外还附加表示了时间,简练地表明了这一项是必然引入的,并足以将动词与名词区分开来。在此之后,他将‘其任何部分在分离时皆不表示意义’略过,因其在关于名词的论述中已得到充分的解释,转而进入余下的论点,并指出动词被说成是表示被述及另一事物之事的,即表示被述及底层主体之事或在底层主体之中之事的。这是因为,正如在名词的情形中一样,动词中有些被说成是作为依本质属于被述及之对象并构成其充全者而被述及(这正是《范畴篇》中所说的‘被述及底层主体’),另一些则是作为底层主体的偶性而被述及(我们称之为‘在底层主体之中’)。因为正如我们将作为名词的‘动物’和‘白的’述及人时,我们并非以同一方式述及两者,而是将‘动物’作为被述及人这个底层主体之事而言说,将‘白的’作为在他这个底层主体中具有存在者而言说;在动词的述谓上也同样具有这种方式。因为当我讲‘行走是依位置而运动’或‘致热是作动’时,我乃是将‘依位置而运动’述及‘行走’,将‘作动’述及‘致热’,作为被述及底层主体之事而加以述谓,既然前者对于后者是更为属类的;而当我讲‘苏格拉底散步’或‘柏拉图朗读’时,在此谓项乃是依偶性被述及底层主体。因此,为了呈现述谓的双重种类,正是为此缘故,他在说明动词往往始终被述谓之后,又补述了其方式,即‘有时作为被述及底层主体之事,有时作为在底层主体之中之事’。但这种解释只有在文本正如我们所引用的那样(正如我们在绝大多数抄本中所见)时才是贴切的。然而,即便有人愿意如哲学家波菲利所言那样采纳另一种文本,即‘且它始终是属有之事的标记,例如被述及底层主体之事’,我们亦会说在此‘被述及底层主体’亦被用来代替‘在底层主体之中’;因为他有时习惯于不加区分地将‘在底层主体之中’称为‘被述及底层主体’。因此,在这些读法中应当选择前一种文本和解释。然而,正如在‘从事哲学是有益的’中的‘从事哲学’以及在‘行走是运动’中的‘行走’那样,动词有时亦成为底层主体[主项],且当时它们并非作为动词而是作为名词被纳入言述中,因而冠词被前置于它们之前,这一点在前面已经言及。或许应当说,活动和承受本身亦具有某些本性和固有特性(它们借此亦彼此相异),并且亦被说成属于活动者或承受者这些其他事物;我们有时看到它们属于存在者并具有某种本性而加以表示,有时则考察到它们围绕某些其他底层主体而存立而加以表示;表示它们的存在的声音应当称为名词,而指明其朝向底层主体的关联的声音则应当称为动词。因此,‘从事哲学’和‘散步’以及在文法学家那里被称为不定式的所有词,依其附加表示时间而言,被称为动词而非名词;但依其表示某种以某种方式存立之物而言(我指的是活动或承受本身),且冠词(即唯独习惯于先于名词者)前置于它们之前,并且它们并不始终占据谓项的位置(而亚里士多德认为这乃是动词所固有的),它们乃是名词而非动词。

语法注2 条
  1. 1.9δι’ ὧν δῆλός ἐστιν οὐ μόνον ἐνεργειῶν ἢ παθῶν τὸ ῥῆμα λέγων εἶναι δηλωτικόν

    此处为形容词 δῆλος 与分词 λέγων 构成的人称句式(δῆλός ἐστι λέγων,“显而易见他在说……”),逻辑主语为前文所引段落的作者柏拉图。

  2. 1.9καὶ μήποτε δεῖ λέγειν ὅτι ... ὥστε τὸ φιλοσοφεῖν ...

    μήποτε 在此为表示委婉提议或审慎看法的习惯用法(“或许应当说……”)。由 ὅτι 引导的从属从句阐明了活动与承受的双重存在特征(既有自身本性又关涉主体),随后的 ὥστε 从句则推导出不定式(如 τὸ φιλοσοφεῖν)兼具动词与名词双重性质的结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:49.2-50.32