- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:3.7-5.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥区分了直言言辞与假言言辞,解释了亚里士多德在《解释篇》中仅研讨直言言辞之首次组合的原因在于其自足性及在证明中的奠基作用。随后他界定了该著作的意图、其在《范畴篇》与《分析篇》之间的位次及其功用,并进而探讨题名《解释篇(论解释)》的由来。
Πάλιν δὲ τοῦ ἀποφαντικοῦ λόγου δύο ὄντων εἰδῶν καὶ τοῦ μὲν καλουμένου κατηγορικοῦ τοῦ δὲ ὑποθετικοῦ,1 κατηγορικοῦ μὲν τοῦ σημαίνοντος τί τίνι ὑπάρχει ἢ οὐχ ὑπάρχει, ὡς ὅταν εἴπωμεν ‘Σωκράτης περιπατεῖ, Σωκράτης οὐ περιπατεῖ’ (κατηγοροῦμεν γὰρ τὸ περιπατεῖν τοῦ Σωκράτους ποτὲ μὲν καταφατικῶς ποτὲ δὲ ἀποφατικῶς) ὑποθετικοῦ δὲ τοῦ σημαίνοντος τίνος ὄντος τί ἐστιν ἢ οὐκ ἔστιν, ἢ τίνος μὴ ὄντος τί ἐστιν ἢ οὐκ ἔστιν, ὡς ὅταν εἴπωμεν ‘εἰ ἄνθρωπός ἐστι, καὶ ζῷόν ἐστιν, εἰ ἄνθρωπός ἐστι, λίθος οὐκ ἔστιν, εἰ μὴ ἔστιν ἡμέρα, νύξ ἐστιν, εἰ μὴ ἔστιν ἡμέρα, οὐκ ἔστιν ἥλιος ὑπὲρ γῆν’, τὸ κατηγορικὸν ἡμῖν μόνον εἶδος τοῦ ἀποφαντικοῦ λόγου παραδίδωσιν ὁ Ἀριστοτέλης ὡς αὐτοτελὲς καὶ χρήσιμον πρὸς τὰς ἀποδείξεις, τὸ δέ γε ὑποθετικὸν ὡς ἐλλιπὲς ὂν καὶ δεόμενον πάντως τῆς διὰ τοῦ κατηγορικοῦ τελειότητος οὐδαμοῦ προηγουμένης ἀξιώσει σπουδῆς· οἱ γὰρ ὑποθετικοὶ συλλογισμοὶ τὴν καλουμένην μετάληψιν ἤτοι πρόσληψιν ἀναποδείκτως λαμβάνοντες ἐνίοτε δὲ καὶ τὸ συνημμένον ἢ τὸ διεζευγμένον λόγου δεόμενον ἐξ ὑποθέσεως ἔσχον τὴν πίστιν, ἥτις αὐτῶν τὰς πρώτας ὑποθέσεις παραδέχοιτο.2 πρὸς οὖν τὴν τῶν ὑποθέσεων τούτων κατασκευὴν εἰ μὲν ἑτέρῳ τις ὑποθετικῷ χρῷτο συλλογισμῷ, δεήσει πάλιν ἑτέρας αὐτῷ κατασκευῆς πρὸς τὴν πίστιν τῶν ἐν αὐτῷ ὑποθέσεων καὶ πρὸς ἐκείνην ἑτέρας, καὶ τοῦτο εἰς ἄπειρον, εἰ δι’ ὑποθέσεων ἐθέλοι τὰς ὑποθέσεις κρατύνειν. εἰ δέ γε μέλλει τελεία καὶ ἀπροσδεὴς ἡ ἀπόδειξις γίνεσθαι, δῆλον ὅτι κατηγορικοῦ συλλογισμοῦ χρεία τοῦ δίχα τινὸς ὑποθέσεως ἐπαγγελλομένου τὸ προκείμενον δεικνύναι. διὸ καὶ τοὺς μὲν κατηγορικοὺς ἁπλῶς οὕτως ὀνομάζομεν συλλογισμούς, τοὺς δὲ ὑποθετικοὺς τὸ μὲν ὅλον τοῦτο ἐξ ὑποθέσεως συλλογισμούς, ἁπλῶς δ’ οὐκέτι πρὸς τῷ καὶ ἄλλως τὰς ὑποθετικὰς ἀποφάνσεις ἐκ τῶν κατηγορικῶν τὴν γένεσιν ἔχειν·3 ἄλλης γὰρ πρὸς ἄλλην κατηγορικῆς προτάσεως ἢ ἀκολουθίαν ἢ διάστασιν σημαίνουσι, συνδέουσαι αὐτὰς πρὸς ἀλλήλας ἢ τῷ συμπλεκτικῷ ἢ τῷ διαζευκτικῷ προσαγορευομένῳ συνδέσμῳ πρὸς τὸ ἕνα δοκεῖν εἶναι τὸν ἐξ αὐτῶν συγκείμενον λόγον. διὰ ταῦτα τοίνυν τὸ κατηγορικὸν εἶδος τοῦ ἀποφαντικοῦ λόγου πολυπραγμονεῖ μόνον ὁ Ἀριστοτέλης. Ἔστιν οὖν ἡ πρόθεσις τῆς προκειμένης πραγματείας, ὡς συνελόντι φάναι, διαλεχθῆναι περὶ τῆς πρώτης συνθέσεως τῶν ἁπλῶν φωνῶν τῆς κατὰ τὸ κατηγορικὸν εἶδος τοῦ ἀποφαντικοῦ λόγου γινομένης. λέγω δὲ τὸ πρώτης, διότι καὶ τοὺς συλλογισμοὺς ἡ σύνθεσις τῶν ἁπλῶν ἐργάζεται φωνῶν, οὐ μέντοι ἡ πρώτη, ἀλλ’ ἡ διὰ τῆς συμπλοκῆς τῶν κατὰ τὴν πρώτην σύνθεσιν γεγονότων λόγων ἀποτελουμένη. διὸ τοὺς ἁπλοῦς τούτους λόγους κατὰ μὲν τήνδε τὴν πραγματείαν αὐτοὺς καθ’ αὑτοὺς θεωρῶν ὡς ἀποφάνσεις μόνον ἐπισκέψεται, καὶ οὐχ ὡς προτάσεις, ἐν δὲ τοῖς Ἀναλυτικοῖς ὡς μέρη τῶν συλλογισμῶν παραλαμβάνων ἅμα καὶ ὡς προτάσεις εἰκότως ἀξιώσει σκοπεῖν· ὡς γὰρ προτεινομένους αὐτοὺς ὑπὸ τῶν συλλογίσασθαί τι βουλομένων τοῖς κοινωνοῖς τῶν λόγων οὕτως οἱ παλαιοὶ προτάσεις ἐπονομάζουσιν. Αὐτόθεν δὲ ἡμῖν ἐκ τῶν εἰρημένων καὶ ἡ τάξις ἀναφαίνεται τοῦ βιβλίου· εἰ γὰρ μέσην ἔχουσι τάξιν οἱ ἁπλοῖ λόγοι τῶν τε ἁπλῶν φωνῶν καὶ τῶν συλλογισμῶν, παραδιδόασι δὲ τὴν μὲν περὶ τῶν ἁπλῶν φωνῶν θεωρίαν αἱ Κατηγορίαι τὴν δὲ περὶ τῶν ἁπλῶν λόγων τὸ προκείμενον βιβλίον τὴν δὲ περὶ τῶν συλλογισμῶν τὰ Ἀναλυτικά, δῆλον ὅτι μέσην ἂν ἔχοι τάξιν τῶν τε Κατηγοριῶν καὶ τῶν Ἀναλυτικῶν, ἑπόμενον μὲν ταῖς Κατηγορίαις προηγούμενον δὲ τῶν τε Ἀναλυτικῶν καὶ τῶν ἄλλων πάντων τῆς λογικῆς πραγματείας συγγραμμάτων. Ὅτι δὲ χρήσιμον τὸ προκείμενον βιβλίον πρὸς τὴν λογικὴν ταύτην πραγματείαν, αὕτη δὲ πρὸς πᾶσαν φιλοσοφίαν, ἐναργὲς ἐκ τῶν εἰρημένων. Ἐπὶ τούτοις οὖν τῆς ἐπιγραφῆς τὸ αἴτιον ἐπισκεπτόμενοι λέγομεν τί ποτε ἄρα καλῶν ὁ Ἀριστοτέλης ἑρμηνείαν οὕτως ἐπέγραψε τὸ βιβλίον Περὶ ἑρμηνείας· οὐ γὰρ δὴ καὶ αὐτὸς καθάπερ ὁ Δημήτριος ὁ τὸ περὶ τῆς λογογραφικῆς ἰδέας βιβλίον συγγράψας καὶ οὗτος αὐτὸ ἐπιγράψας Περὶ ἑρμηνείας ἀξιοῖ καλεῖν ἑρμηνείαν τὴν λογογραφικὴν ἰδέαν, ὡς δὴ περὶ ταύτης ἐν τῷ προκειμένῳ βιβλίῳ διαλεξόμενος.
再者,陈述性言辞有两种:一种被称为直言的,另一种被称为假言的。直言言辞是指指示何物属于或不属于何物的言辞,例如当我们说“苏格拉底散步”、“苏格拉底不散步”时(因为我们将散步述归于苏格拉底,有时肯定地,有时否定地);假言言辞是指指示在何物存在时何物存在或不存在,或在何物不存在时何物存在或不存在的言辞,例如当我们说“如果是人,也就是动物”、“如果是人,就不是石头”、“如果不是白天,就是黑夜”、“如果不是白天,太阳就不在地上”时。亚里士多德仅向我们传授陈述性言辞的直言种类,视其为自足的且对证明有用的,而假言种类是不完全的,且完全需要通过直言种类而获得的完满性,因此他决不认为其值得作为首要关切。因为假言三段论未经证明地采纳所谓的转承或小前提,有时甚至〔采纳〕需要论据的条件命题或选言命题,并凭着接受其初始假设的假定而获得确信。因此,为了确立这些假设,如果有人使用另一个假言三段论,那么为了确信其中的假设,他又需要另一个论证确立,而为了那个又需要另一个,如果他想通过假设来证实假设,这将走向无穷。但如果证明要成为完全且无所匮乏的,显然就需要直言三段论,它承诺在没有任何假设的情况下表明所论的问题。正因为此,我们也径直如此称直言三段论为“三段论”,而称假言三段论总体上为“源于假设的三段论”,不再径直如此称呼;此外,假言断定在其他方面也是从直言断定中产生的,因为它们指示一个直言前提相对于另一个直言前提的推随或分离,通过被称为联结连词或选言连词的连词将它们彼此连接,从而使由它们构成的言辞看起来是一个整体。因此,由于这些原因,亚里士多德仅详尽研讨陈述性言辞的直言种类。 因此,总括而言,本论述的意图是讨论单纯语词的第一次组合,即按照陈述性言辞的直言种类而发生的组合。我说“第一次”,是因为单纯语词的组合固然也产生三段论,但那并不是第一次组合,而是通过交织那些依第一次组合而生成的言辞才得以完成的。因此,在目前的论述中,他把这些单纯言辞作为自身独立的对象加以观照,仅作为断定来考察,而不作为前提;但在《分析篇》中,他将它们作为三段论的部分引入,同时也合情合理地认为应当把它们作为前提来考察。因为,由于希望进行推论的人将它们向论辩的同伴提出,因而古人才这样把它们命名为“前提”。 从所说的话中,本书的位次对我们而言也直接显现出来了。因为,如果单纯言辞在单纯语词与三段论之间居于中位,而《范畴篇》传授关于单纯语词的观照,本书传授关于单纯言辞的观照,《分析篇》传授关于三段论的观照,那么显而易见,它将在《范畴篇》与《分析篇》之间居于中位,承接《范畴篇》,并先于《分析篇》以及逻辑学探讨的所有其他著述。 而本书对于这门逻辑学探讨是有用的,并且逻辑学探讨对于一切哲学是有用的,这从所言中是不言而喻的。 在这些之外,我们考察其题名的原因,并说明亚里士多德究竟是将什么称为“解释”,才将本书题名为《解释篇》;因为他绝不像那位撰写关于文体风格之书、同样将自己的书题名为《解释篇》的德米特里那样,认为应当把文体风格称为“解释”,仿佛他打算在本书中论述这个主题似的。
- 1.0Πάλιν δὲ τοῦ ἀποφαντικοῦ λόγου δύο ὄντων εἰδῶν καὶ τοῦ μὲν καλουμένου κατηγορικοῦ τοῦ δὲ ὑποθετικοῦ
句首为一个独立属格结构(τοῦ ἀποφαντικοῦ λόγου δύο ὄντων εἰδῶν ...)。在长篇插入了两个种类的定义及例示(κατηγορικοῦ μὲν ... ὑποθετικοῦ δὲ ...)之后,主句的主语和主要动词才在 τὸ κατηγορικὸν ἡμῖν μόνον εἶδος τοῦ ἀποφαντικοῦ λόγου παραδίδωσιν ὁ Ἀριστοτέλης 出现。整体句式骨架为亚里士多德仅传授直言这一种类。
- 1.0ἥτις αὐτῶν τὰς πρώτας ὑποθέσεις παραδέχοιτο
由关系代词 ἥτις 引导的从句中的祈愿语气 παραδέχοιτο 以紧邻的名词 πίστιν 为先行词(亦可理解为修饰 ἐξ ὑποθέσεως 所构成的整体概念),表达一种潜在或假定的属性:“某种能接纳它们最初假设的(确信)”。
- 1.0πρὸς τῷ καὶ ἄλλως τὰς ὑποθετικὰς ἀποφάνσεις ἐκ τῶν κατηγορικῶν τὴν γένεσιν ἔχειν
介词短语 πρὸς τῷ 接不定式(ἔχειν)构成表示追加的结构(“加之……”、“除了……之外”)。不定式的逻辑主语是宾格 τὰς ὑποθετικὰς ἀποφάνσεις,而 καὶ ἄλλως 则增添了“本来/在其他方面也”的语气。
