← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§47.6-49.2

动词的定义与附加表示时间

阿摩尼奥斯给出了亚里士多德关于动词的定义(16b6),并结合波菲利的解答阐释了定义中各个成分(特别是“各部分在分离时不表意”以及“附加表示时间”)的原由,进而论述了动词为何始终充当谓项,并引证柏拉图《智者篇》加以确证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9#1

" Ῥῆμα δέ ἐστι τὸ προσσημαῖνον1 χρόνον, οὗ μέρος οὐδὲν σημαίνει χωρίς, καὶ ἔστιν ἀεὶ τῶν καθ’ ἑτέρου λεγομένων σημεῖον. λέγω δὲ ὅτι προσσημαίνει χρόνον, οἷον ὑγεία μὲν ὄνομα, τὸ δὲ ὑγιαίνει ῥῆμα· προσσημαίνει γὰρ τὸ νῦν ὑπάρχειν. καὶ ἀεὶ τῶν καθ’ ἑτέρου λεγομένων σημεῖόν ἐστιν, οἷον τῶν καθ’ ὑποκειμένου ἢ ἐν ὑποκειμένῳ. τὸ δὲ οὐχ ὑγιαίνει καὶ τὸ οὐ κάμνει οὐ ῥῆμα λέγω· προσσημαίνει μὲν γὰρ χρόνον καὶ ἀεὶ κατά τινος ὑπάρχει, τῇ δὲ διαφορᾷ ὄνομα οὐ κεῖται· ἀλλ’ ἔστω ἀόριστον ῥῆμα, ὅτι ὁμοίως ἐφ’ ὁτουοῦν ὑπάρχει, καὶ ὄντος καὶ μὴ ὄντος. ὁμοίως δὲ καὶ τὸ ὑγίανεν ἢ τὸ ὑγιανεῖ οὐ ῥῆμα, ἀλλὰ πτῶσις ῥήματος. διαφέρει δὲ τοῦ ῥήματος, ὅτι τὸ μὲν τὸν παρόντα προσσημαίνει χρόνον, τὰ δὲ τὸν πέριξ." Ἡ μὲν τελεία τοῦ ὁρισμοῦ τοῦ ῥήματος ἀπόδοσις εἴη ἂν παραπλησίως τῷ ἀποδοθέντι τοῦ ὀνόματος ὅρῳ ‘φωνὴ σημαντικὴ κατὰ συνθήκην προσσημαίνουσα χρόνον, ἧς μέρος οὐδὲν σημαίνει χωρίς’, ἅτε δὲ συντομίας ὢν ἐραστὴς ὁ Ἀριστοτέλης, ὅσα κοινὰ ἦν τῷ ῥήματι πρὸς τὸ ὄνομα ὑπερβὰς ὡς ἤδη ῥηθέντα ἐν τῷ τοῦ ὀνόματος λόγῳ, ἀπὸ τοῦ καθ’ ὃ διαφέρει τὸ ῥῆμα τοῦ ὀνόματος (διαφέρει δὲ τῷ προσσημαίνειν χρόνον) ποιεῖται τὴν περὶ αὐτοῦ διδασκαλίαν. ἀλλ’ εἰ τοῦθ’ οὕτως ἔχει, τί δή ποτε προστίθεται τὸ οὗ μέρος οὐδὲν σημαίνει χωρίς, ὅπερ καὶ ἐν τῷ λόγῳ τοῦ ὀνόματος παρείληπται; λεγέσθω τοίνυν πρὸς ταύτην τὴν ἀπορίαν ἐκεῖνο τὸ Πορφυρίειον, ὡς εἰσὶ λόγοι τινὲς ἐκ ῥημάτων συγκείμενοι ὧν τὰ μέρη σημαντικά ἐστιν, αὐτὰ λέγω τὰ ῥήματα ἐξ ὧν οἱ λόγοι συντέθεινται, οἷον ὅταν εἴπω ‘τὸ βαδίζειν κινεῖσθαί ἐστι’· τὸ γὰρ βαδίζειν καὶ τὸ κινεῖσθαι καὶ τὸ ἔστι τοῦ ὅλου λόγου μέρη ὄντα σημαντικά ἐστι καθ’ ἑαυτά. ἵνα οὖν διακρίνῃ τὰ ῥήματα τῶν τοιούτων λόγων, οἷς τὰ ἄλλα μέρη τοῦ ὁρισμοῦ τοῦ ῥήματος ἐφαρμόττει, λέγω δὲ τὸ φωνὴ τὸ σημαντικὴ τὸ κατὰ συνθήκην τὸ προσσημαίνουσα χρόνον, ταύτην ἀναγκαίως καὶ ἐνταῦθα προστέθεικε τὴν διαφοράν. ἀλλὰ πῶς οὐ σημαίνειν χρόνον, ἀλλὰ προσσημαίνειν ἔφη τὸ ῥῆμα; ἢ διότι σημαίνειν μέν ἐστιν, ὡς καὶ πρότερον ἐλέγομεν, τὸ προηγουμένως δηλοῦν τι, προσσημαίνειν δὲ τὸ πρὸς τῷ πρώτως δηλουμένῳ κατὰ δεύτερον λόγον καὶ ἄλλο τι συνεμφαίνειν· τὰ δὲ ῥήματα προηγουμένως μὲν ἐνεργείας τινὰς ἢ πάθη δηλῶσαι βουλόμενοι φθεγγόμεθα, τοὺς δὲ προσόντας χρόνους ταῖς ἐνεργείαις ἢ τοῖς πάθεσι, καθ’ οὓς εἶναι λέγονται ἢ γεγονέναι ἢ ἔσεσθαι, μετὰ τούτων ὥσπερ συναναφαινομένους ὁρῶμεν. Ἑξῆς δὲ λοιπὸν καὶ τὴν τάξιν, ἣν ἐν ταῖς προτάσεσι κατέχει τὸ ῥῆμα, διδάσκει ἡμᾶς ὁ Ἀριστοτέλης λέγων καὶ ἔστιν ἀεὶ τῶν καθ’ ἑτέρου λεγομένων σημεῖον, τοῦτο δέ ἐστιν ὅτι τὴν τοῦ κατηγορουμένου χώραν ἀεὶ καταλαμβάνει τὰ ῥήματα, καὶ οὐχὶ τὴν τοῦ ὑποκειμένου. καὶ τοῦτο εἰκότως· εἰ γὰρ ἐνεργειῶν ἢ παθῶν εἰσι σημαντικά, ταῦτα δὲ οὐκ ἔστιν ἀπολελυμένα καὶ καθ’ ἑαυτὰ ὑφεστῶτα, ἀλλ’ ἐφ’ ἕτερα τὴν ἀναφορὰν ἔχοντα τὰ ἐνεργοῦντα ἢ πάσχοντα, δῆλον ὅτι προσῆκον ἂν αὐτοῖς εἴη τὸ κατηγορεῖσθαι ἐκείνων. οὕτω δὲ καὶ Πλάτων περὶ τούτων διατάττεται λέγων ἐν τῷ Σοφιστῇ περὶ μὲν τοῦ πᾶσαν φωνὴν σημαντικὴν καλεῖσθαι ὄνομα· “Φέρε δὴ καθάπερ περὶ τῶν εἰδῶν καὶ τῶν γραμμάτων ἐλέγομεν, περὶ ὀνομάτων πάλιν ὡσαύτως ἐπισκεψώμεθα· φαίνεται γάρ πῃ ταύτῃ τὸ νῦν ζητούμενον. Τὸ ποῖον οὖν δὴ περὶ τῶν ὀνομάτων ὑπακουστέον; Εἴτε πάντα ἀλλήλοις ξυναρμόττει εἴτε μηδέν· εἴτε τὰ μὲν ἐθέλει τὰ δὲ μή. Δῆλον τοῦτό γε ὅτι τὰ μὲν ἐθέλει τὰ δὲ οὔ. Τὸ τοιόνδε λέγεις ἴσως ὅτι τὰ μὲν ἐφεξῆς λεγόμενα καὶ δηλοῦντά τι ξυναρμόττει, τὰ δὲ μηδὲν σημαίνοντα τῇ συνεχείᾳ ἀναρμοστεῖ”. δι’ ὧν κἀκεῖνο φανερὸν ὅτι πρὸ τοῦ Ἀριστοτέλους ἕνα λόγον εἶναί φησι τὸν ἑνὸς πράγματος ὄντα σημαντικόν (τοῦτο γὰρ τὸ “δηλοῦντά τι”), ἐπεὶ καὶ τὰ ἀναρμόστως ἔχοντα (τοῦτο δέ ἐστι τὰ ἐφεξῆς ἀλλήλοις εἰρημένα ὀνόματα χωρὶς ῥήματος ἢ ῥήματα χωρὶς ὀνόματος) σημαίνει πάντως, ἀλλὰ πλείονα καὶ οὐ τί. περὶ δὲ τοῦ δύο μόνα εἴδη τῶν σημαντικῶν εἶναι φωνῶν,2 ὄνομα καὶ ῥῆμα, τὸ μὲν ὑπάρξεων δηλωτικόν, τὸ δὲ ἐνεργειῶν ἢ παθῶν, ἃς κοινῶς ὠνόμασε πράξεις· “Ὅπερ ᾠήθην ὑπολαβόντα σε προσομολογεῖν· ἔστι γὰρ ἡμῖν τῶν τῇ φωνῇ περὶ τὴν οὐσίαν δηλωμάτων διττὸν γένος, τὸ μὲν ὄνομα κληθέν, τὸ δὲ ῥῆμα, τὸ μὲν ἐπὶ ταῖς πράξεσι ῥῆμά που λεγόμενον, τὸ δὲ ἐπ’ αὐτοῖς τοῖς ἐκεῖνα πράττουσι σημεῖον τῆς φωνῆς ἐπιτεθὲν ὄνομα’.

“动词是附加表示时间者,其任何部分在分离时皆不表示意义,且它始终是被述及另一事物之事的标记。我说它附加表示时间,乃是指例如‘健康’是名词,而‘处于健康’是动词;因为[后者]附加表示这在现时成立。且它始终是被述及另一事物之事的标记,例如被述及底层主体之事或在底层主体之中之事。至于‘不处于健康’和‘不患病’,我并不称之为动词;因为它们虽然附加表示时间且始终关涉某物而成立,但对于这种种差并未设立名称;不过就让它作为不定动词吧,因为它同样适用于任何事物,无论是存在者还是不存在者。同样,‘曾处于健康’或‘将处于健康’亦不是动词,而是动词的格。它们与动词的区别在于,后者附加表示现在的时间,而前者则附加表示周围的时间。” 动词定义的完整给出,应当与为名词给出的界说相近,即“依约定附加表示时间的有意义声音,其任何部分在分离时皆不表示意义”。但由于亚里士多德爱好简练,凡动词与名词所共有之物,皆因已在名词的说明中提及而被他略去,他乃是从动词区别于名词之处(而它正是以附加表示时间相区别)开始关于它的传授。然而,若事情如此,那在名词的说明中已被采纳的“其任何部分在分离时皆不表示意义”,究竟为何又被附加呢?针对这一疑难,应当陈述波菲利的那种解答:即存在着某些由动词合成的言述,其各部分是有意义的——我指的是构成这些言述的动词本身——例如当我讲“行走就是运动”时;因为“行走”、“运动”和“是”作为整个言述的部分,其自身便具有意义。因此,为了将动词与这类言述区分开来(动词定义的其他部分——我指的是“声音”、“有意义的”、“依约定的”、“附加表示时间的”——皆适用于这类言述),他在此处亦必然附加了这一种差。然而,他为何说动词不是表示时间,而是附加表示时间呢?难道不是因为,正如我们之前所言,表示是指首要地指明某物,而附加表示是指在首要指明之物之外,依第二位的原因还共同表明某种其他事物吗?当我们发出动词的声音时,首要的是希望指明某些活动或承受,而伴随着活动或承受的时间——即依其被说成是现在存在、曾经发生或将要发生的时间——我们则视之为仿佛与它们一同显现出来。接下来,亚里士多德还向我们教授动词在命题中所占据的位置,说“且它始终是被述及另一事物之事的标记”,其意即动词始终占据谓项的位置,而不占据主项的位置。这乃是理所当然的;因为动词若是指示活动或承受,而这些并非孤立且自存的,而是朝向活动者或承受者这些其他事物具有关联,那么显而易见,它们被述及那些事物是恰当的。柏拉图关于这些事物亦作了同样的规定,他在《智者篇》中论及凡有意义的声音皆被称为名词时说道:“来吧,正如我们关于形式和字母所言,让我们关于名词亦同样重新考察;因为现今所探求者似乎在某种程度上就在这条道路上。——那么关于名词应当领会什么呢?——是所有名词皆彼此协调,还是皆不协调;亦或是某些乐意协调,某些则不。——这一点是清楚的:即某些乐意,某些不。——也许你的意思是:相继说出且指明某种事物的诸名词是协调的,而通过其连续性并不表示任何意义的诸名词则是不协调的”。通过这些言辞亦清楚显明:在亚里士多德之前,他就已主张凡表示单一事物的言述就是一个言述(因为这正是“指明某种事物”的含义),既然那些处于不协调状态的组合(即在没有动词的情况下彼此相继言说的名词,或在没有名词的情况下相继言说的动词)固然也在表示,但表示的是多数事物而非单一事物。至于有意义的声音仅有名词和动词两种,前者指明存在,后者指明活动或承受——他将其共同称为‘行动’——他则说道:“正是我以为你理解并同意之事;因为我们关于实体的声音指明具有双重类别,一者被称为名词,另一者被称为动词;一者大概因关涉行动而被称为动词,另一者则是作为声音的标记加于从事那些行动者自身之上的名词”。

语法注2 条
  1. 1.9προσσημαῖνον

    关于前缀 προσ- 的功能,注解者在后文解释为:在首要指明的事物(活动或承受)之外(πρὸς τῷ...),依第二位的方式(κατὰ δεύτερον λόγον)共同表明(συνεμφαίνειν)另一事物(时间)。它表示一种附加的、附带的表意功能,而非首要地指示时间。

  2. 1.9περὶ μὲν τοῦ πᾶσαν φωνὴν σημαντικὴν καλεῖσθαι ὄνομα ... περὶ δὲ τοῦ δύο μόνα εἴδη τῶν σημαντικῶν εἶναι φωνῶν

    两个介词短语 περὶ μὲν τοῦ... 与 περὶ δὲ τοῦ... 相互呼应,分别引出柏拉图引文的两个主题:前者涉及‘名词’一词的广义用法(泛指一切有意义的声音),后者涉及有意义的声音仅分为名词和动词两类。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:47.6-49.2