- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:45.31-47.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯梳理了亚里士多德关于‘名词’的五重涵义以维护其定义的自洽性,并解释亚里士多德所言‘在其他方面依循相同的事物’乃源于雅典公民大会宣读法令时的程式惯用语。
διὸ καὶ συντάττεται αὐτοῖς τὸ ‘τό’ ἄρθρον, ἅτε ὀνομάτων νῦν χώραν ἐκπληροῦσι. λέγεται δὲ καὶ ἄλλως ὄνομα κατὰ τὸν ἐξ ἀρχῆς ἀποδεδομένον τοῦ ὀνόματος ὁρισμὸν “πᾶσα φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος σημαντικὸν κεχωρισμένον”, καθ’ ὃ καὶ τὸ καλός καὶ τὸ δίκαιος καὶ τὸ οὐκ ἄνθρωπος καὶ τὸ Φίλωνος καὶ Φίλωνι ὀνόματα ἂν εἶεν. καὶ πρὸς τούτοις ὄνομα λέγεται πᾶσα φωνὴ τὸν ἀποδοθέντα τοῦ ὀνόματος ὁρισμὸν δεχομένη καὶ ὡρισμένον τι σημαίνουσα, καθ’ ὃ σημαινόμενον τὰς μὲν πτώσεις οὐδὲν κωλύει λέγειν ὀνόματα, τὰ δὲ ἀόριστα λεγόμενα οὐκέτι δυνατὸν ὀνόματα καλεῖν. τούτου δὲ ἡμῖν ἔννοιαν δίδωσιν, ὁπόταν λέγῃ πᾶσαν κατάφασιν καὶ ἀπόφασιν ἢ ἐξ ὀνόματος εἶναι καὶ ῥήματος ἢ ἐξ ἀορίστου ὀνόματος καὶ ῥήματος, πρὸς τὸ ἀόριστον ὄνομα μόνον διακρίνας τὸ ὄνομα, οὐκέτι μέντοι πρὸς τὰς πτώσεις. ἔτι δὲ παρὰ τοὺς ἀπηριθμημένους τοῦ ὀνόματος ἅπαντας τρόπους ὄνομα λέγεται τὸ ἐκ τῶν προστεθέντων τῷ ἀποδοθέντι τοῦ ὀνόματος ὅρῳ διορισμῶν ἀποτελεσθέν, ἀποκεκριμένων τῶν τε πτώσεων καὶ τῶν ἀορίστων ὀνομάτων. πενταχῶς τοίνυν τοῦ ὀνόματος λεγομένου, ἅπαντα ὀρθῶς ἔχειν ῥητέον τὰ διὰ τούτων ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενα· καὶ γὰρ ὁ ἀποδεδομένος τοῦ ὀνόματος ὁρισμὸς ὑγιής ἐστι κατὰ τὸ τρίτον τῶν ἀπηριθμημένων αὐτοῦ σημαινομένων, καὶ οἱ προστεθέντες ὕστερον διορισμοὶ τὸν ὁρισμὸν οὐ διαβάλλουσιν, ἄλλα τινὰ παραδιδόντες ἡμῖν τοῦ ὀνόματος σημαινόμενα, ὁ μὲν περὶ τῶν ἀορίστων ὀνομάτων τὸ τέταρτον, ὁ δὲ περὶ τῶν πτώσεων τὸ πέμπτον. Τῆς μέντοι ῥήσεως τὸ λόγος δέ ἐστιν αὐτοῦ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ λέγεται μὲν περὶ τοῦ προφερομένου κατά τινα πτῶσιν ὀνόματος ὅτι ἕξει τὸν ὁρισμόν, ὃν ἐκάλεσε λόγον, κατὰ μὲν τὰ ἄλλα μηδὲν διαφέροντα τοῦ ἐξ ἀρχῆς ἀποδοθέντος ὁρισμοῦ τοῦ ὀνόματος (καὶ γὰρ τοῦτο φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος σημαντικὸν κεχωρισμένον) πλεονάσαντα δὲ τούτου τῇ διακρινούσῃ τὰς πτώσεις ἀπὸ τοῦ κυρίως ὀνόματος διαφορᾷ,1 τῷ τὰς μὲν πτώσεις μετὰ μόνου τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται λεγομένας μήπω ποιεῖν τελείαν ἀπόφανσιν, διὸ μήτε ψεύδεσθαι μήτε ἀληθεύειν, τῷ δὲ ὀνόματι καὶ μόνον ἕν τι τῶν ῥημάτων ἀρκεῖν2 πρὸς τὴν γένεσιν τῆς τελείας ἀποφάνσεως. εἴληπται δὲ ἀπὸ Ἀττικῆς συνηθείας τῶν εἰς τὸν δῆμον πλείονα ἅμα ψηφίσματα εἰσφερόντων· ὁ γάρ τοι γραμματεὺς τὸ μὲν πρῶτον τῶν γεγραμμένων ψηφισμάτων ἀναγινώσκων τῷ δήμῳ τό τε ὄνομα ἔλεγε τοῦ γεγραφότος καὶ τὸν πατέρα καὶ τὸν δῆμον, οἷον ‘Δημοσθένης Δημοσθένους Παιανιεὺς ψήφισμα εἰσφέρει τοιόνδε’, τὸ μέντοι δεύτερον ἢ καὶ τρίτον, εἰ οὕτως ἔτυχεν, ἐμφανίζων ἐνεδείκνυτο μόνον ὡς καὶ ἄλλο τοῦ αὐτοῦ ἀνδρὸς ἀναγνώσεται ψήφισμα τῷ πρὸ τῆς ἀναγνώσεως αὐτοῦ λέγειν πρὸς τὸν δῆμον ‘τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά, ψηφίζεται δὲ καὶ τάδε’. διὸ καὶ ὁ ἐν τῷ Γοργίᾳ Σωκράτης τῇ αὐτῇ ταύτῃ λέξει χρησάμενος τοῖς ἐν τῷ δήμῳ συγγραφομένοις αὐτὴν ἀνέθηκεν.
因此定冠词‘τό’也与它们[不定式]搭配,因为它们如今充当着名词的位置。但依据从一开始给出的名词定义,名词亦可以另一种方式述说:“凡依约定不带时间的有意义声音,其任何部分在分离时皆不具有意义”,依据这一定义,‘美的’、‘正义的’、‘非人’以及‘斐洛的’和‘给斐洛’亦都将是名词。除这些之外,凡容纳所给出的名词定义且表示某种确定事物的声音,也都被称为名词,依据这一所指,没有任何东西阻止我们将诸格称为名词,但不再可能将所谓的不定[名词]称为名词。而每当他指出每一个肯定命题和否定命题要么由名词和动词构成,要么由不定名词和动词构成时,他便给予了我们关于此点的观念,因为他仅将名词与不定名词相区分,却不再与诸格相区分。再者,在所有被列举的名词方式之外,由加于所给出的名词界说中的诸限定所完成者亦被称为名词,此时诸格与不定名词皆已被排除。既然名词有五种述说方式,那么就必须说亚里士多德借由这些所说的一切都是正确的;因为所给出的名词定义依其列举的第三个所指而言是健全的,而后来附加的限定亦非否定该定义,而是向我们传授名词的其他某些所指,关于不定名词的限定传授了第四个所指,关于诸格的限定则传授了第五个所指。 然而,“它的表述在其他方面依循相同的事物”这一言明,乃是就依某种格发音的名词而言的,意指它将具有一个定义——他将其称为‘表述’——该定义在其他方面与一开始给出的名词定义毫无差异(因为这也是一种依约定不带时间的有意义声音,其任何部分在分离时皆不具有意义),却以将诸格与严格意义上的名词区分开来的种差超越了它[最初的定义],这一种差在于:诸格若仅与‘是’或‘曾是’或‘将是’连用,尚不构成完整的断言,因此既不成其为假,亦不成其为真,而对于名词而言,即便仅有一个动词,亦足以生成完整的断言。这一表达乃是取自同时向公民大会提出多项法令之人的阿提卡习俗;因为书记官在向公民大会宣读草拟法令中的第一项时,会说明提案人的姓名、其父亲以及其所属德谟,例如‘派阿尼亚的德摩斯梯尼之子德摩斯梯尼提出如下法令’,但在出示第二项或第三项时(如果是这样的话),则仅在宣读之前向公民大会说‘在其他方面依循相同的事物,且亦通过以下决议’,从而仅表明他将宣读同一人的另一项法令。因此《高尔吉亚篇》中的苏格拉底亦使用了这完全相同的语词,并将其归属于在公民大会中起草法令的人。
- 1.8πλεονάσαντα δὲ τούτου τῇ διακρινούσῃ τὰς πτώσεις ἀπὸ τοῦ κυρίως ὀνόματος διαφορᾷ
宾格分词 πλεονάσαντα 与前面的 κατὰ μὲν τὰ ἄλλα μηδὲν διαφέροντα 并列,修饰间接引语中 ἕξει 的宾语 τὸν ὁρισμόν(定义)。属格 τούτου 是比较属格,指代最初给出的定义(τοῦ ἐξ ἀρχῆς ἀποδοθέντος ὁρισμοῦ),而与格短语 τῇ ... διαφορᾷ 则表示超越的方面或程度。
- 1.8τῷ τὰς μὲν πτώσεις ... μήπω ποιεῖν ... τῷ δὲ ὀνόματι ... ἀρκεῖν
带冠词不定式的与格结构(句首的 τῷ 统摄 ποιεῖν ... ἀρκεῖν,而 τῷ δὲ ὀνόματι 为与 ἀρκεῖν 搭配的与格)以前述与格 τῇ ... διαφορᾷ(种差)的同位语方式展开其具体内容。
