← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§44.10-45.31

名词的严格定义与斯多亚派述词论

阿摩尼奥斯引介了波菲利对‘是’之用法的限定以及斯多亚派关于谓项的分类(契合、准契合等),概括了严格意义下的名词定义,并解释了亚里士多德在何种多重意义上(广义名称、命题主项等)使用‘名词’一词。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8#2

Πάνυ δὲ καλῶς ὁ φιλόσοφος ἐπεσημήνατο Πορφύριος ὅτι τὸ ἔστιν οὐκ ἀντὶ παντὸς εἴληπται ῥήματος,1 ἀλλ’ αὐτὸ μόνον τὸ ἀπὸ τοῦ ὄντος παρηγμένον καὶ τὴν ὕπαρξιν σημαῖνον λαμβάνεται ὡς μετὰ μὲν τοῦ ὀνόματος αὐτοτελῆ ποιοῦν λόγον μετὰ δὲ τῶν πτώσεων ἐλλιπῆ· τινὰ γάρ ἔστι ῥήματα συνταττόμενα ταῖς πτώσεσι καὶ ποιοῦντα λόγους ἀληθεῖς ἢ ψευδεῖς, τοῖς δὲ ὀνόμασι συντάττεσθαι οὐ δυνάμενα, ὡς τὸ μεταμέλει, οἷον ‘Σωκράτει μεταμέλει’, καίτοι τὸ ‘Σωκράτης μεταμέλει’ ἀσύντακτον 〈ὄν〉. ἐν οἷς καὶ προσιστορεῖ τὴν τῶν Στωϊκῶν διάταξιν περὶ τῶν κατηγορουμένων ὅρων ἐν ταῖς προτάσεσιν οὖσαν τοιαύτην· ‘‘τὸ κατηγορούμενον ἤτοι ὀνόματος κατηγορεῖται ἢ πτώσεως, καὶ τούτων ἑκάτερον ἤτοι τέλειόν ἐστιν ὡς κατηγορούμενον καὶ μετὰ τοῦ ὑποκειμένου αὔταρκες πρὸς γένεσιν ἀποφάνσεως, ἢ ἐλλιπὲς καὶ προσθήκης τινὸς δεόμενον πρὸς τὸ τέλειον ποιῆσαι κατηγορούμενον. ἂν μὲν οὖν ὀνόματός τι κατηγορηθὲν ἀπόφανσιν ποιῇ, κατηγόρημα καὶ σύμβαμα παρ’ αὐτοῖς ὀνομάζεται (σημαίνει γὰρ ἄμφω ταὐτόν), ὡς τὸ περιπατεῖ, οἷον ‘Σωκράτης περιπατεῖ’· ἂν δὲ πτώσεως, παρασύμβαμα, ὡσανεὶ παρακείμενον τῷ συμβάματι καὶ ὂν οἷον παρακατηγόρημα, ὡς ἔχει τὸ μεταμέλει, οἷον ‘Σωκράτει μεταμέλει’· τὸ μὲν γὰρ μεταμελεῖται σύμβαμα εἶναι, τὸ δὲ μεταμέλει παρασύμβαμα οὐ δυνάμενον ὀνόματι συνταχθὲν ἀπόφανσιν ἐργάσασθαι, οἷον ‘Σωκράτει μεταμέλει’ (οὐδεμία γὰρ τοῦτο ἀπόφανσις),2 ἀλλ’ οὔτε κλίσιν ἐπιδέξασθαι δυνάμενον, ὡς τὸ περιπατῶ περιπατεῖς περιπατεῖ, οὔτε συμμετασχηματισθῆναι τοῖς ἀριθμοῖς· ὥσπερ γὰρ λέγομεν ‘τούτῳ μεταμέλει’, οὕτως καὶ ‘τούτοις μεταμέλει’. καὶ πάλιν ἂν μὲν τὸ τοῦ ὀνόματος κατηγορούμενον δέηται προσθήκης πτώσεως ὀνόματός τινος πρὸς τὸ ποιῆσαι ἀπόφανσιν, ἔλαττον ἢ κατηγόρημα λέγεται, ὡς ἔχει τὸ φιλεῖ καὶ τὸ εὐνοεῖ, οἷον ‘Πλάτων φιλεῖ’ (τούτῳ γὰρ προστεθὲν τὸ τινά, οἷον Δίωνα, ποιεῖ ὡρισμένην ἀπόφανσιν τὴν ‘Πλάτων Δίωνα φιλεῖ’), ἂν δὲ τὸ τῆς πτώσεως κατηγορούμενον ᾖ τὸ δεόμενον ἑτέρᾳ συνταχθῆναι πλαγίᾳ πτώσει πρὸς τὸ ποιῆσαι ἀπόφανσιν, ἔλαττον ἢ παρασύμβαμα λέγεται, ὡς ἔχει τὸ μέλει, οἷον ‘Σωκράτει Ἀλκιβιάδου μέλει’. ταῦτα δὲ πάντα καλοῦσι ῥήματα”. Καὶ τοιαύτη μὲν ἡ τῶν Στωϊκῶν περὶ τούτων παράδοσις. ἡμεῖς δὲ συγκεφαλαιούμενοι τὰ περὶ τοῦ ὀνόματος ῥηθέντα τῷ Ἀριστοτέλει λέγομεν ὡς ἔσται τὸ κατὰ τὴν νῦν παράδοσιν κυρίως ὄνομα φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος ἐστὶ σημαντικὸν κεχωρισμένον, ὡρισμένον τι σημαίνουσα καὶ μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται ἀληθεύουσα ἢ ψευδομένη. ἀλλὰ διὰ τίνα αἰτίαν οὐκ ἐξ ἀρχῆς ὁ Ἀριστοτέλης τοῦτον ἀποδέδωκε τοῦ ὀνόματος τὸν ὁρισμόν, ὥστε μηδὲν ἐνοχλεῖν τὸν λόγον μήτε τὰ ἀόριστα ὀνόματα μήτε τὰς πτώσεις; φαμὲν δὴ ὅτι πολλά ἔστι παρ’ αὐτῷ τοῦ ὀνόματος τὰ σημαινόμενα· καὶ γὰρ πᾶσαν φωνὴν κατὰ συνθήκην σημαντικὴν ὁτουοῦν τῶν ὄντων τῆς τοῦ ὀνόματος ἀξιοῖ προσηγορίας, ὥσπερ καὶ ὁ ἐν τῷ Σοφιστῇ σοφὸς τὸ ἁπλῶς ὄνομα διαιρῶν εἰς τὸ ἰδίως λεγόμενον ὄνομα καὶ ῥῆμα, καθ’ ὃ σημαινόμενον λέγοιντο ἂν καὶ τὰ ῥήματα3 πάντα ὀνόματα (δηλοῖ δὲ αὐτὸς ἐν τοῖς ἑξῆς λέγων “αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ σημαίνει τι”, ὡς ἂν διὰ τὴν σημαντικὴν δύναμιν ἀξιώσας αὐτὰ καλεῖν ὀνόματα, ἐπεὶ καὶ ἔστι τῶν ἐνεργειῶν ἢ τῶν παθῶν τῶν ὑπ’ αὐτῶν σημαινομένων ὥσπερ ὀνόματα), καὶ πᾶσαν φωνὴν ὑποκείμενον ἐν προτάσει ποιοῦσαν ὄνομα παρ’ αὐτῷ λεγομένην εὑρήσεις, ὡς ἐν τῷ τρίτῳ τοῦ βιβλίου κεφαλαίῳ δηλώσει λέγων “μετατιθέμενα δὲ τὰ ὀνόματα καὶ τὰ ῥήματα ταὐτὸν σημαίνει”, ὥστε κατὰ τοῦτο τὸ σημαινόμενον τὸ μὲν καλὸς καὶ τὸ δίκαιος καὶ ὅσα τοιαῦτα ἐν μεθέξει θεωρούμενα ἑτέρων τινῶν ὑποκειμένων τῶν μετεχόντων καὶ ὧν πέφυκε κατηγορεῖσθαι ῥήματα λέγεσθαι καὶ οὐκ ὀνόματα, τὸ δὲ βαδίζειν καὶ τὸ φιλοσοφεῖν ἔμπαλιν ὀνόματα καὶ οὐ ῥήματα, διότι ὑποκειμένους ποιοῦσιν ὅρους ἐν ταῖς προτάσεσι ταῖς λεγούσαις ‘τὸ βαδίζειν κινεῖσθαί ἐστι’, ‘τὸ φιλοσοφεῖν ὠφέλιμόν ἐστι’.

哲学家波菲利极其精妙地指出,‘是’并非被用来代替任何动词,而唯有那派生自‘存在者’并表示实存的动词本身才被取用,作为与名词结合时构成完整言语、而与诸格结合时构成不完全言语者;因为有些动词与诸格搭配时能构成真或假的言语,却无法与名词搭配,例如‘后悔’,如‘苏格拉底有后悔’,然而‘苏格拉底后悔[主格搭配]’却是不合语法的。在这些讨论中,他还附带记述了斯多亚学派关于命题中谓词项的划分,其内容如下:“谓项要么被述谓于名词,要么被述谓于格,而这两者中的每一个,要么作为谓项是完整的且与主项一起足以产生断言,要么是不完全的且需要某种附加以构成完整的谓项。因此,如果被述谓于名词的某种东西构成了断言,在他们那里就被称为‘谓项’和‘契合’(因为两者表示同一事物),如‘行走’,例如‘苏格拉底行走’;如果是被述谓于格,则称为‘准契合’,仿佛置于契合之旁且犹如准谓项,如‘后悔’的情形,例如‘苏格拉底有后悔’;因为‘自己后悔’是契合,而‘后悔[非人称]’是准契合,它无法与名词搭配而产生断言,例如‘苏格拉底有后悔’(因为这并不是任何[带主格主项的]断言),亦既不能容纳变位,如‘我走、你走、他走’,又不能随数一起变形;因为正如我们说‘此人有后悔’,我们也同样说‘这些人有后悔’。再者,如果名词的谓项需要附加某个名词的格以构成断言,就被称为‘劣于谓项者’,如‘爱’和‘善待’的情形,例如‘柏拉图爱’(因为对它加上某人,例如‘狄翁’,就构成了确定的断言‘柏拉图爱狄翁’);但如果格的谓项是需要与另一个斜格搭配以构成断言者,就被称为‘劣于准契合者’,如‘关切’的情形,例如‘苏格拉底关切阿尔基比亚德’。而所有这些他们都称之为动词。”斯多亚派关于这些问题的传统学说便是如此。 而我们则概括亚里士多德关于名词所说的话,说依照现今传授严格意义上的名词乃是不带时间的、依约定的有意义声音,其任何部分在分离时皆不具有意义,表示某种确定的事物,且与‘是’或‘曾是’或‘将是’结合时成其为真或假。然而由于什么原因,亚里士多德没有从一开始就给出这一名词定义,从而使不定名词和诸格都不对这一表述造成任何困扰呢?我们便说,在他那里‘名词’所表示的意义是多重的;因为凡依约定表示任何存在者的有意义声音,他都认为配得上‘名词’这一称谓,正如《智者篇》中的智者将一般的名词划分为特称的名词和动词一样,依据这一所指,所有的动词也都可以被称为名词(他自己在接下来的文字中亦说明了这一点,说:“动词自身被述说时乃是名词,并且表示某种事物”,仿佛是由于其表意能力而认为它们配被称为名词,因为它们亦犹如其所表示的现实活动或承受状态的名称);并且你会发现,在命题中充当主项的凡是有意义声音,在他那里都被称为名词,正如他在本书第三章中所指明的那样,说:“当名词和动词互换位置时,它们表示同一事物”;因此依据这一所指,‘美的’和‘正义的’以及所有此类东西,由于被视为在参与中处于某些参与的并作为其本性上被述谓的其他主项之中,因而被称为动词而非名词,而相反,‘行走’和‘爱智慧’则是名词而非动词,因为它们在诸如‘行走乃是运动’、‘爱智慧乃是有益的’这样的命题中充当主项词。逗

语法注3 条
  1. 1.8οὐκ ἀντὶ παντὸς εἴληπται ῥήματος

    前置词 ἀντί 表示替代或代表(“并非被用来代替任何动词”)。波菲利否定了将亚里士多德举出的‘是’视为任意动词代表的看法,将其局限于表示实存的动词本身。

  2. 1.8οἷον ‘Σωκράτει μεταμέλει’ (οὐδεμία γὰρ τοῦτο ἀπόφανσις)

    括号内的 οὐδεμία γὰρ τοῦτο ἀπόφανσις 是对前文“无法与名词搭配而产生断言”的解释性原因分句。它说明了在斯多亚派的标准下,支配与格的非人称表达式并不能构成由名词(主格)主项主导的完全断言。

  3. 1.8ὥστε κατὰ τοῦτο τὸ σημαινόμενον τὸ μὲν καλὸς καὶ τὸ δίκαιος... ῥήματα λέγεσθαι καὶ οὐκ ὀνόματα, τὸ δὲ βαδίζειν καὶ τὸ φιλοσοφεῖν ἔμπαλιν ὀνόματα καὶ οὐ ῥήματα

    由 ὥστε 带不定式 λέγεσθαι 构成的结果从句。其主语是带中性定冠词的引语词组(τὸ μὲν καλὸς καὶ τὸ δίκαιος 与 τὸ δὲ βαδίζειν καὶ τὸ φιλοσοφεῖν),对比地推导出句法后果:充当谓项的形容词被称为‘动词’,而充当主项的不定式则被称为‘名词’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:44.10-45.31