← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§42.25-44.10

名词与格的区别及关于主格的论争

基于亚里士多德16a33,阿摩尼奥斯概述了逍遥学派与斯多亚学派关于主格是否应当被称为“格”的论争,并解释了区分主格名词与斜格的判断标准(即与“是”结合能否单独构成断言的真假)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8#1

" Τὸ δὲ Φίλωνος ἢ Φίλωνι καὶ ὅσα τοιαῦτα οὐκ ὀνόματα ἀλλὰ πτώσεις ὀνόματος. λόγος δέ ἐστιν αὐτοῦ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά, ὅτι δὲ μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται οὐκ ἀληθεύει ἢ ψεύδεται,1 τὸ δὲ ὄνομα ἀεί, οἷον Φίλωνος ἔστιν ἢ οὐκ ἔστιν· οὐδὲν γάρ πω οὔτε ἀληθεύει οὔτε ψεύδεται." Περὶ τῆς κατ’ εὐθεῖαν γινομένης τῶν ὀνομάτων προφορᾶς εἴωθε παρὰ τοῖς παλαιοῖς ζητεῖσθαι πότερον πτῶσιν αὐτὴν προσήκει καλεῖν ἢ οὐδαμῶς, ἀλλὰ ταύτην μὲν ὄνομα ὡς κατ’ αὐτὴν ἑκάστου τῶν πραγμάτων ὀνομαζομένου, τὰς δὲ ἄλλας πτώσεις ὀνόματος ἀπὸ τοῦ μετασχηματισμοῦ τῆς εὐθείας γινομένας. τῆς μὲν οὖν δευτέρας προΐσταται δόξης ὁ Ἀριστοτέλης, καὶ ἕπονταί γε αὐτῷ πάντες οἱ ἀπὸ τοῦ Περιπάτου, τῆς δὲ προτέρας οἱ ἀπὸ τῆς Στοᾶς καὶ ὡς τούτοις ἀκολουθοῦντες οἱ τὴν γραμματικὴν μετιόντες τέχνην. λεγόντων δὲ πρὸς αὐτοὺς τῶν Περιπατητικῶν ὡς τὰς μὲν ἄλλας εἰκότως λέγομεν πτώσεις διὰ τὸ πεπτωκέναι ἀπὸ τῆς εὐθείας, τὴν δὲ εὐθεῖαν κατὰ τίνα λόγον πτῶσιν ὀνομάζειν δίκαιον ὡς ἀπὸ τίνος πεσοῦσαν; (δῆλον γὰρ ὅτι πᾶσαν πτῶσιν ἀπό τινος ἀνωτέρω τεταγμένου γίνεσθαι προσήκει), ἀποκρίνονται οἱ ἀπὸ τῆς Στοᾶς ὡς ἀπὸ τοῦ νοήματος τοῦ ἐν τῇ ψυχῇ καὶ αὕτη πέπτωκεν· ὃ γὰρ ἐν ἑαυτοῖς ἔχομεν τὸ Σωκράτους νόημα δηλῶσαι βουλόμενοι, τὸ Σωκράτης ὄνομα προφερόμεθα· καθάπερ οὖν τὸ ἄνωθεν ἀφεθὲν γραφεῖον καὶ ὀρθὸν παγὲν πεπτωκέναι τε λέγεται καὶ τὴν πτῶσιν ὀρθὴν ἐσχηκέναι, τὸν αὐτὸν τρόπον καὶ τὴν εὐθεῖαν πεπτωκέναι μὲν ἀξιοῦμεν ἀπὸ τῆς ἐννοίας, ὀρθὴν δὲ εἶναι διὰ τὸ ἀρχέτυπον τῆς κατὰ τὴν ἐκφώνησιν προφορᾶς. ἀλλ’ εἰ διὰ τοῦτο, φασὶν οἱ ἀπὸ τοῦ Περιπάτου, τὴν εὐθεῖαν πτῶσιν ἀξιοῦτε λέγειν, συμβήσεται καὶ τὰ ῥήματα πτώσεις ἔχειν καὶ τὰ ἐπιρρήματα τὰ μηδὲ κλίσεων ἀνέχεσθαι πεφυκότα· ταῦτα δὲ ἐναργῶς ἄτοπα καὶ ταῖς ὑμῶν αὐτῶν παραδόσεσι μαχόμενα. διὰ ταῦτα μὲν οὖν τὴν Περιπατητικὴν περὶ τούτων διάταξιν προτιμητέον. Ἐν δὲ τούτοις ὁ Ἀριστοτέλης διακρίνει τοῦ ὀνόματος τὰς πτώσεις, καὶ ταῦτα ὁμοίως αὐτῷ τὸν ἀποδεδομένον τοῦ ὀνόματος ὁρισμὸν ἐπιδεχομένας,2 τῷ τὸ μὲν ὄνομα μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται ἀληθεύειν ἢ ψεύδεσθαι, τὰς δὲ πτώσεις μηκέτι· ὁ μὲν γὰρ εἰπὼν ‘Φίλων ἔστιν’ ἢ ‘Φίλων ἦν’ ἢ ‘Φίλων ἔσται’ ἢ ἀληθὲς εἶπεν ἢ ψεῦδος, ὁ δὲ ‘Φίλωνος ἔστιν’ εἰπὼν ἢ ‘ἦν’ ἢ ‘ἔσται’ ἢ ‘Φίλωνι ἔστιν’ ἢ ‘ἦν’ ἢ ‘ἔσται’ οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδος εἶπε, διότι δέονται προσθήκης τινὸς πρὸς τὸ ἀπαρτίσαι διάνοιαν οἱ τοιοῦτοι λόγοι. ἂν οὖν μὴ προστεθῇ τὸ υἱὸς οὗτος ἢ ἀγρός, οἷον ‘Φίλωνός ἐστιν υἱὸς ἢ ἀγρὸς οὗτος ἢ Φίλωνί ἐστι φίλος οὗτος’, οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδος ἀποτελεῖται· ἄλλο μὲν γάρ τι τοῦ λόγου εἶδος, οἷον τὸ κλητικόν, ἐνδέχεται δηλοῦσθαι καὶ διὰ μιᾶς μόνης τοῦ ὀνόματος πτώσεως τῆς δι’ αὐτὸ τοῦτο κλητικῆς ὀνομαζομένης οὐδενὸς ῥήματος πρὸς τὸ σημῆναι δεηθείσης, οἷον ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον. διὸ καὶ τὴν φωνὴν ἐν τούτῳ διαναπαύομεν καὶ τὸν καλούμενον, εἰ μή τι κωλύει, κινοῦμεν πρὸς τὴν ἀπόκρισιν, ὡς τῆς κατὰ τοῦτο διανοίας ἀπηρτισμένης. ἀπόφανσιν μέντοι ποιῆσαι ἢ ταύτην ἢ ἄλλην τινὰ πτῶσιν οὐδὲ τὸ ἔστι προσλαμβάνουσαν δυνατόν.

“但是‘斐洛的’或‘给斐洛’以及所有这类东西不是名词,而是名词的格。它的定义在其他方面皆依照相同之物,但[不同之处在于]它与‘是’或‘曾是’或‘将是’结合时并不成其为真或假,而名词则总是如此;例如‘斐洛的是’或‘不是’;因为此时它既非真亦非假。” 关于依主格而发生的名词发音,在古人中通常探讨的是:究竟应当称之为格,还是绝不当如此,而应当称之为名词(因为事物的每一个皆依据它而被命名),其余的则是名词的格(因为它们是由主格的形式转变而生成的)。于是亚里士多德主张第二种观点,逍遥学派的所有人皆追随他;而斯多亚学派的人以及追随他们的从事语法技艺者则主张前一种观点。当逍遥学派的人对他们说,我们有理由将其他诸格称为格,是因为它们从主格落下,但根据什么道理有正当理由将主格称为格,它是从什么落下的呢?(因为显而易见,所有的格都应当从某种排列在更高处的东西生成),斯多亚学派的人回答说,它也是从灵魂中的思想落下的;因为我们想要表达我们在自身中所具有的关于苏格拉底的思想,便发出‘苏格拉底’这个名词;因此,正如从上方放下的铁笔直立刺入,既被称为落下了,又被称为具有直立的落下,以同样的方式,我们亦认为主格是从概念落下的,但由于是发声中发音的原型而是直立的。但是逍遥学派的人说,如果由于这个缘故你们认为应当将主格称为格,那么动词也将具有格,甚至生来根本不承受曲折变化的副词也将具有格;而这些显然是荒谬的,且与你们自己的传授相冲突。由于这些缘故,关于这些问题应当优先选择逍遥学派的安排。在这些话中,亚里士多德将名词的格与名词区分开来(尽管这些格与名词同样容纳所给出的名词定义),其依据在于名词与‘是’或‘曾是’或‘将是’结合时成其为真或假,而诸格则不再如此;因为说‘斐洛是’或‘斐洛曾是’或‘斐洛将是’的人,要么说了真话要么说了假话,但说‘斐洛的是’或‘曾是’或‘将是’,或者说‘给斐洛是’或‘曾是’或‘将是’的人,既没有说任何真话亦没有说任何假话,因为这类言语为了使思想完整而需要某种附加。因此,如果不加上‘这个儿子’或‘田庄’,例如‘斐洛的是这儿子或田庄’或‘给斐洛的是这朋友’,就根本构不成任何真或假;因为言语的另一种形式,例如呼告的形式,甚至仅凭名词的单一格(正是为此原因而被称为呼格)就能表达出来,而不需要任何动词来表示意义,例如‘噢,有福的阿特柔斯之子,生于吉运者,幸福之人’。因此我们亦在此处停顿声音,并且在没有任何妨碍的情况下促使被呼唤者做出回应,仿佛与此相应的思想已经完整了。然而,无论这个格还是任何其他格,即便附加上‘是’,也不可能构成断言。

语法注2 条
  1. 1.8λόγος δέ ἐστιν αὐτοῦ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά, ὅτι δὲ μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται οὐκ ἀληθεύει ἢ ψεύδεται

    属格代词 αὐτοῦ 为中性单数,指向前文的 Τὸ Φίλωνος ἢ Φίλωνι(或 ὅσα τοιαῦτα 的单数,实质上即名词的格 πτῶσις ὀνόματος)。针对主句述语 λόγος ἐστίν,从属部分通过 μέν...δέ 的对比结构表明:“尽管在其余方面依照相同之物(τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά),但区别在于……(ὅτι δὲ...)”。

  2. 1.8καὶ ταῦτα ὁμοίως αὐτῷ τὸν ἀποδεδομένον τοῦ ὀνόματος ὁρισμὸν ἐπιδεχομένας

    句式 καὶ ταῦτα 与阴性宾格分词 ἐπιδεχομένας 结合,表示让步(“尽管……/而且是在接受……的情况下”)。分词在性、数、格上与前文的宾语 τὰς πτώσεις 一致,让步性地指出斜格与主格名词同样符合名词的定义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:42.25-44.10