← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§41.12-42.24

不定名词的定义与其固有性质

针对亚里士多德在《解释篇》第2章(16a30)中引入的诸如“非人”之类的不定名词,阿摩尼奥斯阐明了它为何既不同于真正的名词,亦不同于否定命题或言语,并解释了亚里士多德本人为何将此类词语命名为“不定名词”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7

" Τὸ δὲ οὐκ ἄνθρωπος οὐκ ὄνομα. οὐ μὴν οὐδὲ κεῖταί γε ὄνομα ὅ τι δεῖ καλεῖν αὐτό· οὔτε γὰρ λόγος οὔτε ἀπόφασις. ἀλλ’ ἔστω ὄνομα ἀόριστον, ὅτι ὁμοίως ἐφ’ ὁτουοῦν ὑπάρχει καὶ ὄντος καὶ μὴ ὄντος." Τοῦτο δὲ νῦν ἐκίνησε τὸ θεώρημα, διότι ἑώρα μὲν καὶ τὰς τοιαύτας φωνὰς παραλαμβανομένας πολλάκις ἐν ταῖς ἀποφάνσεσιν, ὡς ὅταν εἴπωμεν ‘οὐκ ἄνθρωπος περιπατεῖ’, οὐδενός γε ὀνόματος ἠξιωμένας ὑπὸ τῶν παλαιοτέρων. διδάσκει τοίνυν καὶ τίσι τῶν ὠνομασμένων φωνῶν ὑποπτευθεῖεν ἂν αἱ αὐταὶ εἶναι, μὴ οὖσαι κατὰ ἀλήθειαν αἱ αὐταί, καὶ πῶς δίκαιον αὐτὰς ὀνομάζειν. ἐπεὶ οὖν μάλιστα ἄν τις ὑποπτεύσειεν αὐτὰς εἶναι ὀνόματα διά τε τὸ παραπλησίως τοῖς ὄντως ὀνόμασι τὴν τῶν ὑποκειμένων χώραν καταλαμβάνειν ἐν ταῖς προτάσεσι καὶ διὰ τὸ ἐφαρμόζειν αὐταῖς τὸν ἀποδεδομένον τοῦ ὀνόματος λόγον1 (τά τε γὰρ ἄλλα προφανῶς αὐταῖς ὑπάρχει καὶ οὐδ’ ἐπὶ τούτων τὰ μέρη σημαντικά ἐστι καθ’ ἑαυτά, τό τε ‘οὔκ’ καὶ τὸ ‘ἄνθρωπος’, ὅταν ὡς ἑνὸς τοῦ ‘οὐκ ἄνθρωπος’ ὄντα μέρη λαμβάνωνται), οὐ μὴν ὁ Ἀριστοτέλης ἀξιοῖ αὐτὰς ἁπλῶς ὀνόματα καλεῖν, διότι τὸ μὲν ὄνομα μιᾶς ἐστι φύσεως σημαντικόν, τῆς τοῦ ὀνομαζομένου, τῶν δὲ τοιούτων ἑκάστη φωνῶν ἓν μὲν ἀναιρεῖ, τὸ σημαινόμενον ὑπὸ τοῦ ὀνόματος τοῦ δίχα τῆς ἀρνήσεως λεγομένου, πάντα δὲ τὰ ἄλλα τὰ παρ’ ἐκεῖνο εἰσφέρει καὶ ὄντα καὶ μὴ ὄντα· τὸ γὰρ οὐκ ἄνθρωπος ἐπ’ ἀνθρώπου μὲν οὐ λέγεται μόνου, λέγεται δὲ ἐπὶ ἵππου καὶ κυνὸς καὶ ἐπὶ τραγελάφου καὶ ἱπποκενταύρου καὶ πάντων ἁπλῶς ὄντων τε καὶ μὴ ὄντων. διὰ ταῦτα τὸ ὅλον τοῦτο ἀόριστα ὀνόματα κελεύει αὐτὰς προσαγορεύεσθαι· ὀνόματα μέν, διότι, ὅπερ ἐν τοῖς ἑξῆς ῥηθήσεται περὶ αὐτῶν, ἕν πως σημαίνει καὶ ταῦτα, τὸ παρὰ τὸ ὡρισμένον ἅπαν ὡς ἕν, οἷον τὸ οὐκ ἄνθρωπος τὸ παρὰ τὸν ἄνθρωπον ἅπαν ὡς ἓν κατ’ αὐτὸ τοῦτο, καθ’ ὃ πάντα κοινόν τι ἔχει τὸ μὴ εἶναι ὅπερ ἄνθρωπος· ἀόριστα δέ, διότι τὸ ὑπ’ αὐτῶν σημαινόμενον οὐχ ὕπαρξίν τινα πράγματος σημαίνει, ὅπερ τοῖς ὀνόμασιν ἔθος, ἀλλ’ ἀνυπαρξίαν οὖσί τε ὁμοίως καὶ μὴ οὖσιν ἐφαρμόζουσαν. ἐπεὶ δὲ ὑπέλαβεν ἄν τις ἢ ἀποφάσεις εἶναι τὰς τοιαύτας φωνὰς διὰ τὴν τοῦ ἀρνητικοῦ μορίου προσθήκην, ἢ ὅλως λόγους, διότι σύνθεσίν τινα ἐμφαίνουσι, διὰ τοῦτο ἐπισημαίνεται ὡς οὐδέτερον τούτων δυνατὸν αὐτὰς ὀνομάζειν, οὔτε ἀπόφασιν οὔτε ἁπλῶς λόγον. ἀποφάσεις μὲν οὖν οὐκ εἰσί, διότι πᾶσα ἀπόφασις τοῦ ἀρνητικοῦ μορίου ἀφαιρεθέντος γίνεται κατάφασις, ἐπεὶ καὶ τούτῳ πλεονάζει τῆς καταφάσεως·2 αἱ δὲ τοιαῦται φωναὶ τοῦ ἀρνητικοῦ μορίου ἀφαιρεθέντος ὀνόματα ποιοῦσιν, ἀλλ’ οὐ καταφάσεις. ἀλλὰ μὴν οὐδὲ ἁπλῶς λόγοι· οὔτε γὰρ εὐχαὶ οὔτε προστάξεις οὔτε κλήσεις οὔτε ἐρωτήσεις οὔτε ἀποφάνσεις ὅλως, ἐπεὶ πᾶσα ἀπόφανσις ἢ ἀληθείας ἢ ψεύδους ἐστὶ σημαντική, τούτων δὲ οὐδέτερον ὑπὸ τῶν τοιούτων σημαίνεται φωνῶν. ἐπεὶ οὖν οὔτε τούτων οὐδέτερον καλεῖν αὐτὰς δυνατόν, λόγον ἢ ἀπόφασιν, οὔτε ἄλλο τι ἔχομεν ἐν τῇ συνηθείᾳ κείμενον ὄνομα ταῖς τοιαύταις φωναῖς, ὥσπερ ταῖς μὲν τοιαῖσδε τὸ τοῦ ὀνόματος ταῖς δὲ τοιαῖσδε τὸ τοῦ ῥήματος καὶ ταῖσδε τὸ τῆς καταφάσεως καὶ ἄλλαις ἄλλο, καλέσωμεν ἡμεῖς αὐτάς, φησίν, ἀόριστα ὀνόματα,3 διὰ τοῦ ἀλλ’ ἔστω ὄνομα ἀόριστον δηλῶν ὅτι αὐτός ἐστιν ὁ τὸ ὄνομα τοῦτο θέμενος ταῖς τοιαύταις φωναῖς.

“但是‘非人’不是名词。而且对于应当如何称呼它,甚至并没有既定的名词;因为它既非言语亦非否定。但且称之为不定名词,因为它同样归属于任何事物,不论是有者还是非有者。” 他现在提出这个论题,是因为他看到这类发音亦频繁地在断言中被采用,例如当我们说“非人行走”时,然而它们却未曾被古人赋予任何名词。因此,他教导人们:它们可能被怀疑与哪些已被命名的发音相同(尽管事实上并非相同),以及正当地当如何称呼它们。既然人们最可能怀疑它们是名词,一方面是因为它们在命题中占据主项的位置与真正的名词相似,另一方面是因为给出的名词定义契合于它们(因为其余特征显然属于它们,并且在这些发音中各部分本身亦非单独有意义,不论是‘非’还是‘人’,当它们被作为‘非人’这单一整体的部分而被接受时);然而,亚里士多德并不赞同将它们径直称为名词,因为名词表示单一的本性,即被命名者的本性,而此类发音中的每一个皆取消了一物,即无否定词而被言说的名词所指之物,并引入了除那以外的所有其他事物,不论是有者还是非有者;因为‘非人’唯独对人不说,而对马、狗、羊鹿、半人马以及径直对一切有者和非有者皆可说。由于这些缘故,他要求以‘不定名词’这一整个〔表述〕来称呼它们:一方面是‘名词’,因为正如在后文中将关于它们所说的那样,这些发音在某种方式上亦表示一,即表示在确定之物以外的一切作为一——例如‘非人’正是根据所有事物皆具有‘不是人所是的那种东西’这一共同点,而将人以外的一切作为一加以表示;另一方面是‘不定’,因为由它们所指称的并非表示某种事物的存在(这本是名词的通例),而是同样适用于有者与非有者的非存在。然而,鉴于有人可能会由于否定小词的增添而认为此类发音是否定,或者由于它们显现出某种结合而认为它们总的而言是言语,为此他指出,将它们称为这两者中的任何一个都是不可能的,既非否定,亦非单纯的言语。首先,它们不是否定,因为任何否定在去除了否定小词之后皆变为肯定,并且否定正是以此小词而超出肯定;然而此类发音在去除了否定小词之后生成的是名词,而非肯定。再者,它们亦绝非单纯的言语;因为它们既非祈愿,亦非命令,亦非呼告,亦非提问,亦非任何断言,因为任何断言皆表示真或假,而此类发音并不表示这两者中的任何一个。因此,既然既不可能将它们称为这两者(言语或否定)中的任何一个,而且我们在习俗中亦没有任何其他为这类发音设立的既定名词(正如我们对某类发音赋予‘名词’,对某类赋予‘动词’,对某类赋予‘肯定’,对其他发音赋予别的一样),他说,“让我们称它们为不定名词吧”,并通过“但且称之为不定名词”表明,正是他自己为这类发音设立了这个名词。

语法注3 条
  1. 1.7ἐπεὶ οὖν μάλιστα ἄν τις ὑποπτεύσειεν αὐτὰς εἶναι ὀνόματα διά τε τὸ παραπλησίως τοῖς ὄντως ὀνόμασι τὴν τῶν ὑποκειμένων χώραν καταλαμβάνειν ἐν ταῖς προτάσεσι καὶ διὰ τὸ ἐφαρμόζειν αὐταῖς τὸν ἀποδεδομένον τοῦ ὀνόματος λόγον

    由 ἐπεὶ οὖν 引导的长因果/让步从句在经过括号式的补充说明后,与主句 οὐ μὴν ὁ Ἀριστοτέλης ἀξιοῖ αὐτὰς ἁπλῶς ὀνόματα καλεῖν(“然而亚里士多德并不赞同将它们径直称为名词”)相呼应。其结构骨架在于形成对立关系:尽管极有理由怀疑它们是名词,亚里士多德依然拒绝这种定名。

  2. 1.7ἐπεὶ καὶ τούτῳ πλεονάζει τῆς καταφάσεως

    动词 πλεονάζει(“超过”、“多出”)支配表示比较的属格 τῆς καταφάσεως,并附带表示手段/差额的与格 τούτῳ(“以此[小词]”)。它表达了否定命题因带有着否定小词而在结构上超出肯定命题。

  3. 1.7καλέσωμεν ἡμεῖς αὐτάς, φησίν, ἀόριστα ὀνόματα

    καλέσωμεν 是劝勉虚拟式(“让我们称……”)。φησίν 以直接引语方式插入其中,阿摩尼奥斯将亚里士多德在引文(lemma)中所用的第三人称命令式 ἔστω(“且称之为……”)用意转述为第一人称复数的提议。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:41.12-42.24