- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:39.32-41.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯论证了名词真正的属是“符号”,给出了其完整的定义,并阐明其与柏拉图学说的一致性;随后从句法和词汇角度注解了为何“出于规约”这一限定语对于排除兽类等非拼音性声响是必不可少的。
ταῦτα μὲν οὖν πρὸς τὸν συλλογισμόν. Ὁ δέ γε Ἀριστοτέλης ὅτι κατὰ συνθήκην τὸ ὄνομα ὑπομιμνήσκει ἀπὸ τοῦ συναναφαίνεσθαι τῇ πρώτῃ γενέσει καὶ θέσει τοῦ ὀνόματος τὸ σύμβολον αὐτὸ εὐθὺς εἶναι τοῦ ὀνομαζομένου, καὶ οὐχ ὁμοίωμα φυσικόν, ἀλλ’ εἴπερ ἄρα, τὸ ὅλον τοῦτο κατὰ τέχνην ὁμοίωμα· διὸ καὶ εἴ τις ἐπιζητοίη τοῦ ὀνόματος τὸ γένος, ἐπειδὴ τὴν φωνὴν ὕλης πρὸς αὐτὸ λόγον ἔχειν ἀποφαινόμεθα, τὸ σύμβολον ἀποδώσομεν, ὥστ’ εἶναι αὐτοῦ τὸν ὄντως ὁρισμὸν ‘σύμβολον ἐκ φωνῆς σημαντικῆς κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος σημαντικὸν κεχωρισμένον ὑπάρξεώς τινος ἢ προσώπου δηλωτικόν’, τοῦ μὲν γένους αὐτοῦ νῦν παραδοθέντος, τῶν δὲ πρότερον νῦν ἐν ὁρισμοῦ τάξει ῥηθέντων εἰς ἔννοιαν ἡμᾶς ἀγόντων τοῦ ὀνόματος ἀπό τε τῆς ὕλης αὐτοῦ καὶ τοῦ προσεχοῦς εἴδους.1 ὡς εἴ τις θρόνον δηλῶσαι βουλόμενος αὔταρκες ἡγεῖται πρὸς τὸ παραστῆσαι αὐτοῦ τὴν ἔννοιαν τὸ εἰπεῖν ὅτι ἐστὶ ξύλον τοιῶσδε ἐσχηματισμένον, καίτοι δυνατὸν ὂν ἀκριβολογούμενον λέγειν ὅτι ἐστὶ σκεῦος πρὸς τόδε χρήσιμον ἐκ ξύλου τοιῶσδε ἐσχηματισμένον. ἔσται δὲ τὸ αὐτὸ τοῦτο δηλονότι καὶ τοῦ ῥήματος καὶ τοῦ λόγου γένος κατὰ τὴν σημαντικὴν ἐν αὐτοῖς δύναμιν· πρὸς ἄλληλα γὰρ λέγεται τό τε σημαῖνον καὶ τὸ σημαινόμενον, ὥστε σύμβολα εἰκότως τὰ κατὰ συνθήκην σημαίνοντα τῶν σημαινομένων. κατὰ δὲ τὴν λέξιν καὶ τὸ πλῆθος τῶν συμπληρουσῶν αὐτὴν συλλαβῶν ὑπὸ τὸ ποσὸν ἕκαστον αὐτῶν ἀνοίσομεν. εἰ δὲ τὸ ὄνομα καὶ σύμβολον καὶ ὁμοίωμα τεχνητὸν ἀξιοῦμεν καλεῖν, οὐ θαυμαστόν· ἔσται γὰρ τὸ μὲν ἀσκόπως τεθὲν μόνως σύμβολον, τὸ δὲ κατὰ λόγον ὡς μὲν δυνάμενον ἐξ ἄλλων καὶ ἄλλων συγκεῖσθαι συλλαβῶν ἐοικὸς τοῖς συμβόλοις, ὡς δὲ τῇ φύσει τοῦ ὀνομαζομένου προσῆκον ὁμοίωμα, καὶ οὐ σύμβολον. ἀλλὰ ταῦτα μὲν ὥσπερ πορίσματα ληπτέον ἐκ τῶν εἰρημένων, συνᾴδοντα τοῖς ἐν Κρατύλῳ περὶ τοῦ ὀνόματος ὑπὸ τοῦ Σωκράτους παραδεδομένοις· καὶ γὰρ ἐκεῖνος τὸ ὄνομα μίμημά φησιν εἶναι τῆς ἑκάστου οὐσίας διὰ φωνῆς ἐνάρθρου, ταὐτὸν δὲ εἰπεῖν ἐκ στοιχείων καὶ συλλαβῶν κατεσκευασμένον, ὥσπερ τὰ ῥήματα τῶν ἐπακολουθούντων (τοῦτ’ ἔστι τῶν ὑπαρχόντων) ταῖς οὐσίαις μιμήματα εἶναι, λόγον δὲ τὸν ἐξ ἀμφοῖν, τοῦ τε ὀνόματος καὶ τοῦ ῥήματος, συγκείμενον, ὡς ἂν καὶ αὐτὸς διά τε τούτων καὶ τῶν ἐν Σοφιστῇ ῥηθέντων πρὸ τοῦ Ἀριστοτέλους μόνα τοῦ λόγου κυρίως μέρη τὸ ὄνομα καὶ τὸ ῥῆμα εἶναι τιθέμενος. Τὴν δὲ χρείαν τοῦ κατὰ συνθήκην ὁ φιλόσοφος ἐπιδεικνύς, ἐπεὶ σημαίνουσί τι, φησί, καὶ οἱ ἀγράμματοι ψόφοι, τοῦτ’ ἔστιν αἱ ἄναρθροι φωναί (τῷ γὰρ ψόφῳ νῦν ὡς γένει τῆς φωνῆς ἀντὶ τοῦ εἴδους ἐχρήσατο), οἷον θηρίων, ὧν οὐδέν ἐστιν ὄνομα, ὡσανεὶ ἔλεγεν, ἐπεὶ δίχα τῆς προσθήκης ταύτης οὐδὲν μᾶλλον τὸ ὄνομα ἐδηλοῦμεν ἢ τὰς φύσει προφερομένας φωνὰς τὰς ἀγραμμάτους, οἷον τὰς τῶν ἀλόγων ζῴων, ἃ θηρία ἐκάλεσεν, ὥσπερ καὶ Πλάτων, ὡς σύστοιχον μᾶλλον ἔχοντα τὸ ἄγριον διὰ τὸ ἄλογον καὶ ὡς οὐ πεφυκότα πολιτεύεσθαι, ἀλλ’ ἐπίκτητον δεχόμενα τὸ ἥμερον, ἐν ὅσοις αὐτῶν καὶ δοκεῖ ποτε τοῦτο ὑπάρχειν τιθασσευομένοις. τὸ δὲ ὧν οὐδέν ἐστιν ὄνομα ἢ ἀντὶ τοῦ οὐδεὶς εἴρηται ‘ὧν ψόφων οὐδείς ἐστιν ὄνομα’,2 ἢ κατ’ ἔλλειψιν τοῦ φθέγμα ‘ὧν θηρίων οὐδὲν φθέγμα ἐστὶν ὄνομα’· οὐ γὰρ δήπου λέγοι ἂν μὴ εἶναι ὀνόματα τῶν φωνῶν τῶν ἀλόγων ζῴων· λέγεται γὰρ ἡ μέν τις ὑλακὴ ἡ δὲ χρεμετισμὸς ἢ μυκηθμός. ταῦτα ἐξηγησάμενος περὶ μὲν τῶν λοιπῶν οὐδὲν προστίθησι, τοῦ τε φωνὴ καὶ τοῦ σημαντική, ὡς προφανῶν λίαν ὄντων. προχειρίζεται δὲ τὸν περὶ τοῦ ἀορίστου ὀνόματος λόγον καί φησι·
以上便是针对那个三段论的反驳。然而亚里士多德提醒我们名词是“出于规约”的,其依据在于:随着名词的最初生成和设定,便立即显明它乃是被命名者的符号,而非自然本性的肖像,但若一定要说的话,整个而言乃是依据技术的肖像。因此,若有人探问名词的属,既然我们表明发音相对于它处于质料的比例关系,我们便将给出“符号”,以致其真正的定义为“由依规约有意义而不含时间的发音构成的符号,其任何部分皆非单独有意义以指示某种实在或位格”;此时属本身已被给出,而此前按定义次序陈述的内容,正从名词的质料及其直接形式两方面将我们引向名词的概念。这正如若有人意欲表明椅子,认为为了呈现其概念,仅说它是“如此这般被塑造成形的木头”便已足矣,尽管对于一个力求精确的人而言,完全可以说它是“由如此这般被塑造成形的木头制成、用于此特定用途的器具”。显而易见,这同一个东西依据动词和言语内在的有意义潜能,亦将是动词和言语的属;因为能指者与所指者是相对而言的,从而依据规约指称者理所当然是所指者的符号。然而若依据字词本身以及充实它的音节数量,我们则会将它们各自归入数量[范畴]之下。如果我们认为将名词既称为符号又称为人工肖像并无不可,这亦不值得奇怪;因为随意设立者仅仅是符号,而依理性设立者,一方面作为能由不同音节构成之物类似于符号,另一方面作为契合被命名者之本性之物则是肖像而非符号。但这些应当被视为从上述论断中得出的推论,它们与苏格拉底在《克拉底鲁篇》中关于名词所传达的观点融通一致;因为那位哲人亦说名词乃是通过分节发音对每一事物之实体的摹仿——换言之即由字母与音节建构而成的摹仿——正如动词是对随附于(即属于)实体的事物的摹仿,而言语则是由二者(名词与动词)复合而成的那种东西,似乎他本人通过这些论述以及在《智者篇》中所言,亦在亚里士多德之前确立了唯有名词和动词才是言语严格意义上的部分。 哲学家为了表明“出于规约”的必要性,说道:“因为非拼音性的声响亦表示某种意义”,即无分节的发音(因为他现在将“声响”作为发音的属而非种来使用),“例如野兽的声响,其中无一物是名词”;这仿佛是在说:因为若无这一补充,我们表示名词并不比表示那些由本性发出的非拼音性声音——例如无理性动物的声音——更加确切;他像柏拉图那样将这些动物称为“野兽”,是因为它们因缺乏理性而更多地具有野性这一同列特质,且天生不适于城邦生活,而仅仅是在被驯化时、在它们之中显现此特征的那些个体身上获得后天的温驯。“其中无一物是名词”[ὧν οὐδέν ἐστιν ὄνομα]这一表述,要么是代替〔阳性的〕“没有一个”[οὐδείς]而说成“在这些声响中没有一个是名词”[ὧν ψόφων οὐδείς ἐστιν ὄνομα],要么是通过省略“语声”[φθέγμα]而说成“在这些野兽的语声中没有一个是名词”[ὧν θηρίων οὐδὲν φθέγμα ἐστὶν ὄνομα];因为他绝不可能是在说不存在关于无理性动物发音的名词,因为事实上某种发音被称为“吠声”,另一种被称为“嘶鸣”或“低哞”。在诠释了这些之后,对于其余各项,即“发音”与“有意义的”,他没有再作增添,因为它们显而易见。随后他着手探讨关于不定名词的论说,并说道:
- 1.6τοῦ μὲν γένους αὐτοῦ νῦν παραδοθέντος, τῶν δὲ πρότερον νῦν ἐν ὁρισμοῦ τάξει ῥηθέντων εἰς ἔννοιαν ἡμᾶς ἀγόντων τοῦ ὀνόματος ἀπό τε τῆς ὕλης αὐτοῦ καὶ τοῦ προσεχοῦς εἴδους
这是一个由 μέν 和 δέ 构成对照的双重属格独立结构:前半句 τοῦ μὲν γένους αὐτοῦ νῦν παραδοθέντος 与后半句 τῶν δὲ πρότερον νῦν ἐν ὁρισμοῦ τάξει ῥηθέντων εἰς ἔννοιαν ἡμᾶς ἀγόντων... 相对置。在后半句中,实体化的中性复数分词短语 τῶν ῥηθέντων(此前按定义次序陈述的内容)作为意义上的主语,分词 ἀγόντων 与之保持性数格一致,构成表示伴随情况或原因的属格独立结构。
- 1.6τὸ δὲ ὧν οὐδέν ἐστιν ὄνομα ἢ ἀντὶ τοῦ οὐδεὶς εἴρηται ‘ὧν ψόφων οὐδείς ἐστιν ὄνομα’, ἢ κατ’ ἔλλειψιν τοῦ φθέγμα ‘ὧν θηρίων οὐδὲν φθέγμα ἐστὶν ὄνομα’
此处是对亚里士多德原文 ὧν οὐδέν ἐστιν ὄνομα 的语法和句法注解。若关系代词 ὧν 指代阳性名词 ψόφοι,按常规该代词应为阳性 οὐδείς;针对中性 οὐδέν 的出现,阿摩尼奥斯给出了两种解释方案:要么 (1) 发生性的变通(以中性 οὐδέν 代替阳性 οὐδείς 指代声响),要么 (2) 关系词先行词为 θηρία,句中省略了中性名词 φθέγμα(声音、语声),即“在这些野兽的语声中没有一个是名词”。
