- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:38.17-39.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯驳斥了认为凡发声皆有意义的狄奥多罗,以及凭借祈祷与诅咒否定“出于规约”的主张;随后他借助门与木质的质料与形式之区分,反驳了阿佛洛狄西亚的亚历山大关于“名词因是发音而必然出于本性”的三段论。
εἰ δὲ ταῦτα ὀρθῶς λέγεται, δῆλον ὡς οὐκ ἀποδεξόμεθα τὸν Διαλεκτικὸν Διόδωρον πᾶσαν οἰόμενον φωνὴν σημαντικὴν εἶναι καὶ πρὸς πίστιν τούτου καλέσαντα τῶν ἑαυτοῦ τινα οἰκετῶν Ἀλλαμὴν καὶ ἄλλον ἄλλῳ συνδέσμῳ· ποίαν γὰρ ἕξουσιν αἱ τοιαῦται φωναὶ σημασίαν φύσεώς τινος ἢ προσώπου, καθάπερ τὰ ὀνόματα, ἢ ἐνεργείας ἢ πάθους, καθάπερ τὰ ῥήματα, χαλεπὸν καὶ πλάσαι. Ἐπεὶ δὲ ἕτεροι τὸ θέσει τῶν ὀνομάτων ἐξορίζειν ἐπιχειροῦσιν, ὥσπερ ὁ Πετραῖος Δουσάρειος, τὰς εὐχὰς ἡμῖν καὶ τὰς ἀρὰς παραφέροντες, ἐν αἷς τὰ ὀνόματα ἡμῶν λεγόμενα ἢ ὠφελοῦσιν ἐναργῶς τοὺς ὀνομαζομένους ἢ βλάπτουσι,1 καίτοι τῆς συνθήκης ἀνθρώπων μὲν εἰκότως πρὸς ἀνθρώπους γενομένης, ἀνθρώπων δὲ πρὸς θεοὺς οὐδὲ μέχρι ἐπινοίας ὑφίστασθαι δυναμένης, ῥητέον καὶ πρὸς τούτους ὅτι λογικοὺς ἡμᾶς καὶ αὐτοκινήτους ὑποστήσαντες οἱ θεοὶ πολλῶν πράξεων κυρίους εἰκότως κατέστησαν, ὁρῶντές τε πάντα τὰ ἡμέτερα ἀτρέπτως καὶ τὰς θέσεις τὰς ἡμετέρας παραδεχόμενοι πρὸς ταύτας ἡμῖν ὡς αὐτοκινήτοις τὸ κατ’ ἀξίαν ἀφορίζουσι, μᾶλλον δὲ ἡμεῖς διὰ τῶν ἐπὶ ταῖς θέσεσι τοιῶνδε φαντασιῶν, ὀρέξεών τε καὶ ἐγκλίσεων, τοιόνδε ζωῆς τύπον ἐν ἑαυτοῖς κατασκευάζοντες κατὰ τοῦτον ἀπολαύομεν τῆς προσηκούσης ἡμῖν τῶν θεῶν προνοίας· ὥσπερ τὰ σώματα ὁρῶμεν, ἐπειδὰν μὲν ἐκπυρωθῶσι, κοῦφά τε καὶ ἀνώφορα κατὰ φύσιν γινόμενα, μεταβάλλοντα δὲ πάλιν ἐπὶ τὸ γεωδέστερόν τε καὶ ἐμβριθέστερον ἔμπαλιν κάτω φερόμενα κατὰ τὴν τότε αὐτοῖς ὑπάρχουσαν ῥοπήν· καὶ τοῦ βασιλέως ἡλίου2 πρὸς τῇ μεσημβρίᾳ τὸ ὑπὲρ γῆν ἅπαν ἡμισφαίριον καταλάμποντος οἱ μὲν ἐγρηγορότες καὶ τὰ ὄμματα κατὰ φύσιν ἔχοντες ἀπολαύουσι τῶν ἀπὸ τοῦ φωτὸς ἀγαθῶν, οἱ δὲ καθεύδοντες ἢ μύοντες ἢ ἄλλως ἐγκαλυψάμενοι τὰς ὄψεις οὐ τυγχάνουσι παρὰ τὴν ἑαυτῶν αἰτίαν, ἀλλ’ οὐ φθόνῳ τινὶ τοῦ τὸ φῶς ἀφθόνως ἅπασι χορηγοῦντος θεοῦ. Ἀλλὰ ταῦτα μὲν ἐπὶ πλέον ἐμηκύναμεν, τὴν συμφωνίαν τῶν φιλοσόφων ἐπιδεῖξαι βουλόμενοι καὶ τὸ θεώρημα ζητεῖσθαι παρὰ τοῖς παλαιοῖς εἰωθὸς οὐ παντάπασιν ἀδιερεύνητον παραδραμεῖν δοκιμάσαντες. ἑξῆς δὲ τούτοις ἐπισκεψώμεθα τὸν συλλογισμόν, ὃν ὁ Ἀφροδισιεὺς ἐξηγητὴς ἐκτίθεται, κατασκευάζειν δοκοῦντα μόνως εἶναι φύσει τὰ ὀνόματα καὶ τὰ ῥήματα· τὰ γὰρ ὀνόματα, φησί, καὶ τὰ ῥήματα φωναί, αἱ δὲ φωναὶ φύσει, τὰ ἄρα ὀνόματα καὶ τὰ ῥήματα φύσει. πρὸς ταῦτα τοίνυν ῥητέον ὅτι τὰ ὀνόματα καὶ τὰ ῥήματα οὐχ ἁπλῶς ἂν λέγοιντο εἶναι φωναί, ἀλλὰ κατὰ τὴν ὕλην. ὥσπερ οὖν εἴ τις ἔλεγεν ‘ἡ θύρα ξύλον, τὸ ξύλον φύσεως ἔργον, ἡ ἄρα θύρα φύσεως ἔργον’, γελοῖος ἂν ἦν (λέγεται γὰρ ἡ θύρα ξύλον κατὰ τὴν ὕλην, οὐκ ἀνάγκη δὲ τὸ ὕλῃ χρώμενον φυσικῇ καὶ αὐτὸ φύσει εἶναι, διότι πάντα τὰ τεχνητὰ τὴν ὑπόστασιν ἐκ τῆς ἡμετέρας ἐπινοίας ἔχοντα περὶ τὴν φυσικὴν ὕλην ὑφίσταται), τὸν αὐτὸν κἀνταῦθα τρόπον ῥητέον ὅτι φύσεως μέν ἐστιν ἔργον ἡ φωνή (φύσει γάρ ἐσμεν φωνητικοί)· τὰ δὲ ὀνόματα καὶ τὰ ῥήματα λέγοιντο ἂν εἶναι φωναὶ οὐχ ἁπλῶς, ἀλλὰ τοιῶσδε μορφωθεῖσαι καὶ διαπλασθεῖσαι ὑπὸ τῆς λεκτικῆς καλουμένης φαντασίας τοιῶσδε καὶ τοιῶσδε τὰ φωνητικὰ κινούσης ὄργανα, καθάπερ τὸ ξύλον ὑπὸ τοῦ τέκτονος πρὸς τὴν τῆς θύρας γένεσιν. ὥσπερ οὖν τὸ ξύλον πρὶν εἰδοποιηθῆναι οὐκ ἄν τις ὀνομάσοι θύραν, οὕτως οὐδὲ τὰς μὴ τοιῶσδε μορφωθείσας φωνὰς ὀνόματα ἢ ῥήματα,3 ὥστε κατὰ τὸ εἶδος αὐτὰ λέγεσθαι εἶναι τοιαῦτα ἐξ ἐπινοίας ἡμετέρας γεγονότα καὶ ὄντα διὰ τοῦτο θέσει.
如果这些说法是正确的,那么显而易见,我们绝不会赞同辩证派的狄奥多罗,他认为凡发音皆有意义,并且为了证实这一点,将自己的一个奴隶命名为“但是”[Ἀλλαμήν],而将另一个以另一种连词命名;因为这类发音究竟能具有关于某种本性或位格的何种意义表示(正如名词那样),或者关于某种活动或受动的何种意义表示(正如动词那样),甚至是难以凭空构想的。另一方面,既然其他人企图驱逐名词的“出于规约”,正如佩特拉的杜萨里奥斯那样,向我们援引祈祷和诅咒作为例证,在其中当我们说到我们的名词时,它们明显地造福或伤害被命名者,尽管契约固然合理地发生在人与人之间,但在人与神之间甚至在观念的限度内也无法成立;因此也必须对这些人说:诸神将我们设立为理性的且自我运动的存在者,理所当然地使我们成为诸多行为的主人;诸神不移地洞察我们的一切事务,接纳我们的设定,并针对这些设定,向作为自我运动者的我们划分出应得的份额;或者倒不如说,我们通过基于这些设定的此类表象、欲求和倾向,在自身中塑造了如此这般的生命样式,并依此享受适合于我们的诸神之护佑。正如我们看到物体在被点燃时依照本性变得轻捷且向上移动,而在再次向更加多土和沉重的状态转变时,则依照当时存在于它们之中的偏向反过来向下运动;又如当太阳君王在正午照亮地上整个半球时,那些清醒着且双目处于合乎本性状态的人享受着来自光明的恩泽,而那些睡眠中、闭着眼或以其他方式蒙住视线的人,则由于自身的原因未能获得,而绝非出于将光明无私恩赐予万物的神明的某种嫉妒。 我们在这些问题上作了较长的申述,是因为我们希望表明哲学家们之间的融通一致,并认为不应将古代人习惯探讨的这一学理完全不加考察地略过。在此之后,让我们审视一下阿佛洛狄西亚的诠释家所提出的三段论,它似乎确立了名词和动词仅仅出于本性:他说,名词和动词是发音,发音出于本性,因此名词和动词出于本性。针对这一论辩,应当指出:名词和动词不能被端实地称为发音,而是就其质料而言被称为发音。因此,正如若有人说“门是木头,木头是本性的杰作,因此门是本性的杰作”,他就会是可笑的(因为门是就其质料而言被称为木头,而使用自然质料之物自身并不必然也出于本性,因为一切人工制品其成立虽源自我们的构想,却都实存于自然质料之上);在同样的方式下,在这里也应当说,发音固然是本性的杰作(因为我们在本性上是能够发声的);但名词和动词不能被端实地称为发音,而是被所谓的言语表象如此这般地形塑和造就的发音——言语表象以此种和彼种方式驱动发音器官,正如木头由木匠为了门的生成[而被塑造]那样。因此,正如在木头获得形式之前,没有人会称之为门,同样,人们也不会将未经如此形塑的发音称为名词或动词;因而它们是就形式而言被称为如此这般的,源自我们的构想,并因而是出于规约的。
- 1.6ἐν αἷς τὰ ὀνόματα ἡμῶν λεγόμενα ἢ ὠφελοῦσιν ἐναργῶς τοὺς ὀνομαζομένους ἢ βλάπτουσι
中性复数主语 τὰ ὀνόματα 支配了复数动词 ὠφελοῦσιν 和 βλάπτουσι,违背了中性复数主语配单数动词的常规规则。这种复数一致性凸显了在祈祷和诅咒中被诵出的各个名字所具有的效力。
- 1.6ὥσπερ τὰ σώματα ὁρῶμεν... καὶ τοῦ βασιλέως ἡλίου...
解释神圣护佑运作机制的双重比喻结构。前半段由 ὁρῶμεν 支配宾格分词结构(τὰ σώματα ... γινόμενα ... φερόμενα),后半段则由属格绝对结构(τοῦ βασιλέως ἡλίου ... καταλάμποντος)引导,其主句构成了 οἱ μὲν ... ἀπολαύουσι, οἱ δὲ ... οὐ τυγχάνουσι 的正反对比。
- 1.6οὕτως οὐδὲ τὰς μὴ τοιῶσδε μορφωθείσας φωνὰς ὀνόματα ἢ ῥήματα
与前面的 ὥσπερ οὖν τὸ ξύλον πρὶν εἰδοποιηθῆναι οὐκ ἄν τις ὀνομάσοι θύραν 相呼应的主句,省略了潜能希求法动词 ὀνομάσειεν ἄν(或 ὀνομάσοι ἄν)。句中 τὰς ... φωνάς 作宾语,ὀνόματα ἢ ῥήματα 作谓语宾格,构成双重宾格结构。
