- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:33.1-34.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯通过将复合名词与复合陈述进行对照,解释了名词定义中“其部分在分离时无意义”这一界说,随后着手梳理《克拉底鲁》中苏格拉底与克拉底鲁的立场,以阐释“依约定”的内涵。
" Ἐν γὰρ τῷ Κάλλιππος τὸ ἵππος οὐδὲν αὐτὸ καθ’ ἑαυτὸ σημαίνει, ὥσπερ ἐν τῷ λόγῳ τῷ καλὸς ἵππος. οὐ μὴν οὐδ’ ὥσπερ ἐν τοῖς ἁπλοῖς ὀνόμασιν, οὕτως ἔχει καὶ ἐν τοῖς πεπλεγμένοις· ἐν ἐκείνοις μὲν γὰρ οὐδαμῶς τὸ μέρος σημαντικόν, ἐν δὲ τούτοις βούλεται μέν, ἀλλ’ οὐδενὸς κεχωρισμένον,1 οἷον ἐν τῷ ἐπακτροκέλης τὸ κέλης. τὸ δὲ κατὰ συνθήκην, ὅτι φύσει τῶν ὀνομάτων οὐδέν ἐστιν, ἀλλ’ ὅταν γένηται σύμβολον, ἐπεὶ δηλοῦσί γέ τι καὶ οἱ ἀγράμματοι ψόφοι οἷον θηρίων, ὧν οὐδέν ἐστιν ὄνομα." Ἡ χρεία τῶν παραληφθεισῶν ἐν τῷ λόγῳ τοῦ ὀνόματος διαφορῶν παραδίδοται διὰ τούτων, ἀρχομένης τῆς διδασκαλίας ἐκ τῆς τελευταίας ῥηθείσης· λέγεται γὰρ πρῶτον τίνος ἕνεκα προστέθειται τὸ ἧς μηδὲν μέρος σημαντικὸν κεχωρισμένον. φησὶν οὖν ὅτι πρὸς διάκρισιν εἴρηται τοῦτο τῶν ἐξ ὀνομάτων συγκειμένων λόγων· ἐπὶ γοῦν τοῦ Κάλλιππος ὀνόματος τὸ ἵππος οὐδαμῶς σημαίνει τὸ τοιόνδε ζῷον, καίτοι ἐν τῷ καλὸς ἵππος λόγῳ σημαντικὸν αὐτοῦ τυγχάνον, οὐδὲ ἐν τῷ ἐπακτροκέλης, ὅπερ ἐστὶ νεὼς ὄνομα λῃστρικῆς, τὸ κέλης, οὐδὲ ἐπ’ ἄλλου τῶν τοιούτων οὐδενός· ἁπλῶν γάρ εἰσι νοημάτων σημαντικὰ τὰ τοιαῦτα ὀνόματα, κἂν δοκῇ τινα κατὰ τὴν λέξιν σύνθεσιν ἔχειν, ὥσπερ οἱ λόγοι τῶν συνθέτων εἰσὶ δηλωτικοὶ νοημάτων κατὰ τὰ πρότερον περὶ τούτων διωρισμένα. καὶ ἐπὶ τοῦ Κάλλιππος τοίνυν, εἴπερ ἐστὶν ἁπλοῦ δηλωτικὸν νοήματος τοῦ ἀνθρώπου, ᾧ κεῖται τοῦτο τὸ ὄνομα, δῆλον ὅτι τὸ ἵππος ὅταν ὡς μέρος αὐτοῦ λαμβάνηται, οὐκ ἔχει τὴν αὐτὴν δύναμιν τῷ καθ’ ἑαυτὸ λεγομένῳ· καθ’ ἑαυτὸ μὲν γὰρ ὡς ὄνομα ῥηθὲν τὸ ἵππος σημαίνει τὸ τοιόνδε ζῷον, ὅταν δὲ ὡς μέρος τοῦ Κάλλιππος ληφθῇ, ἀποσπασθὲν τῆς οἰκείας ὁλότητος, νεκρόν τι κατὰ τὸ σημαίνειν γίνεται, μηδὲν διαφέρον τῶν παντάπασιν ἀσήμων συλλαβῶν, αἳ μέρη εἰσὶν ἁπλῶν ὀνομάτων, ὡς ἐπὶ τοῦ Πλάτων ἢ Δίων, πλὴν τούτῳ μόνον, ὅτι τὰ μὲν τῶν ἁπλῶν ὀνομάτων μέρη οὐδὲ δόκησιν ἔχει τοῦ καθ’ ἑαυτὰ σημαντικὰ εἶναι, τὰ δὲ τῶν διπλῶν φαντασίαν μέν τινα παρέχει τοῦ σημαίνειν, ὅπερ Ἀριστοτέλης βούλεσθαι εἶπεν, οὐ μέντοι καὶ κατὰ ἀλήθειαν τοῦτο ἐργάζεται. κατὰ τοῦτον οὖν τὸν κανόνα διαστήσομεν πολλάκις ὀνόματα λόγων2 διὰ τῶν αὐτῶν ἐκφωνουμένων τοῖς ὀνόμασι συλλαβῶν, ὡς ἐπὶ τοῦ Νεάπολις καὶ Ἡλιούπολις· ὅταν μὲν γὰρ τό τε νέα καὶ τὸ πόλις ἢ τὸ ἡλίου καὶ τὸ πόλις ὡς σημαντικὰ λαμβάνηται, λόγος ἔσται σημαντικὸς ἢ τῆς νῦν κτισθείσης πόλεως ἢ τῆς ἡλίου ἱερᾶς, ἑκατέρου τῶν μερῶν ἰδίαν τινὰ δηλοῦντος ἔννοιαν· ὅταν δὲ μηδέτερον αὐτῶν σημαντικὸν ᾖ καθ’ ἑαυτό, κύριον ἔσται ὄνομα τῆσδε τῆς πόλεως, ἑνὸς μόνου νοήματος ἐκ τοῦ ὅλου σημαινομένου καὶ διὰ τοῦτο τῶν μερῶν οὐδετέρου σημῆναί τι δυναμένου. Ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης ἐπήγαγε τὴν τελευταίαν ἀποδοθεῖσαν τοῦ ὀνόματος διαφορὰν ἐξηγούμενος. ἀκόλουθον δὲ ὂν ἐφεξῆς τὴν πρὸ ταύτης ῥηθεῖσαν διαφορὰν παραστῆσαι, λέγω δὴ τὸ ἄνευ χρόνου, τοῦτο μὲν παρῆλθεν3 ὡς εὐκαιρότερον ἐν τῇ τοῦ ῥήματος διδασκαλίᾳ περὶ αὐτοῦ διαλεξόμενος, ἐν οἷς διδάξει πῶς ἀφορίζεται τὸ ῥῆμα, κατὰ τὸ προσσημαίνειν χρόνον. τὸ δέ γε πρὸ τούτου τὸ κατὰ συνθήκην ἐξηγούμενος φησι· τὸ δὲ κατὰ συνθήκην, ὅτι φύσει τῶν ὀνομάτων οὐδέν ἐστι. κἀνταῦθα ζητῆσαι ἄξιον πῶς τοῦ ἐν Κρατύλῳ Σωκράτους ἀγωνιζομένου πρὸς τὸν Ἑρμογένην λέγοντα θέσει τὰ ὀνόματα εἶναι καὶ δεικνύντος αὐτὰ φύσει, διισχυρίζεται διὰ τούτων ὁ Ἀριστοτέλης μηδὲν τῶν ὀνομάτων εἶναι φύσει. καὶ ῥητέον ὅτι διχῶς λέγεται τὸ φύσει παρὰ τοῖς φύσει εἶναι τὰ ὀνόματα διαταξαμένοις, ὁμοίως δὲ καὶ τὸ θέσει διχῶς παρὰ τοῖς θέσει αὐτὰ εἶναι τιθεμένοις· τῶν μὲν γὰρ φύσει αὐτὰ εἶναι ἀξιούντων οἱ μὲν οὕτω τὸ φύσει λέγουσιν, ὡς φύσεως αὐτὰ οἰόμενοι εἶναι δημιουργήματα, καθάπερ ἠξίου Κρατύλος ὁ Ἡρακλείτειος ἑκάστῳ τῶν πραγμάτων ὑπὸ τῆς φύσεως ἀφωρίσθαι τι λέγων οἰκεῖον ὄνομα, ὥσπερ καὶ αἴσθησιν ἄλλην ἐπ’ ἄλλοις τῶν αἰσθητῶν ὁρῶμεν τεταγμένην· ἐοικέναι γὰρ τὰ ὀνόματα ταῖς φυσικαῖς ἀλλ’ οὐ ταῖς τεχνηταῖς εἰκόσι τῶν ὁρατῶν, οἷον ταῖς σκιαῖς καὶ τοῖς ἐν ὕδασιν ἢ τοῖς κατόπτροις ἐμφαίνεσθαι εἰωθόσι, καὶ ὀνομάζειν μὲν ὄντως τοὺς τὸ τοιοῦτον ὄνομα λέγοντας, τοὺς δὲ μὴ τοῦτο μηδὲ ὀνομάζειν ἀλλὰ ψοφεῖν μόνον, καὶ τοῦ ἐπιστήμονος τοῦτο ἔργον εἶναι, τὸ θηρᾶν τὸ ὑπὸ τῆς φύσεως κατεσκευασμένον οἰκεῖον ἑκάστῳ ὄνομα, ὥσπερ τοῦ ὀξὺ βλέποντος τὸ ἀκριβῶς διαγινώσκειν τὰς οἰκείας τῶν ἑκάστων ἐμφάσεις.
“因为在‘卡利波斯’中,‘马’自身并不表示任何事物,不像在‘骏马’这一语句中那样。然而,在复合名词中也并不与在单纯名词中一样;因为在后者中,部分绝无意义,而在前者中,虽然有意图,但分离时并不表示任何事物,例如在‘快盗艇’中的‘快艇’。至于‘依约定’,是因为名词中没有一个是出于本性的,而是在成为符号时才是;因为不可书写构字的声响,例如野兽的声音,也确实指示某种事物,但其中没有一个是名词。” 通过这些话,名词界说中所采用的各差异的功用被传授出来,这一讲授是从最后说出的那一个开始的;因为首先说明了究竟为何添加了“其任何部分在分离时都不具有意义”。因此他说,这是为了将[名词]与由名词组合而成的语句区分开来;至少在“卡利波斯”这个名词中,“马”绝不表示这样一种动物,尽管在“骏马”这一语句中它恰好是其[=动物的]指示,在海盗船的名字“快盗艇”中的“快艇”也不表示,在任何其他此类名词中也不表示;因为此类名词表示单纯的构想,即使在措辞上它们似乎具有某种复合,正如按照先前就此所界定的那样,语句指示复合的构想。因此在“卡利波斯”这里,如果它是对被赋予该名字的人这单一构想的指示,显然,当“马”作为它的一部分被取用时,并不具有与被单独述说时相同的效力;因为“马”作为一个名词被单独述说时,表示这样一种动物,但当它作为“卡利波斯”的一部分被取用时,由于脱离了它所属的整体,在表示方面便成了某种死物,与完全无意义的音节——即单纯名词的部分,如在“柏拉图”或“狄翁”中——毫无二致,唯独在这点上不同:单纯名词的部分甚至不具有自身有意义的假象,而双重名词的部分则提供了某种具有意义的表象(这正是亚里士多德所说的‘有意图’),然而在真实中并不产生这一效果。因此,依照这一准则,我们将经常把名词与通过和名词相同的音节发音的语句区分开来,如在“新城(那不勒斯)”和“太阳城(赫利奥波利斯)”中;因为当“新”与“城”,或者“太阳的”与“城”被当作有意义的东西取用时,它将是表示新近建立的城市或奉献给太阳的[城市的]语句,其中的每个部分都指示某种特有的观念;但当它们二者在自身中都不具有意义时,它将是这座城市的专有名词,从整体中仅表示出单一的构想,并且由于这个缘故,两个部分都不能表示任何事物。 亚里士多德在解释赋予名词的最后差异时便补充了这些。然而,接下来本应顺理成章地阐明在此之前说出的差异,我指的是“不伴随时间”,但他略过了这一点,认为在关于动词的讲授中——在其中他将讲授动词是如何根据附带表示时间来界定的——讨论它更为适时。而在解释在此之前的“依约定”时,他说:“至于‘依约定’,是因为名词中没有一个是出于本性的”。在此值得探讨的是:当《克拉底鲁》中的苏格拉底与主张名词出于规约的赫尔摩革涅斯争论并表明名词出于本性时,亚里士多德为何通过这些话坚称没有任何名词出于本性?应当回答说,在主张名词出于本性的人那里,“出于本性”有两种说法,同样在主张名词出于规约的人那里,“出于规约”也有两种说法;因为在主张名词出于本性的人中,有些人这样说“出于本性”,是认为它们是本性的造物,正如赫拉克利特派的克拉底鲁所主张的那样,他说事物的每一件都被本性规定了某种特有的名词,正如我们看到不同的感觉被指派给不同的感觉对象一样;因为名词类似于可见事物的天然肖像而非人造肖像,例如影子以及习惯于显现在水中或镜子中的物象,说出这种名词的人才真正是在命名,而不这样做的人甚至根本不是在命名而只是在发出声响,而有认知者的工作就在于:搜寻本性为每一事物所造就的特有名字,正如眼力敏锐者的工作就在于准确辨认每一事物所特有的显象一样。
- 1.6ἐν δὲ τούτοις βούλεται μέν, ἀλλ’ οὐδενὸς κεχωρισμένον
引文(引理)中的省略结构。βούλεται的主语是前文的τὸ μέρος,并在语义上补充不定式σημαντικὸν εἶναι(意图具有意义)。后半句ἀλλ' οὐδενὸς κεχωρισμένον则需在οὐδενός后补充ἐστι σημαντικόν,意为“但在分离时并不表示任何事物”。
- 1.6διαστήσομεν πολλάκις ὀνόματα λόγων
动词διαστήσομεν(διΐστημι的将来时)支配宾格(ὀνόματα)和表示分离的属格(λόγων),意为“将名词与陈述区分开来”。分词短语διὰ τῶν αὐτῶν ἐκφωνουμένων τοῖς ὀνόμασι συλλαβῶν作定语修饰λόγων。
- 1.6ἀκόλουθον δὲ ὂν ἐφεξῆς τὴν πρὸ ταύτης ῥηθεῖσαν διαφορὰν παραστῆσαι, λέγω δὴ τὸ ἄνευ χρόνου, τοῦτο μὲν παρῆλθεν
ἀκόλουθον ὄν是由非人称结构派生的宾格独立分词结构(或让步状语分词),表示“按理接下来应当阐明此前说出的差异”,引导后文主句动词παρῆλθεν,其直接宾语为τοῦτο(即“不伴随时间”)。
