← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§31.18-32.33

名词定义中的约定与无时间和非复合性

阿摩尼奥斯详细阐析了《解释篇》第2章中名词定义的各项要素,说明了可书写构字与“依约定”的关联,援引波菲利的观点澄清“不伴随时间”是排除对时间的附带表示而非一切时间表示,并阐明部分不可分离有意义如何将名词与复合陈述区分开来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5#2

ἐπεὶ τοίνυν τὸ ὄνομα σημαντική τε καὶ ἐγγράμματός ἐστι φωνή, διαφέρει τῶν μὲν ἀσήμων, εἴτε ἐγγραμμάτων εἴτε μή, τῷ σημαντικὴ εἶναι, τῶν δὲ σημαντικῶν μὲν ἀγραμμάτων δέ, ὁποῖαί εἰσιν αἱ φύσει ῥηθεῖσαι, τῷ ἐγγράμματος εἶναι, ὅπερ ὁ Ἀριστοτέλης ἐκάλεσε κατὰ συνθήκην, εἰκότως, ἐπείπερ ἡ περὶ τὰς φωνὰς συνθήκη μόνων ἐστὶν ἀνθρώπων ἔργον· οὔτε γὰρ τῶν ὑπὲρ τὸν ἄνθρωπον οὔτε τῶν ὑπὸ τὸν ἄνθρωπον οὐδὲν πέφυκε τῇ συνθήκῃ χρῆσθαι· τὰ μὲν γὰρ οὐ δεῖται, τὰ δὲ οὐ δύναται πρὸς ἄλληλα συντίθεσθαι. μόνων οὖν ἀνθρώπων ἔργον ἡ συνθήκη, καὶ ἐπεὶ οὐκ ἠδύναντο πασῶν μεμνῆσθαι τῶν φωνῶν, ἐπενόησαν τὰ γράμματα ἕκαστοι, δι’ ὧν τὰς παρ’ αὐτοῖς ἀπογράψονται φωνάς. ὥστε τῷ κατὰ συνθήκην τῆς ἰδιότητος τῶν πραγμάτων σημαντικῷ, περὶ οὗ τοῖς φιλοσόφοις ὁ λόγος, τὸ ἐγγράμματον ἕπεται, καὶ ἔμπαλιν·1 οὐδὲ γὰρ ἄλλο τί ἐστι τῶν γραμμάτων ἔργον ἢ τὸ σύμβολα εἶναι τῶν φωνῶν τῶν ἀνθρωπίνων, ἃς κατὰ συνθήκην οὔσας ἐδείκνυμεν. διὸ καὶ αὐτὸς ἐν τοῖς ἑξῆς ἀγραμμάτους ψόφους προσαγορεύσει τὰς φωνὰς τῶν ἀλόγων ζῴων. Ἀλλ’ ἐπεὶ ταῦτα πάντα κοινά ἐστι τῷ ὀνόματι πρὸς τὸ ῥῆμα (κἀκεῖνο γὰρ φωνὴ σημαντικὴ κατὰ συνθήκην), προστίθεται τὸ ἄνευ χρόνου πρὸς διάκρισιν τῶν ῥημάτων. τὸ δὲ ἄνευ χρόνου ὅτι οὐ τοῦτο σημαίνει τὸ μηδέποτε μηδαμῶς χρόνον σημαίνειν, ἀλλὰ τὸ μὴ προσσημαίνειν χρόνον, καλῶς ὁ φιλόσοφος Πορφύριος ἐπεσημήνατο·2 ὀνόματα μὲν γὰρ τὸ σημερινὸν καὶ χθεσινὸν καὶ περυσινόν, χρόνου δηλωτικὰ ὄντα, ἀλλ’ ὡς αὐτόθεν σημαίνοντα χρόνον τινὰ καὶ οὐχὶ προσσημαίνοντα, καθάπερ τὰ ῥήματα· τούτων γὰρ ἕκαστον προηγουμένως μὲν ἐνέργειάν τινα ἢ πάθος σημαίνει, κατὰ δεύτερον δὲ λόγον καὶ τὸν χρόνον, καθ’ ὃν ἐνεργεῖν ἢ πάσχειν συμβέβηκεν, ὥσπερ τὸ περιπατῶ πρώτως μὲν τὴν τοιάνδε τοῦ σώματος κίνησιν δηλοῖ, δευτέρως δέ γε τὸν νῦν χρόνον. διὸ καὶ προσσημαίνειν τὸν χρόνον ῥηθήσεται τὰ ῥήματα ἐν τοῖς περὶ αὐτῶν λόγοις, ὡς ἂν πρὸς τῷ ἕτερόν τι προηγουμένως σημαίνειν ἔχοντα καὶ τὴν τοῦ χρόνου μήνυσιν ὥσπερ ἑπομένην. τὸ δέ γε χθεσινὸν οὐ προσσημαίνει τὸν χρόνον, ἀλλὰ σημαίνει, ὡς αὐτῷ τούτῳ τῷ μέρει τοῦ χρόνου κείμενον ὄνομα, μᾶλλον δὲ πράγματι κατὰ τοῦτο τὸ μέρος τοῦ χρόνου γεγονότι· τὸν γὰρ χρόνον αὐτὸν οἷον τὴν προσεχῶς ἠνυσμένην ἡμέραν ἢ διὰ τοῦ χθὲς ἐπιρρήματος σημαίνομεν ἢ δι’ αὐτοῦ τούτου τοῦ λόγου τὴν προσεχῶς ἠνυσμένην ἡμέραν λέγοντες, τοῦ μὲν λόγου τὸν χρόνον αὐτὸν καθ’ αὑτὸν δηλοῦντος τοῦ δὲ ἐπιρρήματος τὴν προσθήκην τῶν ἐν αὐτῷ γινομένων ἐνεργειῶν ἢ παθῶν ἀπαιτοῦντος κατὰ τὸν νόμον τῶν ἐπιρρημάτων. διαφέροι δ’ ἂν καὶ τὰ τοιαῦτα ὀνόματα τῶν ῥημάτων τῷ μηδεμίαν ἐνέργειαν ἢ πάθος δηλοῦν, ὥσπερ τὰ ῥήματα, καὶ τῷ μᾶλλον ἐκείνων περιγράφειν τοὺς χρόνους, καθ’ οὓς αἱ γενέσεις.3 Τὸ δὲ ἧς μηδὲν μέρος σημαντικὸν κεχωρισμένον τῶν ἐκ πλειόνων ὀνομάτων συμπεφορημένων φωνῶν διακρίνει τὸ ὄνομα, ὡς ὅταν εἴπω ‘ζῷον λογικὸν θνητόν’· τῷ γὰρ τοιούτῳ λόγῳ ἀτελεῖ πρὸς ἀπόφανσιν ὄντι πάντα τὰ ἄλλα ἐφαρμόσει. διαφέρουσι δὲ τὰ ὀνόματα τῶν τοιούτων λόγων, ὅτι τούτων μὲν τὰ μέρη σημαντικά ἐστι καθ’ ἑαυτὰ λεγόμενα, τὸ ζῷον τὸ λογικὸν τὸ θνητόν, τῶν δὲ ὀνομάτων οὐδαμῶς τὰ μέρη σημαίνει, καθάπερ ἡ αν συλλαβὴ ἐπὶ τοῦ ἄνθρωπος ὀνόματος, ἀλλὰ συσσημαίνειν μὲν λέγεται τοῖς ἄλλοις τοῦ ὀνόματος συνταττομένη μέρεσιν, οὐ μέντοι σημαίνειν.

因此,既然名词是有意义且可书写构字的声音,它便借由其有意义而区别于无意义的声音——无论是否可书写构字,而借由其可书写构字而区别于那些有意义但不可书写构字的声音,例如那些被称为出于本性的声音;而亚里士多德理所当然地将可书写构字称为“依约定”,因为关于声音的约定唯独是人类的工作;因为无论高于人类的存在还是低于人类的存在,生来都无法运用约定;因为前者不需要,而后者无法彼此订立协议。因此约定唯独是人类的工作;而由于人们无法记住所有的声音,各个民族便发明了文字,借此记录他们当中的声音。因此,可书写构字伴随着依约定表示事物特性的东西——哲学家们的论说正是关于此的——,反之亦然;因为文字的作用无非是作为人类声音的符号,而我们已经表明这些声音是依约定存在的。所以他在随后的部分中,也将非理性动物的声音称为不可书写构字的声响。 然而,既然这一切对于名词和动词而言都是共通的(因为动词也是依约定而有意义的声音),所以附加了“不伴随时间”以区别动词。至于“不伴随时间”并不意味着绝不以任何方式表示时间,而是意味着不附带表示时间,哲学家波菲利已经很好地指出了这一点;因为“今天的”、“昨天的”和“去年的”虽然指示时间,却是名词,但它们是直接表示某种时间,而不是像动词那样附带表示时间;因为动词中的每一个首先表示某种活动或承受,其次才表示发生该活动或承受的时间,正如“我行走”首先指示身体的这样一种运动,其次指示现在的时间。因此,在关于动词的论述中,动词将被说成附带表示时间,就好像它们除了首先表示别的事物之外,还附带指示时间一样。然而“昨天的”绝不附带表示时间,而是直接表示时间,作为加于时间的这特定部分上的名词,或者更确切地说加于在时间的这部分中发生的事情上的名词;因为对于时间本身,例如刚刚过去的这一天,我们或者通过副词“昨天”来表示,或者通过这一语句本身——通过说“刚刚过去的这一天”——来表示,语句指示就自身而言的时间本身,而副词则依照副词的法则要求附加在其中产生的活动或承受。这类名词与动词的区别还在于,它们不像动词那样指示任何活动或承受,并且比动词更能限定生成发生的时间。 另一方面,“其任何部分在分离时都不具有意义”将名词与由多个名词拼合而成的声音区分开来,例如当我说了“理性的必死的动物”时;因为对于这种相对于断言而言尚未完结的陈述,所有其余的[界说]都适用。但名词与此类陈述的区别在于,后者的部分在被单独述说时是有意义的——即“动物”、“理性的”、“必死的”,而名词的部分则绝无意义,正如在“人”〔安特罗波斯〕这个名词中的“安”(音节)一样,它只是在与名词的其他部分相拼合时被说成共同表示,但绝非独立表示。

语法注3 条
  1. 1.5ὥστε τῷ κατὰ συνθήκην τῆς ἰδιότητος τῶν πραγμάτων σημαντικῷ, περὶ οὗ τοῖς φιλοσόφοις ὁ λόγος, τὸ ἐγγράμματον ἕπεται, καὶ ἔμπαλιν

    τῷ ... σημαντικῷ 是实质化的与格短语,作动词 ἕπεται 的补足语。整个从句表达了一种双向蕴涵关系:可书写构字性伴随着依约定表示事物特性的东西,反之亦然。

  2. 1.5τὸ δὲ ἄνευ χρόνου ὅτι οὐ τοῦτο σημαίνει τὸ μηδέποτε μηδαμῶς χρόνον σημαίνειν, ἀλλὰ τὸ μὴ προσσημαίνειν χρόνον, καλῶς ὁ φιλόσοφος Πορφύριος ἐπεσημήνατο

    句首短语 τὸ δὲ ἄνευ χρόνου 作为论题被提前置于句首,接续的 ὅτι 从句(“……即”)充当主要动词 ἐπεσημήνατο 的宾语从句。主句的主语与谓语动词(καλῶς ὁ φιλόσοφος Πορφύριος ἐπεσημήνατο)被后置于句末。

  3. 1.5διαφέροι δ’ ἂν καὶ τὰ τοιαῦτα ὀνόματα τῶν ῥημάτων τῷ μηδεμίαν ἐνέργειαν ἢ πάθος δηλοῦν, ὥσπερ τὰ ῥήματα, καὶ τῷ μᾶλλον ἐκείνων περιγράφειν τοὺς χρόνους, καθ’ οὓς αἱ γενέσεις

    该句由表示潜能的 ἄν+祈愿语气(διαφέροι ἄν)构成,并列了两个表示差异方面的带冠词不定式与格短语(τῷ ... δηλοῦν 与 τῷ ... περιγράφειν)。在后一个短语中,ἐκείνων 是由 μᾶλλον 所支配的比较属格,意为“比动词更(界定)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:31.18-32.33