← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§35.1-36.15

关于名词出于本性与规约的观点及类比

文中对比了名词“出于本性”的第二种观点(适宜于本性、如绘画肖像)以及“出于规约”的两种观点(任意命名说与基于类比的认知者命名说),并探讨了依受纳与能动的类比而赋予语法性别的做法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6#2

οἱ δὲ οὕτως αὐτὰ φύσει φασὶν εἶναι ὡς τῇ φύσει προσήκοντα τῶν ὀνομαζομένων ὑπ’ αὐτῶν πραγμάτων, ὥστε τοῦ ἀρχικὴν (λόγου χάριν) ἔχοντος φρόνησιν φύσει ὀνόματα εἶναι τὸ Ἀρχίδαμος καὶ Ἀγησίλαος καὶ Βασιλίσκος καὶ ὅσα τοιαῦτα, τοῦ δὲ ἀνοήτου μηκέτι, καὶ τοῦ μὲν δεξιᾷ τῇ τύχῃ χρωμένου τὸ Εὐτύχιος καὶ Εὔπρακτος, τοῦ δὲ ἀτυχοῦς οὐκέτι· ἐοικέναι καὶ οὗτοι τὰ ὀνόματα λέγοντες εἰκόσιν,1 οὐ ταῖς φυσικαῖς ἀλλὰ ταῖς ὑπὸ τῆς ζωγραφικῆς τέχνης ἀποτελουμέναις, ἣ διάφορα μὲν ὁμοιώματα κατασκευάζει τῶν διαφόρων παραδειγμάτων, καὶ ἑκάστου μέντοι σπουδάζει κατὰ δύναμιν ἀποτυποῦσθαι τὸ εἶδος, καθ’ ὃ καὶ πολλάκις ἀπὸ τῶν ὀνομάτων ἀναλύοντες ἐπιχειροῦμεν τὰς φύσεις τῶν ὀνομαζομένων ὑπ’ αὐτῶν πραγμάτων θηρᾶν, καὶ ταύτας γινώσκοντες πειρώμεθα τὰ κείμενα τοῖς πράγμασιν ὀνόματα σύμφωνα ταύταις δεικνύναι. Τῶν δὲ αὖ θέσει εἶναι τὰ ὀνόματα διαταττομένων οἱ μὲν οὕτως τὸ θέσει λέγουσιν, ὡς2 ἐξὸν ὁτῳοῦν τῶν ἀνθρώπων3 ἕκαστον τῶν πραγμάτων ὀνομάζειν, ὅτῳ ἂν ἐθέλῃ ὀνόματι, καθάπερ Ἑρμογένης ἠξίου, οἱ δ’ οὐχ οὕτως, ἀλλὰ τίθεσθαι μὲν τὰ ὀνόματα ὑπὸ μόνου τοῦ ὀνοματοθέτου, τοῦτον δὲ εἶναι τὸν ἐπιστήμονα τῆς φύσεως τῶν πραγμάτων οἰκεῖον τῇ ἑκάστου τῶν ὄντων φύσει ἐπιφημίζοντα ὄνομα, ἢ τὸν ὑπηρετούμενον τῷ ἐπιστήμονι καὶ διδασκόμενον μὲν παρ’ ἐκείνου τὴν οὐσίαν ἑκάστου τῶν ὄντων, ἐπιταττόμενον δὲ πρεπῶδες αὐτῷ καὶ οἰκεῖον ὄνομα ἐπινοῆσαι καὶ θέσθαι. κατ’ αὐτὸ δὲ τοῦτο θέσει εἶναι τὰ ὀνόματα, διότι οὐ φύσις ἀλλὰ λογικῆς ἐπίνοια ψυχῆς ὑπέστησεν αὐτὰ πρός τε τὴν ἰδίαν ὁρῶσα τοῦ πράγματος φύσιν καὶ πρὸς τὴν ἀναλογίαν τοῦ ἄρρενος καὶ θήλεος, τῶν κυρίως ἐν τοῖς θνητοῖς ζῴοις ὁρᾶσθαι πεφυκότων· οὐ γὰρ ἀσκέπτως τοὺς μὲν ποταμοὺς ἀρρενικῶς τὰς δὲ θαλάσσας καὶ τὰς λίμνας θηλυκῶς οἱ τῶν ὀνομάτων δημιουργοὶ προσηγόρευσαν, ἀλλ’ ἐκείνας μὲν ὡς ὑποδοχὰς οὔσας τῶν ποταμῶν διὰ τοῦ θηλυκοῦ γένους ὀνομάζειν δοκιμάσαντες, τοὺς δὲ ποταμοὺς ὡς ἐμβάλλοντας εἰς αὐτὰς οἰκείως ἔχειν πρὸς τὴν τοῦ ἄρρενος ἀναλογίαν νομίσαντες καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὡσαύτως ἢ τρανότερον ἢ ἀμυδρότερον τὴν ἀναλογίαν εὑρόντες· κατὰ ταύτην γὰρ τὴν ἔννοιαν καὶ τὸν μὲν νοῦν ἀρρενικῶς τὴν δὲ ψυχὴν θηλυκῶς λέγειν διέταξαν, τὸν μὲν ἐλλάμπειν δυνάμενον τὴν δὲ ἐλλάμπεσθαι πεφυκυῖαν ὑπ’ αὐτοῦ θεασάμενοι. προϊόντες δὲ οὕτως οὐδ’ ἐπ’ αὐτῶν τῶν θεῶν τῇ τοιαύτῃ κατὰ τὰ γένη διαφορᾷ χρήσασθαι ὤκνησαν, τὸν μὲν ἥλιον ἀρρενικῶς τὴν δὲ σελήνην ἅτε παρὰ τοῦ ἡλίου τὸ φῶς δεχομένην θηλυκῶς λέγειν ὁρίσαντες· καὶ γὰρ εἰ ἀρρενικῶς Αἰγύπτιοι τὴν σελήνην ὀνομάζειν εἰώθασιν, ἀλλ’ ὡς πρὸς τὴν γῆν, οἶμαι, αὐτὴν παραβάλλοντες, οὐχ ὑπὸ ἡλίου μόνον ἀλλὰ καὶ ὑπ’ αὐτῆς φωτιζομένην. διὸ καὶ ὁ ἐν τῷ Συμποσίῳ τοῦ Ἀριστοφάνους λόγος τὸ μὲν ἄρρεν τῷ ἡλίῳ προσήκειν ἔφη, τὸ δὲ θῆλυ τῇ γῇ, τῇ σελήνῃ δὲ τὸ ἀρρενόθηλυ. καὶ φανερὸν ὅτι κατορθοῦσι μᾶλλον τῶν Αἰγυπτίων οἱ Ἕλληνες, ἐπεὶ καὶ δέχεται μὲν κατὰ πρῶτον λόγον ἡ σελήνη παρὰ τοῦ ἡλίου τὸ φῶς, διαπορθμεύει δὲ αὐτὸ κατὰ τὴν ἀφ’ ἑαυτῆς ἀνάκλασιν ἐπὶ τὴν γῆν. οὕτω δὲ καὶ τὸν μὲν οὐρανὸν ἀρρενικῶς, τὴν δὲ γῆν θηλυκῶς λέγουσιν ὡς τὴν ἐκείνου δραστήριον δύναμιν ὑποδεχομένην καὶ γεννητικὴν διὰ τοῦτο τῶν φυομένων γινομένην. παραπλησίως δὲ τούτοις καὶ τῶν ὑπερκοσμίων διαφόρους οὔσας τὰς ἐνεργείας ἰδόντες, οἷς ταῦτα ὁρᾶσθαι πέφυκεν ὄμμασι, πόρρωθεν μὲν εἰλήφασι δὲ ὅμως καὶ ἐπὶ τῶν ταῦτα σημαινόντων ὀνομάτων τὴν αὐτὴν ἀναλογίαν.

另一些人则说名词是出于本性的,其含义是它们适宜于被它们命名的诸事物的本性,因此,对于(举例来说)具有统治明智的人而言,“统治民众(阿尔基达莫斯)”、“引领军队(阿格西拉奥斯)”、“小王者(巴西里斯科斯)”以及所有此类名称都是出于本性的名词,但对于愚钝之人则不再如此;对于享有顺遂运气的人而言,“幸运(尤提基奥斯)”和“顺利(尤普拉克托斯)”是如此,但对于不幸之人则不再如此。这些人也说名词类似于肖像,但不是天然的肖像,而是由绘画技艺所制成的肖像;绘画技艺为不同的范本制作不同的肖像,并努力尽其所能摹刻出每一个的形态;依照这一点,我们也经常从名词出发进行分析,试图搜寻被它们命名的诸事物的本性,并且在认识了这些本性之后,设法表明赋予诸事物的名词与这些本性是相符的。 而在主张名词出于规约的人当中,有些人这样说“出于规约”,是认为任何一个人都可以用他所希望的任何名字来命名诸事物的每一个,正如赫尔摩革涅斯所主张的那样;但另一些人则不这样认为,而是认为名词唯独由命名者制定,并且此人就是对事物本性具有认知者,能将适宜于每一存在者本性的名字赋予它,或者是服从于有认知者之人,从那人那里领受关于每一存在者本质的教导,并被吩咐为它构想并制定适宜而特有的名字。名词之所以出于规约恰恰由于这一点,因为并不是本性,而是理性灵魂的构想使它们得以确立,这种构想既观照事物特有的本性,又观照雄性与雌性的类比——这二者天然地主要见于有死的动物之中。因为名词的创作者们并非轻率地把河流称为阳性,把大海和湖泊称为阴性,而是由于断定后者是河流的容纳者而赞同通过阴性来命名它们,同时认为河流注入它们之中因而适宜于雄性的类比;并且在所有其他事物上也同样或明或暗地发现了这种类比。因为按照这种观念,他们也规定把理智说成阳性,把灵魂说成阴性,因为他们观察到前者能够照亮,而后者天然地被前者所照亮。如此循序推进,他们甚至对诸神自身也毫不犹豫地运用了这种按性别的区分,规定把太阳说成阳性,而把月亮作为从太阳那里领受光芒者说成阴性。因为即使埃及人习惯于把月亮命名为阳性,然而我想,也是将它与大地相对照的结果,因为大地不仅被太阳照亮,而且也被月亮照亮。正因如此,《会饮篇》中阿里斯托芬的言论也说,雄性适宜于太阳,雌性适宜于大地,而雌雄同体适宜于月亮。显然,希腊人比埃及人更为准确,因为月亮首要地从太阳那里领受光芒,并根据从自身的反射将其传递到大地上。同样,他们也把天空说成阳性,把大地作为接纳天空的能动力量并因此成为生长之物的生成者而说成阴性。与这些类似,人们通过天然用以观看这些事物的眼睛,看到超世界之物的活动是多样的,尽管是从遥远处着眼,但无论如何也在表示它们的名词中采用了相同的类比。

语法注3 条
  1. 1.6ἐοικέναι καὶ οὗτοι τὰ ὀνόματα λέγοντες εἰκόσιν

    不定式 ἐοικέναι 受承接前句主语(οἱ δέ)的分词 λέγοντες 支配,引入补充说明:“这些人也主张名词类似于肖像……”。

  2. 1.6καὶ γὰρ εἰ ... ἀλλ’ ὡς ...

    由 εἰ 引导的让步从句(“即使……”)与主句开头的转折连词 ἀλλά 相应,省略了限定动词,直接由 ὡς ... παραβάλλοντες(“认为这是由于将其对比……”)补充说明理由与辩解。

  3. 1.6ὡς ἐξὸν ὁτῳοῦν τῶν ἀνθρώπων

    接续词 ὡς 后接非人称动词 ἔξεστι 的非人称独立宾格(accusative absolute)ἐξόν,表达主观理由或观点(“认为任何人都被允许……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:35.1-36.15