← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§29.29-31.18

名词的定义与作为属的声音之分类

本节针对亚里士多德《解释篇》第2章开篇(16a19)对名词的定义展开阐述,说明了名词先于动词教导的原因,探讨了作为定义之属的“声音”的生理学界定及其与单纯声响的区别,以及“有意义”和“依约定”等种差的内涵,并通过意义与可构字性对声音进行四分,确立了名词的归属。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5#1

" Ὄνομα μὲν οὖν ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος σημαντικόν ἐστι κεχωρισμένον." Ὅτι μὲν εἰκότως προτετίμηται τὸ ὄνομα τοῦ ῥήματος ἐν τῇ διδασκαλίᾳ, φανερόν· τὰ μὲν γὰρ ὀνόματα τὰς ὑπάρξεις σημαίνουσι τῶν πραγμάτων τὰ δὲ ῥήματα τὰς ἐνεργείας ἢ τὰ πάθη, προηγοῦνται δὲ τῶν ἐνεργειῶν καὶ τῶν παθῶν αἱ ὑπάρξεις. ἐν δὲ τῷ ἀποδεδομένῳ τοῦ ὀνόματος λόγῳ παρείληπται ἡ μὲν φωνὴ ὕλης ἔχουσα λόγον πρός τε τὸ ὄνομα καὶ τὸ ῥῆμα καὶ τὸν ἐκ τούτων συγκείμενον λόγον ὡς γένος τῆς κατὰ τὸ ὄνομα φωνῆς, πρὸς διάκρισιν τῶν ἁπλῶς ψόφων, οἳ καὶ ἀπὸ ἀψύχων πολλάκις γίνονται σωμάτων· διαφέρει γὰρ ὁ ψόφος τῆς φωνῆς ὡς γένος εἴδους, καὶ ψόφος μέν ἐστι πληγὴ ἀέρος αἰσθητὴ ἀκοῇ, φωνὴ δὲ ψόφος ἐμψύχου γινόμενος ὅταν διὰ τῆς συστολῆς τοῦ θώρακος ἐκθλιβόμενος ἀπὸ τοῦ πνεύμονος ὁ εἰσπνευθεὶς ἀὴρ προσπίπτῃ ἀθρόως τῇ τε τραχείᾳ καλουμένῃ ἀρτηρίᾳ καὶ τῇ ὑπερῴᾳ ἤτοι τῷ γαργαρεῶνι καὶ διὰ τῆς πληγῆς ἀποτελῇ τινα ἦχον αἰσθητὸν κατά τινα ὁρμὴν τῆς ψυχῆς, ὅπερ ἐπὶ τῶν ἐμπνευστῶν παρὰ τοῖς μουσικοῖς καλουμένων ὀργάνων συμβαίνει, οἷον αὐλῶν καὶ συρίγγων, τῆς γλώττης καὶ τῶν ὀδόντων καὶ τῶν χειλέων πρὸς μὲν τὴν διάλεκτον ἀναγκαίων ὄντων, πρὸς δὲ τὴν ἁπλῶς φωνὴν οὐ πάντως συμβαλλομένων. Τὸ δὲ σημαντικὴ καὶ τὰ ἑξῆς ὡς διαφοραὶ τοῦ ὀνόματος πρὸς τὰς ἄλλας φωνὰς παραλαμβάνονται. τὸ μὲν οὖν σημαντικὴ διακρίνει τὸ ὄνομα τῶν ἀσήμων φωνῶν, οἷον βλίτυρι κνάξ· εἰ γὰρ τὸ ὄνομά τινός ἐστι τοῦ ὀνομαζομένου, δῆλον ὅτι αἱ ἄσημοι φωναὶ μὴ ὄντος τοῦ ὀνομαζομένου οὐκ ἂν εἶεν ὀνόματα. τὸ δὲ κατὰ συνθήκην χωρίζει αὐτὸ τῶν φύσει σημαντικῶν φωνῶν. τοιαῦται δέ εἰσιν αἱ τῶν ἀλόγων ζῴων φωναί· ξένου γάρ τινος ἐπιστάντος ὁ κύων ὑλακτήσας ἐσήμανε τὴν τοῦ ξένου παρουσίαν. ἀλλ’ οὐ κατά τινα συνθήκην πρὸς ἀλλήλους καὶ ὁμολογίαν προΐενται τὴν τοιαύτην φωνὴν οἱ κύνες. ἴδοι δὲ ἄν τις καὶ ἐπὶ ἀνθρώπων τοιαύτας φωνάς, ἃς ἐν τοῖς σφοδροῖς πάθεσιν ὄντος φθεγγόμεθα,1 οἷον στεναγμὸν λέγω καὶ καγχασμὸν καὶ ὅπερ ἐλέγομεν ἐπὶ τῶν ἐκ γενετῆς κωφῶν ἢ τῶν παίδων τῶν ἀδιαρθρώτως φθεγγομένων, πρὶν δύνασθαι παρακολουθεῖν. αἷς ἐοίκασιν αἱ τῶν ἀλόγων ζῴων φωναὶ ποτὲ μὲν θορυβωδῶς ποτὲ δὲ προσηνῶς καὶ μετά τινος γαληνιαίας διαθέσεως ὑπ’ αὐτῶν προαγόμεναι. τῶν οὖν τοιούτων φωνῶν χωρίζει τὸ ὄνομα προστεθὲν τὸ κατὰ συνθήκην, ταὐτὸν σημαῖνον τῷ θέσει· συνέθεντο γὰρ πρὸς ἀλλήλους Ἕλληνες μὲν τοῖσδε τοῖς ὀνόμασι τὰ πράγματα καλεῖν, Ἰνδοὶ δὲ ἑτέροις καὶ Αἰγύπτιοι ἄλλοις, καὶ οἱ αὐτοὶ τὰ αὐτὰ ποτὲ μὲν ἄλλοις ποτὲ δὲ ἑτέροις. καὶ εἰσὶ ταῦτα τῶν νοημάτων τῶν ἡμετέρων σημαντικά. στεναγμοὶ δὲ καὶ καγχασμοὶ καὶ αἱ τῶν παιδίων ἢ τῶν ἀλόγων ζῴων φωναὶ νόημα μὲν οὐδὲν σημαίνουσι, πάθη δέ τινα τῆς ψυχῆς καὶ διαθέσεις. Εἰς δύο γὰρ διχῇ τῆς ἁπλῶς φωνῆς διαιρουμένης,2 εἴς τε τὴν σημαντικὴν καὶ τὴν ἄσημον καὶ τὴν ἐγγράμματόν τε καὶ ἀγράμματον, ὧν τὴν μὲν ἔναρθρον τὴν δὲ ἄναρθρον καλοῦσι, διότι ἄρθροις ἑνὸς ζῴου διακρίνεσθαι δυναμένοις ἀπ’ ἀλλήλων ἐοίκασιν αἱ συμπληροῦσαι τὴν διάλεκτον συλλαβαὶ κατ’ ἐνέργειαν ἀπ’ ἀλλήλων διακεκριμέναι (καθάπερ τὰ στοιχεῖα, ὧν ἡ ποιὰ σύλληψις ποιεῖ τὰς συλλαβάς, τοῖς φυσικοῖς αὐτοῖς στοιχείοις, ὧν ἡ ποιὰ σύγκρασις ἀποτελεῖ τῶν ἄρθρων ἕκαστον), τέτταρας μὲν συμβαίνει γίνεσθαι κατὰ τὰς συμπλοκὰς τῶν ἁπλῶν συζυγίας, ἐκ δὲ τούτων μίαν εἶναι, ὑφ’ ἣν ἀνάγονται τό τε ὄνομα καὶ τὸ ῥῆμα καὶ οἱ ἐκ τούτων συγκείμενοι λόγοι· συμβήσεται γὰρ τὴν μὲν εἶναι φωνὴν σημαντικὴν καὶ ἐγγράμματον ὡς τὴν ἄνθρωπος, τὴν δὲ σημαντικὴν καὶ ἀγράμματον ὡς τὴν κυνὸς ὑλακήν, τὴν δὲ ἄσημον καὶ ἐγγράμματον ὡς τὸ βλίτυρι, τὴν δὲ ἄσημον καὶ ἀγράμματον ὡς τὸν μάτην καὶ οὐ τοῦ σημῆναί τι χάριν γινόμενον συριγμὸν ἢ 〈τὴν〉 φωνῆς τινος τῶν ἀλόγων ζῴων μίμησιν, οὐ τοῦ μιμήσασθαι χάριν γινομένην (τοῦτο γὰρ ἤδη σημαντικόν) ἀλλ’ ἀτάκτως καὶ ἀσκόπως.

“因此,名词是依约定而有意义的声音,不伴随时间,其任何部分在分离时都不具有意义。” 在教学中名词理所当然地优先于动词,这是显而易见的;因为名词表示事物的实存,而动词表示活动或承受,实存先于活动和承受。在所给出的名词定义中,“声音”被引入,相对于名词、动词以及由它们复合而成的论说具有质料的地位,并作为名词性声音的属,以区别于端然的声响——后者往往也由无灵魂的物体产生;因为声响与声音的区别如同属与种的区别,声响是听觉可感知的空气撞击,而声音则是具灵魂者所产生的声响,即当吸入的空气因胸腔的收缩而从肺部被挤压出时,同时撞击所谓的气管和上颚即悬雍垂,并依灵魂的某种冲动通过撞击产生某种可感的声音,这正如同在被音乐家们称为吹奏乐器的器械(例如管笛和排箫)上发生的情形一样——尽管舌头、牙齿和嘴唇对于话语而言是必需的,但对于端然的声音而言绝非完全起作用。至于“有意义”及随后的各项,则是作为名词区别于其他声音的种差被引入的。因此,“有意义”将名词与无意义的声音区分开来,例如“布利图里”和“克纳克斯”;因为如果名词是属于被命名之物的,那么显然无意义的声音在不存在被命名之物的情况下绝非名词。而“依约定”则将它与出于本性而有意义的声音分离开来。非理性动物的声音就是这类的;因为当某个陌生人到来时,狗通过吠叫便表示了陌生人的在场。但狗并不是依彼此之间的某种约定和共识而发出这种声音的。人们在人身上也可以看到这类声音,即我们在处于剧烈情感中时所发出的声音,例如我说呻吟声和大笑声,以及我们关于先天耳聋者或在能够理解之前未分节发声的幼儿所说的那样。非理性动物的声音与这些相似,有时混乱地、有时柔和地伴随着某种平静的状态被它们发出。因此,附加的“依约定”将名词与此类声音分离开来,它与“依确立”表示相同的意思;因为希腊人彼此约定用这些名词称呼事物,而印度人用另一些,埃及人用其他一些,同一批人在不同时候也用这一些或另一些[名词称呼]相同的事物。这些是表示我们思考内容的东西;而呻吟声、大笑声以及幼儿或非理性动物的声音丝毫不表示任何思考,而是表示灵魂的某些情感和状态。因为既然端然的声音被两重地二分,一方面分为有意义的和无意义的,另一方面分为可书写构字的与不可书写构字的——其中人们称前者为有节的,后者为无节的,因为补足话语的音节在现实态中彼此区分,类似于单一动物能够彼此区分的关节(正如其特定组合生成音节的字母元素,类似于其特定混融生成各个关节的自然元素自身)——,所以在单纯项的交错结合下便产生四种配对,而在这些配对中,名词、动词以及由它们复合而成的论说所归属的只有一种:因为一种声音将是有意义且可书写构字的,如“人”;另一种是有意义但不可书写构字的,如狗的吠叫;另一种是无意义但可书写构字的,如“布利图里”;另一种则是无意义且不可书写构字的,如徒然发出的、并非为了表示任何事物而产生的口哨声,或者对非理性动物某种声音的模仿,而这种模仿并非为了模仿而产生(因为这已经是有意义的),而是混乱且无目的地产生。

语法注2 条
  1. 1.5ἃς ἐν τοῖς σφοδροῖς πάθεσιν ὄντος φθεγγόμεθα

    关系代词 ἃς 的先行词是 τοιαύτας φωνάς。写本中的 ὄντος(单数属格)在句法上与第一人称复数动词 φθεγγόμεθα 不谐,通常被视作与主语一致的复数主格分词 ὄντες 的传抄讹误,或是某种一般的绝对属格残留。在此依据文意将其理解为与主语一致(“我们在处于剧烈情感中时”)。

  2. 1.5Εἰς δύο γὰρ διχῇ τῆς ἁπλῶς φωνῆς διαιρουμένης

    独立属格结构。“διχῇ εἰς δύο”(两重地二分)指声音根据两个独立的标准各自一分为二:即意义的有无(有意义/无意义)与构字性(可书写构字/不可书写构字)。该分词短语引出主句中四种排列组合(τέτταρας μὲν συμβαίνει γίνεσθαι... συζυγίας)的结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:29.29-31.18