- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:1.3-3.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼乌斯依循其师普罗克洛斯的教导开启对《解释篇》的注释,首先确立了正文疏解前应予考察的五大主题(意图、位次、标题、真伪与分章),随后着重阐明本书意图在于研究能够容受真伪的陈述性言辞,并将其与其他言辞类型及斯多亚学派的分类加以对照。
Πολὺ μὲν ἐν σοφοῖσι κοὐκ ἀνώνυμον1 τὸ Περὶ ἑρμηνείας τοῦ Ἀριστοτέλους βιβλίον τῆς τε πυκνότητος ἕνεκα τῶν ἐν αὐτῷ παραδιδομένων θεωρημάτων καὶ τῆς περὶ τὴν λέξιν δυσκολίας. διὸ καὶ πολλῶν ἐξηγητῶν πολλαὶ περὶ αὐτὸ κατεβλήθησαν φροντίδες. εἰ δέ τι καὶ ἡμεῖς δυνηθείημεν εἰσενεγκεῖν περὶ τὴν τοῦ βιβλίου σαφήνειαν, ἀπομνημονεύσαντες τῶν ἐξηγήσεων τοῦ θείου ἡμῶν διδασκάλου Πρόκλου τοῦ Πλατωνικοῦ διαδόχου τοῦ εἰς ἄκρον τῆς ἀνθρωπίνης φύσεως τήν τε ἐξηγητικὴν τῶν δοκούντων τοῖς παλαιοῖς δύναμιν καὶ τὴν ἐπιστημονικὴν τῆς φύσεως τῶν ὄντων κρίσιν ἀσκήσαντος,2 πολλὴν ἂν τῷ λογίῳ θεῷ χάριν ὁμολογήσαιμεν. Ἀρχὴ τοίνυν ἡμῖν γενέσθω τῆς ἐξηγήσεως ἡ τῶν πέντε κεφαλαίων ὑφήγησις τῶν προλαμβάνεσθαι τῆς τοῦ ῥητοῦ σαφηνείας εἰωθότων, καὶ λέγωμεν τίς τε ἡ πρόθεσις τοῦ Περὶ ἑρμηνείας καὶ τίνα ἔχει τάξιν πρὸς τὰ ἄλλα τῆς λογικῆς τοῦ Ἀριστοτέλους πραγματείας συγγράμματα τίς τε ἡ αἰτία ταύτης αὐτῆς τῆς Περὶ ἑρμηνείας ἐπιγραφῆς καὶ ὅτι γνήσιόν ἐστι τὸ σύγγραμμα τοῦτο τοῦ Ἀριστοτέλους καὶ ἐπὶ πᾶσι τίς ἡ εἰς τὰ κεφάλαια τοῦδε τοῦ βιβλίου διαίρεσις· τὸ γὰρ ἐπιζητεῖν πρὸς τί χρήσιμον ἂν εἴη τῷ φιλοσοφεῖν βουλομένῳ τὸ Περὶ ἑρμηνείας βιβλίον ἡ πρόθεσις αὐτοῦ φανεῖσα ἡμῖν περίεργον ἐπιδείξει.3 Τίς οὖν ἡ πρόθεσις αὕτη; τοῦτο γὰρ ἀνάγκη πρὸ τῶν ἄλλων ἀφορίζεσθαι καὶ πρὸς ταύτην τὰ ἐφεξῆς ἅπαντα συνείρειν. ἵνα δὴ τοῦτο διηρθρωμένως ἕλωμεν, ἀναμνησθῆναι χρὴ τῶν εἰρημένων ἐν τοῖς προλαμβανομένοις τῆς συναναγνώσεως τῶν Κατηγοριῶν, λέγω δὲ ὅτι ἡ μὲν λογικὴ πραγματεία τέλος ἔχει τὴν εὕρεσιν τῆς ἀποδείξεως, προηγεῖται δὲ ταύτης ἡ τοῦ ἁπλῶς συλλογισμοῦ γνῶσις, καὶ ταύτης πάλιν ἡ τῶν ἁπλῶν λόγων τῶν συντιθέντων τὸν συλλογισμὸν θεωρία, ταύτης δὲ ἡ κατάληψις πασῶν κατὰ γένη τῶν ἁπλῶν φωνῶν, ἐξ ὧν ὁ ἁπλοῦς λόγος ἔχει τὴν γένεσιν. παραδοὺς τοίνυν ὁ Ἀριστοτέλης ἐν τῷ βιβλίῳ τῶν Κατηγοριῶν τὴν περὶ τῶν ἁπλῶν φωνῶν πραγματείαν ἐν τούτῳ προτίθεται παραδοῦναι ἡμῖν τοὺς ἁπλοῦς λόγους τοὺς ἐκ τῆς συμπλοκῆς τῶν ἁπλῶν φωνῶν ἀποτελουμένους καὶ ὡς προτεινομένους ὑπὸ τῶν συλλογίσασθαί τι βουλομένων τοῖς κοινωνοῖς τῶν λόγων προτάσεις ὑπὸ τῶν παλαιῶν ὀνομαζομένους. ἀλλὰ τοῦ λόγου πέντε ὄντων εἰδῶν, τοῦ τε κλητικοῦ ὡς τὸ ὦ μάκαρ Ἀτρείδη, καὶ τοῦ προστακτικοῦ ὡς τὸ βάσκ’ ἴθι, Ἶρι ταχεῖα, καὶ τοῦ ἐρωτηματικοῦ ὡς τὸ τίς πόθεν εἶς ἀνδρῶν; καὶ τοῦ εὐκτικοῦ ὡς τὸ αἲ γάρ, Ζεῦ τε πάτερ, καὶ ἐπὶ τούτοις τοῦ ἀποφαντικοῦ, καθ’ ὃν ἀποφαινόμεθα περὶ ὁτουοῦν τῶν πραγμάτων οἷον θεοὶ δέ τε πάντα ἴσασι, ‘πᾶσα ψυχὴ ἀθάνατος’, οὐ περὶ παντὸς ἁπλοῦ λόγου κατὰ τήνδε τὴν πραγματείαν διδάσκει ἡμᾶς ὁ Ἀριστοτέλης, ἀλλὰ περὶ μόνου τοῦ ἀποφαντικοῦ. καὶ τοῦτο εἰκότως· μόνον γὰρ τοῦτο τὸ εἶδος τοῦ λόγου δεκτικόν ἐστιν ἀληθείας τε καὶ ψεύδους καὶ ὑπὸ τοῦτο τελοῦσιν αἱ ἀποδείξεις, ὑπὲρ ὧν ἡ λογικὴ πᾶσα πραγματεία τῷ φιλοσόφῳ συντέτακται. Καλοῦσι δὲ οἱ Στωϊκοὶ τὸν μὲν ἀποφαντικὸν λόγον ἀξίωμα, τὸν δὲ εὐκτικὸν ἀρατικόν, τὸν δὲ κλητικὸν προσαγορευτικόν, προστιθέντες τούτοις ἕτερα πέντε λόγων εἴδη σαφῶς ὑπό τινα τῶν ἀπηριθμημένων ἀναφερόμενα· λέγουσι γὰρ τὸ μέν τι εἶναι ὀμοτικὸν οἷον ἴστω νῦν τόδε γαῖα, τὸ δὲ ἐκθετικὸν οἷον ‘ἔστω εὐθεῖα γραμμὴ ἥδε’, τὸ δὲ ὑποθετικὸν οἷον ‘ὑποκείσθω τὴν γῆν κέντρον εἶναι τῆς τοῦ ἡλίου σφαίρας’, τὸ δὲ ὅμοιον ἀξιώματι οἷον ὡς ὡραΐζεται ἡ τύχη εἰς τοὺς βίους, ἅπερ ἅπαντα δεκτικὰ ὄντα ψεύδους τε καὶ ἀληθείας ὑπάγοιντο ἂν τῷ ἀποφαντικῷ, τοῦ μὲν ὀμοτικοῦ τῇ μαρτυρίᾳ τοῦ θείου πλεονάσαντος τῆς ἀποφάνσεως τοῦ δ’ ὁμοίου τῷ ἀξιώματι τῇ τοῦ ὡς ἐπιτατικοῦ ἐπιρρήματος προσθήκῃ. πέμπτον δέ τι πρὸς τούτοις εἶναί φασι τὸ ἐπαπορητικὸν οἷον Δᾶος πάρεστι· τί ποτ’ ἀπαγγελῶν ἄρα; ὅπερ ἐναργῶς ταὐτὸν ὂν τυγχάνει τῷ ἐρωτηματικῷ, πλὴν ὅτι προτίθησι τὴν πρόφασιν τῆς ἐρωτήσεως.
在智者之中,亚里士多德的《解释篇》大有名气且绝非默默无闻,这既是由于其中所传授的定理之稠密,也是由于其文辞之艰涩。因此,许多注释家在该书上倾注了诸多心血。如果我们也能在阐明该书方面,借由忆及我们神圣的导师、柏拉图学园的继承者普罗克洛斯的诠释——他将解释古人意见的能力以及对万物本性做出科学判断的能力,锤炼到了人性格局的极致——而有所贡献,我们将向司言辞的神明致以极大的感恩。因此,我们诠释的开端应当是先行交代那通常在文本的明释之前予以预先讨论的五个主要论题,让我们说明:《解释篇》的意图是什么;它在亚里士多德逻辑学著述的其他作品中占有何种位次;恰恰题为《解释篇》的原因何在;该著述确实属于亚里士多德的真作;而在所有这些之上,该书的章节划分又是怎样的。因为,一旦其意图对我们昭然显现,那么探讨《解释篇》一书对于立志从事哲学思考的人有何用处,就会被证明是多余的。那么,这个意图究竟是什么?因为必须在其他各项之前限定这一点,并使后续的一切内容都与此相衔接。为了条理分明地把握这一点,必须回忆在研读《范畴篇》的前言中所说过的话,即:逻辑学的探讨以发现证明为终极目的,但在证明之前是对单纯三段论的认识,而在单纯三段论之前又是对构成三段论的单纯言辞的观照,而在单纯言辞之前,则是按属对所有单纯语词的把握,单纯言辞正是由这些单纯语词产生的。因此,亚里士多德在《范畴篇》中传授了关于单纯语词的论述之后,在本书中便打算向我们传授由单纯语词的结合所构成的单纯言辞;这些言辞被古人称为“前提”,乃因希望进行推论的人将其向论辩的同伴提出。然而,言辞有五个种:呼格的,如“啊,有福的阿特柔斯之子”;祈使的,如“快去吧,捷足的伊里斯”;疑问的,如“你是何人,来自何方?”;祈愿的,如“但愿如此,父神宙斯!”;此外还有陈述的,依此我们对任何事物做出断定,例如“诸神知晓一切”以及“一切灵魂皆是不朽的”——亚里士多德在这一探讨中并非教导我们所有单纯的言辞,而仅仅教导陈述性的言辞。这亦是合情合理的;因为唯独这一类言辞容受真与假,而哲学家为之建构全部逻辑学论述的证明,正是隶属于此类言辞之下。斯多亚派将陈述性言辞称为“命题”,将祈愿性言辞称为“祈祷文”,将呼格言辞称为“致呼文”,并且在此之外又补充了另外五种言辞,它们显然可以归入上述列举的诸种之中;因为他们说,一种是发誓文,如“现在大地当知此事”;另一种是设立文,如“设此为一直线”;另一种是假定文,如“假定大地为太阳之天球的中心”;另一种是近似命题的言辞,如“命运在人生中是何等装点自身!” ——所有这些言辞由于都容受假与真,都可以被归入陈述性言辞之下,发誓文不过是以神圣之物的见证超越了单纯的断定,而近似命题者不过是增添了强意副词“何等”。除这些之外,他们还声称第五种是推度质疑文,例如“达奥斯在此;他究竟要通报什么?”但这显然与疑问性言辞相同,只不过预先提出了发问的由头而已。
- 1.0Πολὺ μὲν ἐν σοφοῖσι κοὐκ ἀνώνυμον
此处套用了欧里庇得斯《希波吕托斯》开篇(πολὺς μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος)的句式。表语形容词 πολύ 与中性主语 τὸ βιβλίον 呼应,意为“重大的”、“著名的”或“为人津津乐道的”。
- 1.0τοῦ εἰς ἄκρον τῆς ἀνθρωπίνης φύσεως τήν τε ἐξηγητικὴν τῶν δοκούντων τοῖς παλαιοῖς δύναμιν καὶ τὴν ἐπιστημονικὴν τῆς φύσεως τῶν ὄντων κρίσιν ἀσκήσαντος
属格分词短语 ἀσκήσαντος 作定语修饰前面的 Πρόκλου(及其同位语 τοῦ Πλατωνικοῦ διαδόχου)。它支配并列的双重宾语 τήν τε ἐξηγητικὴν ... δύναμιν 与 τὴν ἐπιστημονικὴν ... κρίσιν;介词短语 εἰς ἄκρον τῆς ἀνθρωπίνης φύσεως 则作状语修饰分词 ἀσκήσαντος,表示锻炼达到的极高程度。
- 1.0τὸ γὰρ ἐπιζητεῖν πρὸς τί χρήσιμον ἂν εἴη τῷ φιλοσοφεῖν βουλομένῳ τὸ Περὶ ἑρμηνείας βιβλίον ἡ πρόθεσις αὐτοῦ φανεῖσα ἡμῖν περίεργον ἐπιδείξει
主句的主语是分词短语 ἡ πρόθεσις αὐτοῦ φανεῖσα(“其意图一旦显明”),主动词为 ἐπιδείξει,直接宾语为冠词加不定式短语 τὸ ἐπιζητεῖν...,而 περίεργον 是宾语补足语(“将表明……是多余的”)。不定式 ἐπιζητεῖν 则带有间接疑问从句 πρὸς τί χρήσιμον ἂν εἴη... 作为其宾语。
