- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:269.15-271.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯阐明了双数及复数冠词与全称限定词“每个”之间的效力差异,随后考察了对亚里士多德“在不是善的情况中也同样如此”这一表述的两种解释(即适用于包含无限定基体的命题,或将第六个论证扩展至带有全称限定词的命题),并倾向于前一种解释。
τῶν δὲ δυϊκῶν ἄρθρων καὶ τῶν πληθυντικῶν,1 εἴ τι καὶ περὶ ἐκείνων χρὴ λέγειν, τὰ μὲν δυϊκὰ δήλην ἔχουσι τὴν πρὸς τὸ πᾶς διαφοράν (οὔτε γὰρ τοῦτο ἐπὶ δύο μόνων οὔτε ἐκεῖνα ἐπὶ πλειόνων ἐνδέχεται λέγειν, καὶ τούτου τὴν αἰτίαν διδάξει τὸ προοίμιον τῆς Περὶ οὐρανοῦ), ἐπεὶ δὲ τὰ πληθυντικὰ τῶν ἄρθρων δοκοῦσι μηδὲν αὐτοῦ κατὰ τὴν δύναμιν διαφέρειν, οἷον ‘πᾶς ἄνθρωπος θνητός — οἱ ἄνθρωποι θνητοί’, δυνατὸν ἴσως καὶ ταῦτα διακρίνειν λέγοντας ὅτι ἐφ’ ὧν μὲν τὸ πᾶς ἀληθές, ἐπὶ τούτων καὶ τὸ πληθυντικὸν ἄρθρον πάντως ἀληθεύσει (ταὐτὸν γὰρ δηλονότι σημαίνει τὸ ‘πᾶς θνητός’ τῷ ‘πάντες θνητοί’· τούτῳ δὲ ἀνάγκη κατὰ δύναμιν ἐμπεριέχεσθαι τὸ ‘οἱ’ ἄρθρον, ὥστε καὶ ἄνευ τοῦ πάντες ἀληθεύσει ὁ λέγων ‘οἱ ἄνθρωποι θνητοί’), οὐ μὴν ἀντιστρέψει ὁ λόγος, ὥστε ἀξιοῦν ἡμᾶς ἐφ’ ὧν τὰ πληθυντικὰ τῶν ἄρθρων λέγοντες ἀληθεύομεν, ἐπὶ τούτων καὶ τὸ πᾶς εὐθὺς ἀληθεύειν· τοῦτο μὲν γὰρ οὐδὲν βούλεται παραλείπειν τῶν ὑπὸ τὸ καθόλου περιεχομένων, τὸ δὲ πληθυντικὸν ἄρθρον ἀληθεύειν ὑπολαμβάνομεν, κἂν ἐπὶ τῶν πλείστων μόνον ἀληθεύῃ τὸ κατηγορούμενον· μᾶλλον γοῦν συγχωροῦμεν ἀληθεύειν τὸν λέγοντα ‘οἱ Ἀθηναῖοι ἔμφρονες, οἱ Λάκωνες καρτερικοί, οἱ Μυκόνιοι φαλακροί’ ἢ τὸν προστιθέντα τὸ πάντες καθ’ ἕκαστον τούτων. καὶ ὅλως εἰ πρὸς τῷ ἄρθρῳ λέγοντες τὸν προσδιορισμὸν ἡγούμεθα κοινοτάτην ποιεῖσθαι τὴν ἀπόφανσιν καὶ μὴ μάτην αὐτὸν προστίθεμεν, μόνον ἄρα τὸ ἄρθρον ῥηθὲν οὐκ εὐθὺς ἅπαντα τὰ ὑπὸ τὸ κοινὸν περιλαμβάνειν ἀξιοῦμεν. διὸ καὶ ὁ παρ’ Ὁμήρῳ Ζεὺς οὐχ ἁπλῶς τοὺς Ἀχαιοὺς ἐξάγειν ἐπὶ τὸν πόλεμον τῷ Ἀγαμέμνονι διὰ τοῦ ὀνείρου παρεκελεύετο, ἀλλὰ προσετίθει τὸ “πανσυδίῃ”, καὶ τούτῳ μὴ ἐπιστήσας ἐκεῖνος αἴτιος ἑαυτῷ γεγένηται τοῦ ἀποτυχεῖν τῆς ἐλπίδος, καὶ ὁ Δημοσθένης τοῖς θεοῖς εὔχεσθαι εἰπὼν ἐπήγαγε τὸ “πᾶσι καὶ πάσαις”, τελειοτέραν διὰ τῆς προσθήκης τὴν ἐπίληψιν παντὸς τοῦ θείου ποιεῖσθαι ὑπολαμβάνων. Ἀλλ’ ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον καὶ λέγωμεν ὡς εἴτε ὡρισμένος εἴτε ἀόριστος εἴη ὁ καθόλου ὑποκείμενος, τὸ συνταττόμενον αὐτῷ ἑνικὸν ἄρθρον τὴν δύναμιν ἕξει τοῦ καθόλου προσδιορισμοῦ. διὸ καὶ αὐτὸς προσέθηκε τὸ ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μὴ ἀγαθοῦ, ἤτοι λέγων ὅτι καὶ ἐπὶ τούτων τῶν ἀόριστον ἐχουσῶν τὸν ὑποκείμενον προτάσεων ἡ κυριωτάτη μάχη θεωρεῖται ἐν ταῖς ἀντιφασκούσαις προτάσεσι ‘τὸ μὴ ἀγαθὸν ἀγαθόν — τὸ μὴ ἀγαθὸν οὐκ ἀγαθόν’ (ὡς γὰρ προείρηται, τῇ ἀληθεῖ τούτων οὐχ οἷόν τε μάχεσθαι τὴν τοῦ ἐναντίου κατάφασιν), καὶ τὰ ἄλλα δὲ πάντα ἐπιχειρήματα οὐδὲν μᾶλλον ἁρμόσει ταῖς ὡρισμένον ἐχούσαις τὸν ὑποκείμενον ἢ ταῖς ἀόριστον, εἴτε τοὺς καθόλου προσδιορισμοὺς ἔχοιεν οἱ ὑποκείμενοι εἴτε τὸ ἄρθρον ἀντὶ τούτων (ὁ γὰρ λόγος ἡμῖν οὐ περὶ τῆς διαφορᾶς τῶν ὑποκειμένων ἀλλὰ καὶ περὶ τῆς τῶν κατηγορουμένων), ἢ καὶ προσεχέστερον λέγων ὅτι τὴν ἕκτην ἐπιχείρησιν ἐνδέχεται προχωρεῖν καὶ ἐπὶ τῶν αὐτόθεν ἐχουσῶν τοὺς καθόλου προσδιορισμοὺς προτάσεων, ὥσπερ ἐδείκνυτο πρότερον ἐπὶ τῶν τὰ ἄρθρα ἐχουσῶν ἐν τῇ χώρᾳ τῶν προσδιορισμῶν, προτιθεμένων μὲν ἡμῶν συλλογίσασθαι ὅτι μᾶλλον μάχεται ἡ λέγουσα ‘πᾶν ἀγαθὸν ἀγαθόν’ πρὸς τὴν λέγουσαν ‘οὐδὲν ἀγαθὸν ἀγαθόν’ ἤπερ πρὸς τὴν λέγουσαν ‘πᾶν ἀγαθὸν κακόν’, πρὸς δὲ τὴν τούτου κατασκευὴν λαμβανόντων ὅτι ὡς ἡ λέγουσα ‘οὐδὲν οὐκ ἀγαθὸν ἀγαθόν ἐστιν’ ἀληθὴς ἀπόφασις ἔχει πρὸς τὴν λέγουσαν ‘πᾶν οὐκ ἀγαθὸν ἀγαθόν ἐστι’ ψευδῆ κατάφασιν, οὕτως ἡ λέγουσα ‘πᾶν ἀγαθὸν ἀγαθόν ἐστιν’ ἀληθὴς κατάφασις πρὸς τὴν λέγουσαν ‘οὐδὲν ἀγαθὸν ἀγαθόν ἐστι’ ψευδῆ ἀπόφασιν, καὶ δεικνύντων ὅτι τῇ ‘οὐδὲν οὐκ ἀγαθὸν ἀγαθόν ἐστιν’ οὔτε ἡ λέγουσα ‘οὐδὲν οὐκ ἀγαθὸν κακόν ἐστιν’ ὅλη μάχεται οὔτε ἡ λέγουσα ‘οὐδὲν οὐκ ἀγαθὸν οὐ κακόν ἐστιν’ (οὐδετέρα γὰρ αὐτῶν ὅλη ψευδής, ἀλλ’ ἑκατέρα ἐπί τι), μόνη δὲ ἡ ἐναντία πρὸς αὐτὴν ἡ ‘πᾶν οὐκ ἀγαθὸν ἀγαθόν ἐστιν’, ἐπεὶ καὶ ἡ μὲν ἁπλῶς ἀληθὴς ἡ δὲ ὅλη ψευδής, καὶ διὰ τοῦτο ἀξιούντων2 καὶ τῇ ‘πᾶν ἀγαθὸν ἀγαθόν ἐστι’ μόνην κυρίως ἐναντίαν εἶναι τὴν ‘οὐδὲν ἀγαθὸν ἀγαθόν ἐστιν’ ἀπόφασιν, ἀλλ’ οὐχὶ τὴν ‘πᾶν ἀγαθὸν κακόν ἐστι’ τοῦ ἐναντίου κατάφασιν. δῆλον δὲ ἃ χρὴ καὶ πρὸς ταῦτα λέγειν· αὐτόθεν γὰρ ἡ ‘πᾶν ἀγαθὸν κακόν’ ὅλη τέ ἐστι ψευδὴς καὶ καθ’ ὅλην ἑαυτὴν κυριώτατα πολεμεῖ πρὸς τὴν ‘πᾶν ἀγαθὸν ἀγαθόν’. προτιμητέον μέντοι τὴν προτέραν ἐξήγησιν, ὡς καὶ ταύτην ἐν ἑαυτῇ περιέχουσαν.
另一方面,关于双数和复数的冠词,如果也必须谈及它们的话,双数的冠词与“每个”具有明显的区别(因为不可能将后者仅用于两个事物,也不可能将前者用于两个以上的事物,其原因《论天》的序篇将予以阐明);但是既然复数冠词在效力上似乎与它毫无区别,例如“每个人都是会死的——人们是会死的”,那么通过指出以下之点,或许也有可能将它们区分开来:在“每个”为真的情况下,在这些情况下复数冠词也必定说得真(因为“每个[人]是会死的”显然与“所有人都是会死的”指称同一件事;而在这一表达中,冠词“这些”按其效力必然被包含在内,因此即便没有“所有”,说“人们是会死的”的人也会说得真);然而这一论述并不能换位,以至于要求我们在使用复数冠词而说得真的情况下,“每个”在这些情况下也随即为真。因为后者不愿意遗漏任何被全称所包摄的事物,而对于复数冠词,我们认为哪怕谓词仅对绝大多数事物为真,它也是说得真的;无论如何,我们宁愿赞同说“雅典人明智,斯巴达人坚毅,米科诺斯人秃顶”的人说得真,而不赞同对它们中的每一个都加上“所有”的人。并且总的来说,如果在冠词之外说出限定词,我们便认为这是在使陈述变得最为普遍,而不是徒然加上它,那么当仅说出冠词时,我们显然并不随即要求它涵盖普遍项之下的所有事物。因此荷马史诗中的宙斯也不是通过梦境单单吩咐阿伽门农将阿开奥斯人领向战争,而是加上了“倾全力”,而由于他〔阿伽门农〕未曾注意这一点,他自己成了自己希望落空的原因;德摩斯梯尼在说向众神祈祷之后,也附加上了“向所有男神和所有女神”,认为通过这一附加,使对全体神圣者的把握变得更为完备。 但让我们回到当前的主题,并且说:无论全称基体是限定的还是无限定的,与它相结合的单数冠词都将具有全称限定词的效力。因此他自己也补充道:“在不是善的情况中也同样如此”,这要么是指:在这些具有无限定基体的命题中,最主要的冲突也表现在“不是善的是善——不是善的不是善”这一对相互矛盾的命题中(因为正如前文所述,在它们之中的真者面前,相反者的肯定是绝不可能与之冲突的),并且所有其他的论证对具有限定基体的命题,绝不比对具有无限定基体的命题更为适用,无论这些基体带有全称限定词,还是带有代替限定词的冠词(因为我们的讨论不仅关涉基体的差别,也关涉谓词的差别);要么是更为切近地指:第六个论证也可以在那些直接带有全称限定词的命题上推进,正如先前在那些以冠词代替限定词的命题上所展示的那样——此时我们提议推论说,“每个善都是善”这一命题与说“没有一个善是善”相冲突,甚于与说“每个善都是恶”相冲突,并且为了确立这一点,我们认定:正如说“没有一个非善是善”这一真否定对于说“每个非善都是善”这一假肯定所具有的关系,说“每个善都是善”这一真肯定对于说“没有一个善是善”这一假否定也同样如此;并且表明对于“没有一个非善是善”,无论是说“没有一个非善是恶”还是说“没有一个非善不是恶”,都不是全体相冲突(因为它们两者都不是全体为假,而是各自在某一方面〔为假〕),而只有它的相反命题“每个非善都是善”与之相冲突,因为前者完全为真,而后者全体为假;恰恰因此我们要求,对于“每个善都是善”,也只有“没有一个善是善”这一否定才是严格意义上的相反命题,而并非相反者的肯定“每个善都是恶”。但针对这些也应当说些什么,是显而易见的:因为直接看来,“每个善都是恶”既是全体为假,又在其自身全体上最为严格地对抗“每个善都是善”。然而,前一种解释更值得推崇,因为它也已将后一种解释包含在自身之内。
- 1.63τῶν δὲ δυϊκῶν ἄρθρων καὶ τῶν πληθυντικῶν
置于句首的属格短语充当悬垂属格或提前的部分属格,提出整体话题,由后文的 τὰ μὲν δυϊκά 和 ἐπεὶ δὲ τὰ πληθυντικά 分别承接,而不直接受单一主动词的格支配。
- 1.63προτιθεμένων μὲν ἡμῶν συλλογίσασθαι ... πρὸς δὲ τὴν τούτου κατασκευὴν λαμβανόντων ... καὶ δεικνύντων ... καὶ διὰ τοῦτο ἀξιούντων
这一连串属格分词(προτιθεμένων, λαμβανόντων, δεικνύντων, ἀξιούντων)构成以第一人称复数代词 ἡμῶν 为逻辑主语的独立属格结构,用以逐步骤详细阐述第六个论证(τὴν ἕκτην ἐπιχείρησιν)的展开过程。
