- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:271.9-272.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯阐释了亚里士多德在《解释篇》24b1–24b6中如何从心智信念的对立推导出口头命题的相反与矛盾对立规则,并分析了证明真命题之间绝不可能相反的三段论结构与措辞。
" Ὥστε εἴπερ ἐπὶ δόξης οὕτως ἔχει, εἰσὶ δὲ αἱ ἐν τῇ φωνῇ καταφάσεις καὶ ἀποφάσεις σύμβολα τῶν ἐν τῇ ψυχῇ, δῆλον ὅτι καὶ καταφάσει ἐναντία μὲν ἀπόφασις ἡ περὶ τοῦ αὐτοῦ καθόλου, οἷον ὅτι πᾶν ἀγαθὸν ἀγαθὸν ἢ ὅτι πᾶς ἄνθρωπος ἀγαθὸς ἢ ὅτι οὐδὲν ἢ οὐδείς, ἀντιφατικῶς δὲ ἡ οὐ πᾶν ἢ οὐ πᾶς." Φανερὰ τὰ διὰ τούτων λεγόμενα· προθέμενος γὰρ ἐξ ἀρχῆς τὰς κατὰ τὸν προφορικὸν λόγον ἀποφάνσεις παραβαλεῖν πρὸς ἀλλήλας καθ’ ὃν εἴρηται τρόπον ἀνέδραμεν ἐπὶ τὰς δόξας καὶ ἐπὶ τούτων ἠξίωσε γυμνάσαι τὸ θεώρημα ὡς ἂν ἀρχῆς λόγον ἐχουσῶν πρὸς τὰς ἐν τῇ προφορᾷ προτάσεις.1 ἐπὶ τῶν δοξῶν οὖν συλλογισάμενος ὅπερ ὡς ἀληθὲς ὑπέσχετο δείξειν, ἀξιοῖ τὰ αὐτὰ ἐφαρμόττειν καὶ ἐπὶ τῶν κατὰ τὴν ῥῆσιν προτάσεων καὶ ἐναντίως μὲν ἀντικεῖσθαι τὴν καθόλου ἀπόφασιν τῇ καθόλου καταφάσει, ἀντιφατικῶς δὲ τὴν κατὰ μέρος τῇ καθόλου, ἑκατέραν δὲ τούτων τῶν ἀντιθέσεων σφοδροτέραν εἶναι τῆς τῶν ἐναντίων καταφάσεων πρὸς ἀλλήλας μάχης.
“因此,如果在信念上情形确实如此,而言语中的肯定和否定是灵魂中的那些的符号,那么显而易见,对于肯定而言,关于同一全称项的否定是相反的,正如对‘每个善都是善’或‘每个人都是善’而言,是‘没有一个’或‘没有人’,而矛盾对立的则是‘并非每个’或‘并非每个人’。” 通过这些文句所表达的意思是清楚的。因为他从一开始就提议按照所说的方式将口头言语中的陈述相互比较,于是他回溯到了信念,并认为应当在信念上操练这一公理,仿佛它们对于口头表达中的命题具有本原的地位。因此,在信念上推论出他曾许诺要作为真理加以展示的结论之后,他要求将同样的内容也适用于言语上的命题,并且全称否定与全称肯定相反对立,特称否定与全称肯定矛盾对立,而这两种对立中的每一种都比相反肯定命题之间的相互冲突更为剧烈。
"Φανερὸν δὲ ὅτι καὶ ἀληθῆ ἀληθεῖ οὐκ ἐνδέχεται ἐναντίαν εἶναι οὔτε δόξαν οὔτε ἀντίφασιν·2 ἐναντίαι μὲν γὰρ αἱ περὶ τὰ ἀντικείμενα·3 περὶ τὰ αὐτὰ δὲ ἐνδέχεται ἀληθεύειν τὸν αὐτόν, ἅμα δὲ οὐκ ἐνδέχεται τὰ ἐναντία ὑπάρχειν τῷ αὐτῷ." Χρησάμενος ἐν τῇ ἕκτῃ ἐπιχειρήσει ὡς ἐναργεῖ τῷ τὰς συναληθευούσας δόξας τε καὶ προτάσεις μὴ εἶναι ἐναντίας, αὐτὸ τοῦτο νῦν καίτοι ὂν ἐναργὲς κατασκευάζει διὰ τοῦ δευτέρου σχήματος, λαβὼν ὅτι αἱ συναληθεύουσαι δόξαι τε καὶ προτάσεις ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθεῖς εἰσι (τοῦτο γὰρ τὸ συναληθεύειν), τὰ δὲ ἐναντία ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ εἶναι ἀδύνατον, καὶ συνάγων ὅτι αἱ συναληθεύουσαι δόξαι τε καὶ προτάσεις οὐκ εἰσὶν ἐναντίαι. τὴν δὲ ἀποφατικὴν πρότασιν κατασκευάζει διὰ προσυλλογισμοῦ πλεκομένου κατὰ τὸ πρῶτον σχῆμα, μέσῳ ὅρῳ χρώμενος τοῖς ἀντικειμένοις· τὰ ἐναντία ἀντικείμενα, τὰ ἀντικείμενα ἐπὶ τοῦ αὐτοῦ ἅμα ἀληθεύειν ἀδύνατον, τὰ ἐναντία ἄρα συναληθεύειν ἀδύνατον. παραλέλοιπε δὲ αὐτὸς διὰ συντομίαν τοῦ τε προσυλλογισμοῦ τὴν μείζονα πρότασιν καὶ τοῦ ἐξ ἀρχῆς προβλήματος τὸ συμπέρασμα. ἡ μὲν οὖν δύναμις τῆς κατασκευῆς τοιαύτη. τῆς δὲ ῥήσεως τὸ μὲν οὔτε ἀντίφασιν εἴρηται ἀντὶ τοῦ ‘οὔτε πρότασιν ἐξ ἧς τῇ ἀντιφάσει ἡ γένεσις’, τοῦτ’ ἔστιν ὅτι τὰς συναληθευούσας ἀντίφασιν ποιεῖν ἀδύνατον ἢ κατὰ τοὺς ἐνδιαθέτους ἢ κατὰ τοὺς προφορικοὺς καλουμένους λόγους. τὸ δὲ ἐναντίαι μὲν γὰρ αἱ περὶ τὰ ἀντικείμενα ἔοικεν ἀκαταλληλότερον εἰρῆσθαι· ἦν γὰρ ἀκόλουθον τῷ ὑποκειμένῳ, τοῦτ’ ἔστι τοῖς ἐναντίοις, τὸ ἄρθρον συντάξαντα εἰπεῖν ‘αἱ ἐναντίαι μὲν γὰρ περὶ τὰ ἀντικείμενα’. τὸ δὲ ἑξῆς περὶ τὰ αὐτὰ δὲ ἐνδέχεται ἀληθεύειν τὸν αὐτόν ἔστι μὲν ἡ καταφατικὴ τοῦ συλλογισμοῦ πρότασις, σημαίνει δὲ πῶς αἱ τοιαῦται προτάσεις λέγονται συναληθεύειν, ὅτι παρὰ τὸ συντρέχειν περὶ τὰ αὐτά, λέγει δὲ τὰ κοινὰ ὑποκείμενα τῶν συναληθεύειν λεγομένων προτάσεων. διὰ δὲ τοῦ ἐνδέχεται τὸν τρόπον δηλοῖ τῆς ἐπὶ τούτων ἀληθείας, ὅτι δυνατὸν τὰς τῷ αὐτῷ ὑποκειμένῳ χρωμένας προτάσεις συναληθεύειν τε ἀλλήλαις καὶ μή. τὰς μέντοι μὴ παρὰ τὴν ὕλην ἀλλὰ κατ’ αὐτὴν τὴν τῶν προτάσεων δύναμιν συναληθευούσας, οἷον τὰς ἀδιορίστους ἢ τὰς κατὰ μέρος, πᾶσα ἀνάγκη τῷ αὐτῷ τε ὑποκειμένῳ χρῆσθαι καὶ κατὰ τὸν αὐτὸν χρόνον ἀληθεύειν. τὸ δὲ ἅμα δὲ οὐκ ἐνδέχεται τὰ ἐναντία ὑπάρχειν τῷ αὐτῷ βούλεται μὲν εἶναι συμπέρασμα τοῦ προσυλλογισμοῦ, κατὰ ἀλήθειαν μέντοι περιέχει τὴν αἰτίαν τοῦ συμπεράσματος· τὸ μὲν γὰρ ὄντως συμπέρασμά ἐστιν ὅτι τὰ ἐναντία ἅμα ἀληθῆ εἶναι ἀδύνατον, ἔστι δὲ αἴτιον τοῦ μὴ πεφυκέναι συναληθεύειν ἀλλήλοις τὰ ἐναντία τὸ μὴ ἐνδέχεσθαι αὐτὰ τῷ αὐτῷ ἅμα ὑπάρχειν.
“显而易见,无论是真的信念还是真的矛盾对立[之肢],都不可能与一个真者相反。因为相反者是关乎对立者的,然而同一个人完全可能就同样的事物说得真,相反者却不可能同时属于同一事物。” 他在第六个论证中曾将同时为真的信念与命题并非相反者作为显明的前提加以使用,现在他通过第二格论证了这一点本身,尽管它本来是显而易见的:他设定同时为真的信念和命题同时对同一事物为真(因为这就是“同时为真”),而相反者不可能同时对同一事物为真,从而推导出同时为真的信念和命题并不是相反者。而他通过按第一格构造的预备推论来确立这一否定命题,使用“对立者”作为中项:“相反者是对立者;对立者不可能同时对同一事物说得真;因此相反者不可能同时为真。”但他自己由于简略,同时省略了预备推论的大前提和最初课题的结论。论证的效力便是如此。 在文句方面,说“亦非矛盾对立”是为了替代“亦非产生矛盾对立的命题”,也就是说,无论在所谓的内心言语中,还是在口头发声的言语中,同时为真的命题都不可能构成矛盾对立。而“因为关乎对立者的那些是相反的”这一句,似乎表述得不够顺畅;因为本来合乎规则的是将冠词加在基体——即“相反者”——上,说成“因为相反者是关乎对立者的”。紧接着的“然而同一个人完全可能就同样的事物说得真”是三段论的肯定命题,它指明了这类命题何以被称为同时为真,即由于它们在相同的事物上重合(他所谓相同的事物是指被称为同时为真的诸命题的共同基体)。而通过“可能”,他指出了在这些情况中真理的模态,即使用同一基体的诸命题可能彼此同时为真,也可能并非如此。然而,那些并非由于质料而是根据命题的效力本身而同时为真的命题(例如无限定命题或特称命题),则完全必然使用同一基体并且在同一时刻为真。而“相反者却不可能同时属于同一事物”虽然意在作为预备推论的结论,但实际上却包含了结论的原因:因为真正的结论是“相反者不可能同时为真”,而相反者天然不能相互同时为真的原因,正是它们不可能同时属于同一事物。
- 1.64ὡς ἂν ἀρχῆς λόγον ἐχουσῶν πρὸς τὰς ἐν τῇ προφορᾷ προτάσεις
连词 ὡς ἄν 接属格分词(此处为 ἐχουσῶν,在性数格上与前文引申出的 δόξας 一致),表示主观理由或设想的理据:“仿佛它们对于口头表达中的命题具有本原的地位”。
- 1.65ἀληθῆ ἀληθεῖ οὐκ ἐνδέχεται ἐναντίαν εἶναι οὔτε δόξαν οὔτε ἀντίφασιν
句首的 ἀληθῆ 是阴性单数宾格(源自 ἀληθής 的收缩形式),修饰主语 οὔτε δόξαν οὔτε ἀντίφασιν。与格 ἀληθεῖ 是表语形容词 ἐναντίαν 所要求的补足语。此外正如阿摩尼奥斯自己所指出的,οὔτε ἀντίφασιν 在此处借代指“产生矛盾对立的命题”。
- 1.65ἐναντίαι μὲν γὰρ αἱ περὶ τὰ ἀντικείμενα
此结构存在语序倒置:主语是带冠词的句节 αἱ περὶ τὰ ἀντικείμενα(“关乎对立者的[信念]”),无冠词的 ἐναντίαι 则是谓词。阿摩尼奥斯指出此处的措辞略显不合常规(ἀκαταλληλότερον),认为若遵循逻辑,本应将冠词赋予基体主语,说成 αἱ ἐναντίαι...
