- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:268.1-269.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德表明,即使将肯定命题全称化,关于相反关系的结论也不会改变;阿摩尼奥斯则解释道,前文带有单数冠词的表述实际上具有与全称限定词同等的效力。
" Φανερὸν δὲ καὶ ὅτι οὐδὲν διοίσει, οὐδ’ ἂν καθόλου τιθῶμεν τὴν κατάφασιν· ἡ γὰρ καθόλου ἀπόφασις ἐναντία ἔσται, οἷον τῇ δόξῃ τῇ δοξαζούσῃ ὅτι πᾶν ὃ ἂν ᾖ ἀγαθὸν ἀγαθὸν ἡ ὅτι οὐδὲν τῶν ἀγαθῶν ἀγαθόν· ἡ γὰρ τοῦ ἀγαθοῦ ὅτι ἀγαθόν, εἰ καθόλου τὸ ἀγαθόν, ἡ αὐτή ἐστι τῇ ὅτι 〈ὃ〉 ἂν ᾖ ἀγαθὸν δοξαζούσῃ ὅτι ἀγαθόν. τοῦτο δὲ οὐδὲν διαφέρει τοῦ ὅτι πᾶν ὃ ἂν ᾖ ἀγαθὸν ἀγαθόν ἐστιν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μὴ ἀγαθοῦ." Ὑποσχόμενος ἐξ ἀρχῆς ποιήσασθαι τὴν ἐπίσκεψιν τοῦ προτεθέντος προβλήματος ἐπί τε τῶν καθ’ ἕκαστα καὶ τῶν καθόλου προτάσεων, εἶτα ἐν μηδενὶ τῶν ἐπιχειρημάτων παραλαβὼν πρότασιν τῶν καθόλου τινὰ προσδιορισμῶν ἔχουσαν ἀλλὰ τὰ ἄρθρα ἀντὶ τούτων,1 ὡς διὰ τοῦτο δοκεῖν ἐπὶ μόνων τῶν ἀπροσδιορίστων προτάσεων γεγυμνάσθαι τὸν λόγον, προστίθησι διὰ τούτων ὅτι τὰ ἑνικὰ τῶν ἄρθρων συνταττόμενα τοῖς καθόλου ὑποκειμένοις ἐν ταῖς προτάσεσι τὴν δύναμιν ἔχουσι τοῦ καθόλου προσδιορισμοῦ τοῦ καταφατικοῦ· οὐ γάρ, ὥσπερ ἀξιοῦσί τινες, ἐπὶ ἀπροσδιορίστων προτάσεων ἐγίνετο πρότερον ὁ λόγος, νῦν δὲ δείκνυται ὅτι καὶ ἐπὶ τῶν καθόλου τὰ αὐτὰ λέγειν ἁρμόσει·2 ὅλως γὰρ οὐδὲ ἔστιν ἀκόλουθον ταῖς περὶ τῶν ἀπροσδιορίστων προτάσεων τοῦ Ἀριστοτέλους ἐννοίαις τὸ λέγειν ὅτι ἐναντία ἐστὶν ἐπ’ αὐτῶν τῇ καταφάσει ἡ ἀπόφασις μᾶλλον ἤπερ ἡ τοῦ ἐναντίου κατάφασις, ὥσπερ οὐδὲ ἐπὶ τῶν κατὰ μέρος, εἴπερ καὶ τὰς ἀπροσδιορίστους παραπλησίως ταῖς κατὰ μέρος συναληθεύειν ἀλλήλαις ἀξιοῖ, ἀληθῆ δὲ ἀληθεῖ (τοῦτο δὴ τὸ παρ’ αὐτοῦ πρὸς τῷ πέρατι τοῦ βιβλίου ῥηθησόμενον) οὐκ ἐνδέχεται ἐναντίαν εἶναι οὔτε δόξαν οὔτε ἀντίφασιν. διὸ καὶ ἔοικεν ἐξ ἀρχῆς ἐπὶ μόνων τῶν καθ’ ἕκαστα καὶ τῶν καθόλου ὡς καθόλου προτάσεων προβάλλεσθαι τὴν περὶ τοῦ θεωρήματος σκέψιν, ὧν αἱ μὲν ἀντιφάσκουσι πρὸς ἀλλήλας αἱ δὲ συμψευδόμεναι δι’ αὐτὸ τοῦτο ἐναντίαι προσαγορεύονται. ὀλίγον δὲ ὕστερον μνημονεύσει καὶ τῆς ἀντιφατικῆς τῶν καθόλου πρὸς τὰς κατὰ μέρος ἀντιθέσεως. οὐδαμοῦ μέντοι ποιήσεται μνείαν ἢ τῶν ἀπροσδιορίστων ἢ τῶν κατὰ μέρος ὡς ἐχουσῶν τινα πρὸς ἀλλήλας ἐναντίωσιν. Ὅτι οὖν τοῦτό ἐστιν ὃ βούλεται λέγειν, τὸ ἰσοδυναμεῖν, ὡς εἴρηται, τὰ ἑνικὰ ἄρθρα τῷ πᾶς, αὐτὸς δηλοῖ τῆς κατασκευῆς ὁ τρόπος, καθ’ ὃν δείκνυσι τὰ αὐτὰ καὶ ἐπὶ τῶν καθόλου προτάσεων ἐφαρμόζοντα τοῖς εἰρημένοις, ἐπὶ τῶν τὰ ἄρθρα ἐχουσῶν συντεταγμένα τοῖς καθόλου ὑποκειμένοις· ταὐτὸν γὰρ εἶναί φησι τὸ λέγειν ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστι’ καὶ ‘ὅ τι ἂν ᾖ ἀγαθὸν ἀγαθόν ἐστιν’, ὅπερ οὐδ’ ἂν ὑποπτευθείη διαφέρειν τι τοῦ καθόλου τοῦ ‘πᾶν ἀγαθὸν ἀγαθόν’. διὸ καὶ ἐν τῇ συνηθείᾳ ἐφ’ ὧν μὲν τὸ κατηγορούμενον παντὶ ὑπάρχει τῷ ὑποκειμένῳ, μετὰ τοῦ ἄρθρου τὸ ὑποκείμενον προφερόμεθα καὶ ταὐτὸν οἰόμεθα λέγειν τῷ καθόλου, ἐφ’ ὧν δὲ μὴ παντί, οὐκέτι· ‘ὁ μὲν γὰρ ἄνθρωπος ζῷον’ καὶ ‘ὁ ἄνθρωπος δίπους ἐστί’ λέγομεν, οὐ μέντοι ὅτι ὁ ἄνθρωπος λευκός ἐστιν ἢ δίκαιος. δεῖ μέντοι μεμνῆσθαι τῶν ἔμπροσθεν ἡμῖν περὶ τούτων διωρισμένων, ὅτι τὸ μὲν πᾶς ἐμφαίνει τὸ πλῆθος τῶν ὑπὸ τὸ καθόλου ὑποκείμενον ἀναφερομένων, τὸ δὲ ἑνικὸν ἄρθρον τὴν πρὸ τοῦ πλήθους μίαν αὐτοῦ φύσιν.
“同样显而易见的是,即使我们将肯定全称地设立,也不会有任何不同;因为全称否定将是相反的,例如,对于认为凡是善的一切都是善的这一意见而言,认为善的事物中没有一个是善的这一[意见是相反的];因为关于善是善的[意见],如果善是全称的,便与认为凡是善的都是善的这一[意见]相同。而这与认为凡是善的一切都是善的没有任何区别。在不是善的情况中也同样如此。” 在开端时他许诺就个别命题和全称命题两者对所提出的问题进行考察,随后在所有论证中他都未采用带有某种全称限定词的命题,而是用冠词代替了它们,以至于由于这一点,讨论似乎仅针对无限定命题而进行,因此他通过这些文句补充道:在命题中与全称基体相结合的单数冠词,具有肯定的全称限定词的效力。因为并不像某些人主张的那样,起初讨论是针对无限定命题进行的,而现在才表明对于全称命题也同样可以说这些话;因为就无限定命题而言,说否定相比相反者的肯定而言更与肯定相反,这与亚里士多德关于无限定命题的观念根本不相一致,正如在特称命题的情况下也不相一致一样,既然他要求无限定命题像特称命题一样相互同时为真,而真的事物(这正是他自己将在本书接近末尾处要讲到的)绝不可能与真的事物相反,无论是一种意见还是矛盾对立。因此,他似乎从一开始就只就个别命题以及作为全称的全称命题提出了关于该定理的考察,其中前者彼此相矛盾,而后者由于同时为假,恰恰因此被称为相反者。不久之后,他还将提及全称命题对特称命题的矛盾对立。然而,他绝不会提及无限定命题或特称命题彼此之间具有某种相反关系。 因此,他想要说的正是这一点,即如前所述单数冠词与“每个”具有同等效力,他自己论证的方式就阐明了这一点,根据这一方式,他表明与对那些将冠词与全称基体相结合的命题所说的相同之点也适用于全称命题;因为他说,说“善是善”与说“凡是善的都是善的”是同一回事,而这绝不能被怀疑与全称的“每一个善都是善”有任何差别。因此在日常习惯中,在谓词属于基体的全部的情况下,我们结合冠词说出基体,并认为所说的与全称命题相同;但在不属于全部的情况下,就不再如此了;因为我们说“人是动物”和“人是双足的”,却不说人是白的或正义的。然而必须记住我们先前关于这些问题所作的规定:即“每个”表明归属于全称基体之下的事物的多数性,而单数冠词则表明它在多数性之前的一的本性。
- 1.63Ὑποσχόμενος ἐξ ἀρχῆς ποιήσασθαι τὴν ἐπίσκεψιν τοῦ προτεθέντος προβλήματος ἐπί τε τῶν καθ’ ἕκαστα καὶ τῶν καθόλου προτάσεων, εἶτα ἐν μηδενὶ τῶν ἐπιχειρημάτων παραλαβὼν πρότασιν τῶν καθόλου τινὰ προσδιορισμῶν ἔχουσαν ἀλλὰ τὰ ἄρθρα ἀντὶ τούτων, ὡς διὰ τοῦτο δοκεῖν ἐπὶ μόνων τῶν ἀπροσδιορίστων προτάσεων γεγυμνάσθαι τὸν λόγον, προστίθησι διὰ τούτων
句子的核心骨架是“Ὑποσχόμενος... παραλαβὼν... προστίθησι διὰ τούτων ὅτι...”。两个分词 Ὑποσχόμενος(“虽曾许诺”)与 παραλαβὼν(“未曾采用”)带有让步与原因色彩,并在中间插入了由 ὡς... δοκεῖν(“以至于似乎……”)引出的表象结果,最后落实到主要限定动词 προστίθησι(“他补充道”)。
- 1.63οὐ γάρ, ὥσπερ ἀξιοῦσί τινες, ἐπὶ ἀπροσδιορίστων προτάσεων ἐγίνετο πρότερον ὁ λόγος, νῦν δὲ δείκνυται ὅτι καὶ ἐπὶ τῶν καθόλου τὰ αὐτὰ λέγειν ἁρμόσει
οὐ γάρ 中的否定词 οὐ 位于句首,统摄并否定整个对比结构“ὥσπερ ἀξιοῦσί τινες, ἐπὶ ἀπροσδιορίστων... νῦν δὲ δείκνυται...”(“并不像某些人主张的那样,此前是针对无限定命题……而现在表明……”)。
